← 辛普里丘

亚里士多德《论天》注释

§377.6-378.24

伊克西翁神话的寓意与天体灵魂说的辩护

辛普里丘将伊克西翁神话寓意化解释为堕入统治的浑浊幻影并受系于生成之轮,随后引用并驳斥了亚历山大对柏拉图天体灵魂说的曲解攻击,指出亚里斯多德本人同样主张天体具有灵魂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#3

τάχα δὲ ἂν σημαίνοι ἂν ὁ μῦθος ἐπιθέσθαι μὲν πολιτικῇ καὶ βασιλικῇ τινι προνοίᾳ τὸν Ἰξίονα· Ἡραῖον δὲ τὸ τοιοῦτον τῆς ζωῆς εἶδος· ἀνάξιον δὲ φανέντα κατὰ δίκην τῆς Ἥρας εἰδώλῳ τινὶ ἐνύλῳ καὶ τεθολωμένῳ τῆς τοιαύτης προστασίας περιπεσεῖν, ὅπερ ἡ νεφέλη δηλοῖ ἀὴρ οὖσα θολώδης καὶ ὑλικώτερος· τούτῳ δ’ οὖν συμπλακέντα τῷ εἴδει γεννῆσαι μὲν συρφετὴν λογικῶν τε καὶ ἀλόγων ἐνέργειαν, ἐνδεθῆναι δὲ ὑπὸ τοῦ τὸ κατ’ ἀξίαν πᾶσιν ἀφορίζοντος δημιουργοῦ θεοῦ ἐν τῷ τῆς εἱμαρμένης τε καὶ γενέσεως τροχῷ, οὗπερ ἀδύνατον ἀπαλλαγῆναι κατὰ τὸν Ὀρφέα μὴ τοὺς θεοὺς ἐκείνους ἱλεωσάμενον “οἷς ἐπέταξεν” ὁ Ζεὺς “κύκλου τ’ ἀλλῆξαι καὶ ἀμψῦξαι κακότητος” τὰς ἀνθρωπίνας ψυχάς. Ἐπειδὴ δὲ ὁ ἐκ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος ἐν μὲν τοῖς ἄλλοις καλῶς, οἶμαι, καὶ τῶν ἄλλων Περιπατητικῶν καλλιόνως τοῖς Ἀριστοτέλους φαίνεται παρακολουθῶν λόγοις, ἐν δὲ τοῖς πρὸς Πλάτωνα τῷ Ἀριστοτέλει λεγομένοις οὐκέτι μοι δοκεῖ φυλάττειν τὸν σκοπὸν τῆς Ἀριστοτέλους ἀντιλογίας πρὸς τὸ φαινόμενον τῶν Πλάτωνος λόγων ἀποτεινόμενον, ἀλλὰ κακοσχόλως πως ὑπαντῶν πρὸς αὐτὸν οὐ τὸ φαινόμενον μόνον ἐλέγχειν καὶ αὐτὸς πειρᾶται φειδοῖ τῶν ἁπλουστέρων, ὥσπερ καὶ Ἀριστοτέλης ἐποίησεν, ἀλλὰ καὶ τὰς ἐννοίας διαβάλλει τοῦ θείου Πλάτωνος καὶ πορίσματα συνάγειν ἐκ τῶν λόγων ἐπιχειρεῖ οὐδὲ τῷ φαινομένῳ πολλάκις ἀκολουθοῦντα, φέρε κἀνταῦθα τὴν τῷ θεῷ καὶ τῷ Ἀριστοτέλει φίλην ἀλήθειαν προστησάμενος τὰ τοῦ Ἀλεξάνδρου περὶ τῆς 〈τῆς〉 ψυχῆς κινήσεως ὡς τῷ Πλάτωνι δοκοῦντα προσθεὶς βασανίσαι πειράσομαι διὰ τοὺς ἐπιπολαιότερον αὐτοῦ τοῖς λόγοις ἐντυγχάνοντας καὶ κινδυνεύοντας ἐξ αὐτῶν διαβεβλημένως ἴσχειν πρὸς τὰ τοῦ Πλάτωνος δόγματα, ταὐτὸν δὲ εἰπεῖν καὶ πρὸς τὰ τοῦ Ἀριστοτέλους καὶ πρὸς τὴν θείαν ἀλήθειαν. λέγει τοίνυν ὁ Ἀλέξανδρος ἐπ’ αὐτῶν τάδε τῶν ῥημάτων· “ἀκολούθως τῷ λόγῳ τούτῳ εἴη ἂν δεικνύναι1 κατὰ Πλάτωνα τὰς τῶν θεῶν ψυχὰς ἐν χείρονι μοίρᾳ τῶν ἐν τοῖς θνητοῖς σώμασιν, ὥστε καὶ τὴν τοῦ κόσμου, εἴ γε ἄμεινον μὲν πάσῃ ψυχῇ χωρὶς σώματος εἶναι, αὕτη δὲ οὐδέποτε χωρὶς σώματος ἔσται ὄντος μετὰ τὴν γένεσιν ἀϊδίου καὶ ἄπαυστον κίνησιν, ὡς φησι, κινουμένου ὑπ’ αὐτῆς, ὃ δόξει πρὸς βίαν κινεῖν. καὶ γάρ, εἰ μὴ ὅμοιον τὸ τοῦ κόσμου σῶμα τοῖς τῶν ἄλλων ζῴων τῷ ταῦτα εἶναι ἐμπαθέστερα, ἀλλ’ οὖν κάλλιον κἀκείνῃ ἐφ’ ἑαυτῆς εἶναι ἢ μετὰ σώματος. ὅλως δέ, καθ’ οὓς τὸ κυκλοφορητικὸν σῶμα ἢ τῶν τεσσάρων τί ἐστιν ἢ ἐκ τῶν τεσσάρων, ἔπειτα τὴν κίνησιν τὴν κύκλῳ οὐκ οὖσαν αὐτῷ κατὰ φύσιν κατὰ τὴν ψυχὴν κινεῖται, τούτοις τὸ προειρημένον ἕποιτο ἂν ἄτοπον.” ἐν δὴ τούτοις, εἰ καὶ Ἀριστοτέλης αὐτὸς τὸν οὐρανὸν ἀΐδιον ὄντα ἔμψυχον εἶναι βούλεται σαφῶς ἐν τούτῳ τῷ βιβλίῳ λέγων “ὁ δὲ οὐρανὸς ἔμψυχος καὶ ἔχει κινήσεως ἀρχήν” καὶ προελθὼν πάλιν φησὶν “ἀλλ’ ἡμεῖς ὡς περὶ σωμάτων μόνον αὐτῶν καὶ μονάδων τάξιν μὲν ἐχόντων, ἀψύχων δὲ πάμπαν διανοούμεθα, δεῖ δὲ ὡς μετεχόντων αὐτῶν ὑπολαμβάνειν πράξεως καὶ ζωῆς”, καὶ ὁ Ἀλέξανδρος συντίθεται τούτοις, πῶς τέως κατὰ Πλάτωνα τὰς τῶν θεῶν ψυχὰς καὶ τὴν τοῦ κόσμου ἐν χείρονι μοίρᾳ τετάχθαι φησὶ2 τῶν ἐν τοῖς θνητοῖς σώμασιν, εἴ γε ἄμεινον μὲν τὸ χωρὶς εἶναι σώματος, αὗται δὲ οὐδέποτε χωρὶς σώματος ἔσονται ἀϊδίων ὄντων αὐτῶν καὶ ἀεὶ ἐμψύχων; ταῦτα γὰρ οὐ τῷ Πλάτωνι μόνῳ ἐδόκει, ἀλλὰ καὶ τῷ γνησιωτάτῳ τῶν Πλάτωνος ἀκροατῶν τῷ Ἀριστοτέλει καὶ τῷ ἐπιμελεστάτῳ τοῦ Ἀριστοτέλους σπουδαστῇ τῷ Ἀλεξάνδρῳ. πῶς δέ, εἰ ἄμεινον χωρὶς εἶναι σωμάτων ταῖς θείαις ψυχαῖς, οὐδέποτε τυγχάνουσι καὶ κατ’ αὐτὸν τοῦ ἀμείνονος, εἴπερ ἀΐδια τὰ σώματα αὐτῶν ἐστι;

或许这个神话意味着伊克西翁企图染指某种政治与王者的天资顾护——因为此类生活样式属于赫拉——,但他显出不配赫拉之后,依照正义坠入了对此类掌护的一种质料性的、浑浊的幻影之中,而云朵作为浑浊且更偏质料性的空气正表明了这一点;因而他与这种样式结合,便产生了一种兼具理智与非理智活动的杂乱活动,并被那按各人应得而为万物厘定分量的造物主之神系缚在命运与生成的轮盘上,而依照奥菲斯所言,除非人们抚平了那些神明——宙斯曾命令“他们使人类的灵魂脱离轮盘而止息,并从祸患中获得喘息”——的怒气,否则绝不可能摆脱此轮。然而,既然来自阿佛洛狄西亚的亚历山大在我看来在其他事情上追随亚里斯多德的论证固然妥当,且优于其他逍遥学派学者,但在亚里斯多德针对柏拉图所说的事情上,在我看来却不再维持亚里斯多德旨在针对柏拉图言论的表象层面的论驳意图,而是怀着某种恶意与他对立,不仅像亚里斯多德那样为了体恤浅近之士而力图反驳表象层面的意思,反而诽谤神圣柏拉图的真意,并企图从那些言论中推导往往甚至不随表象而来的推论;来吧,在此我也将把上帝与亚里斯多德所热爱的真理置于首位,附上亚历山大关于灵魂运动的、作为柏拉图见解的论述,尝试加以检验,这是为了那些对他的言辞涉猎过浅、并可能因此对柏拉图的教义产生成见的人,而这同样也就是指对亚里斯多德的教义和神圣真理产生成见。亚历山大原话如是说:“依照这一论证,按照柏拉图的看法,似乎可以表明诸神的灵魂乃至宇宙的灵魂处于比必死身体中的灵魂更差的境遇中,倘若对一切灵魂而言没有身体固然更好,但这灵魂却绝不会没有身体,因为宇宙身体在生成之后是永恒的,且如他所言被它以不息的运动推动着,而灵魂似乎是以强力推动它的。因为即便由于其他动物的身体更易受情感侵扰,宇宙的身体与这些身体并不相似,但对于那个灵魂而言,自身独存也终究胜于与身体同在。总而言之,对于那些主张周转的身体要么属于四元素之一、要么由四元素构成,继而依照灵魂被推动作非本性的圆周运动的人而言,前述的荒谬结果便会随之而来。”那么,在这些话中,即便亚里斯多德自己希望永恒的天拥有灵魂,并在这卷书中明确说道“天是有灵魂的,并且拥有运动的本原”,以及在后文中又说“但我们对于它们,只是把它们当作物体的存在以及具有秩序却完全无生命的单子来思考,然而应当将它们视为分享着行动与生命”,而亚历山大亦赞同这些主张,那么他又怎么能说,按照柏拉图的看法,诸神的灵魂与宇宙的灵魂被置于比必死身体中的灵魂更差的境遇中呢?——如果离开身体固然更好,而由于诸神的身体永恒且始终具有灵魂,这些灵魂便绝不能离开身体的话。因为这些看法不仅是柏拉图所主张的,也是柏拉图最纯正的听者亚里斯多德以及亚里斯多德最用心的钻研者亚历山大所主张的。再者,如果对于神圣灵魂而言离开身体更好,那么既然它们的身体是永恒的,即便按照他的说法,它们又怎会永远无法获得较好之物呢?

语法注2 条
  1. 2.3εἴη ἂν δεικνύναι

    希求法加 ἄν(εἴη ἄν)后接不定式 δεικνύναι,作无人称用法,相当于 ἐξείη ἄν,意为“似乎可以表明 / 能够指出”。

  2. 2.3ἐν δὴ τούτοις, εἰ καὶ Ἀριστοτέλης αὐτὸς ... πῶς τέως κατὰ Πλάτωνα ... φησὶ

    长篇让步条件从句(εἰ καὶ Ἀριστοτέλης αὐτὸς ... καὶ ὁ Ἀλέξανδρος συντίθεται τούτοις)之后承接主句的反诘疑问句(πῶς τέως ... φησί;)。其骨架在于先摆出亚里斯多德与亚历山大本人亦承认天体具有灵魂的事实,进而质问亚历山大为何单单将此归为柏拉图的荒谬之处。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:377.6-378.24