← 辛普里丘

亚里士多德《论天》注释

§375.24-377.6

对旋涡说与天体受迫运动说的驳斥

辛普利丘详述了亚里斯多德对将天的运行与大地的静止归因于旋涡的自然学说以及主张天体受其自身灵魂强迫旋转之说的驳斥,并进一步阐明“明智的安逸”与伊克西翁神话的比喻是对柏拉图《蒂迈欧篇》相关论述的批评性指涉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#2

Ἀλλ’ οὐδὲ διὰ τὴν ταχεῖαν τοῦ αἰθερίου σώματος δίνησιν ἐλαττουμένης τῆς κατὰ τὴν οἰκείαν ῥοπὴν βαρεῖαν οὖσαν φορᾶς αὐτοῦ τε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἥ τε τοῦ οὐρανοῦ κύκλῳ κίνησις ἀίδιος μένει καὶ ἡ τῆς γῆς ἐν τῷ μέσῳ στάσις, ὡς Ἐμπεδοκλῆς τε ἐδόκει λέγειν καὶ Ἀναξαγόρας καὶ Δημόκριτος· κἂν γὰρ βάρος ἔχῃ καὶ τὸ αἰθέριον σῶμα καὶ ἡ γῆ, ἀλλὰ ταχυτέρας οὔσης τῆς κυκλοφορίας ἢ κατὰ τὴν ἐπὶ τὸ κάτω ῥοπὴν καὶ ἐπικρατούσης ἐκείνης μένειν ἐν τοῖς αὐτοῖς τόποις1 τὴν μὲν γῆν ἐπὶ τοῦ μέσου ἑστῶσαν, τὸν δὲ οὐρανὸν ἐπὶ τοῦ πέριξ κινούμενον, ὥσπερ φασὶ τὸ ἐν τῇ φιάλῃ ὕδωρ οὐκ ἐκχεῖσθαι περιδινουμένης τῆς φιάλης, ἐὰν θᾶττον ἡ δίνησις γένηται τῆς ἐπὶ τὸ κάτω τοῦ ὕδατος φορᾶς. καὶ τοῦτο οὖν ἀπίθανον, φησί, τὸ τοσοῦτον χρόνον σώζεσθαι ταῦτα οὕτως ἔχοντα παρὰ φύσιν· ὀλίγον μὲν γὰρ χρόνον εἰκὸς ἦν διαρκέσαι βεβιασμένην τὴν ἐπὶ τὸ κάτω ῥοπήν, εἰς ἀεὶ δὲ ἀδύνατον, ὥστε οὐδὲ κινεῖσθαι διὰ παντὸς οὕτως οἷόν τε ἦν, εἴπερ βάρος ἔχοντα πρὸς τὸ κάτω ῥέπειν ἐπεφύκει. Ἀλλὰ καὶ τὸ τρίτον ἄλογον τὸ λέγειν ὑπὸ τῆς ἑαυτοῦ ψυχῆς ἀναγκαζόμενον τὸ θεῖον σῶμα μένειν ἀιδίως κινούμενον ἢ ὑπὸ ψυχῆς ἀναγκαζούσης μένειν ἀίδιον τὴν ἐν αὐτῷ κίνησιν. καὶ γὰρ τὸ κατὰ βίαιον ἀνάγκην γινόμενον ἀίδιον εἶναι τῶν ἀδυνάτων ἐστί· παρὰ φύσιν γὰρ τοῦτο, τὸ δὲ παρὰ φύσιν τοῦ κατὰ φύσιν ἔκπτωσις ὂν οὐκ ἀίδιον· δεῖ γὰρ εἶναι καὶ τὸ κατὰ φύσιν, καὶ ἅμα ἄμφω εἶναι ἀδύνατον. οὕτω μὲν ἐπὶ τοῦ κινουμένου τὸ ἀδύνατον ἐνεδείξατο διὰ τοῦ μὴ εὔλογον εἶναι μένειν ἀίδιον ὑπὸ ψυχῆς ἀναγκαζούσης γινόμενον. λοιπὸν δὲ καὶ ἀπὸ τῆς κινούσης ψυχῆς, ὅτι οὐδὲ ταύτης οἷόν τε εἶναι τὴν τοιαύτην ζωὴν ἄλυπον καὶ μακαρίαν, ἀλλὰ ἄσχολον καὶ πάσης ἀπηλλαγμένην ῥᾳστώνης ἔμφρονος, εἴπερ ἄλλως πεφυκότος φέρεσθαι τοῦ πρώτου σώματος, οἷον ἐπὶ τὸ μέσον, ἡ ψυχὴ μετὰ βίας ἄλλως αὐτὸ κινεῖσθαι ἀναγκάζει κυκλοφορούμενον. οὐ γὰρ τὸ κινούμενον μόνον τὴν παρὰ φύσιν καὶ βίαιον κίνησιν κάμνει, ἀλλὰ καὶ τὸ κινοῦν αὐτήν, καὶ μάλιστα εἰ καὶ συνεχῶς καὶ ἀιδίως κινοίη· τὸ μὲν γὰρ πρὸς ἅπαξ, εἰ καὶ ὀχληρόν, ἀλλ’ οἰστὸν ἂν εἴη ταχείας τῆς ἀπαλλαγῆς τοῦ ἐνοχλοῦντος γινομένης, τὸ δὲ συνεχῶς καὶ ἀιδίως ἀφόρητον, καὶ πολλῷ χείρων ὁ τοιοῦτος βίος τοῦ τῶν ἐν τοῖς θνητοῖς ζῴοις ψυχῶν, εἴ γε αὗται μέν, κἂν ἄλλως πεφυκότα κινεῖσθαι τὰ οἰκεῖα σώματα κατὰ τὴν ἐπικρατοῦσαν ῥοπὴν τῶν ἐν αὐτοῖς στοιχείων ἄλλως κινῶσι βαδίζοντα, ἀλλ’ ἀναπαύονταί γε τῆς τοιαύτης ἐνεργείας κατὰ τοὺς ὕπνους καὶ τὰς ἄλλας τῶν ζῴων ἠρεμίας, αἱ δὲ τῶν οὐρανίων ψυχαὶ καὶ ταῦτα θεῖαι οὖσαι οὐδέποτε τοῦ παρὰ φύσιν κινεῖσθαι ἀνοχὴν ἕξουσιν. Ἔμφρονα δὲ ῥᾳστώνην τὴν θεωρητικὴν ὁ Ἀλέξανδρός φησι, διότι δεῖται ὁ θεωρητικὸς νοῦς καὶ ἡ τοιαύτη φρόνησις ῥᾳστώνης μάλιστα. φαίνεται δὲ τὴν μὲν ῥᾳστώνην τὴν ἐν τῷ κινεῖν τὰ σώματα λέγων ὁ Ἀριστοτέλης, τὸ δὲ ἔμφρονα προσθεὶς διὰ τὸ ὑπὸ Πλάτωνος εἰρημένον τὸ “ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον”, ὥσπερ καὶ τὸ Ἰξίονός τινος μοῖραν κατέχειν αὐτὴν ἀίδιον καὶ ἄτρυτον. καὶ γὰρ καὶ τοῦτό μοι δοκεῖ πρὸς ἐκεῖνο τοῦ Πλάτωνος ἀπερρίφθαι τὸ ῥητὸν τὸ λέγον “ἡ δὲ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντῃ διαπλεκεῖσα ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον.” τοῦτο γάρ μοι δοκεῖ παραξέειν ὁ Ἀριστοτέλης2 διὰ τοῦ ἀλλ’ ἀναγκαῖον Ἰξίονός τινος μοῖραν κατέχειν αὐτὴν ἀίδιον καὶ ἄτρυτον. καὶ ὁ μὲν κατὰ τὸν Ἰξίονα μῦθος ἐπιθέσθαι λέγει τῷ γάμῳ τῆς Ἥρας τὸν Ἰξίονα, τὴν δὲ νεφέλην μορφώσασαν ἀνθ’ ἑαυτῆς αὐτῷ προσιέναι· μιχθέντος δὲ αὐτοῦ τῇ νεφέλῃ γεννηθῆναι τὸν Κένταυρον· γνόντα δὲ τὸν Δία παρὰ τῆς Ἥρας τροχῷ τὸν Ἰξίονα προσδῆσαι, ὥστε ἀπαύστως ἐπ’ αὐτοῦ φέρεσθαι.

然而,天作圆周运动的永恒保持以及大地在中心的静止,亦非由于以太物体的迅速旋转减弱了天自身与大地依照其固有倾向(即重性)的运动,正如恩培多克勒、阿那克萨哥拉与德谟克利特似乎所主张的那样。因为他们说,即便以太物体与大地都具有重量,但由于周转运动快于其向下的倾向并压倒了后者,故大地静止于中心、天环绕周边运动而留在相同的位置上,正如人们所说,当浅盘被旋转时,如果旋转的速度快于水向下的运动,盘中的水就不会倾泻出来。因此他说,这同样是难以令人信服的,即这些事物以这种违背本性的方式维系如此长久的时间。因为向下的倾向受强力压制而维持短暂的时间固然是可能的,但维持至永远则是不可能的;因此,如果它们具有重量且天然倾向于向下倾斜,它们也绝不可能始终如此运动。然而第三种说法同样是不合理的,即声称神圣物体受其自身灵魂的强迫而永恒运动,或者由于灵魂的强迫而使其内部的运动永远保持。盖因依照强迫的必然性而发生之事绝不可能永恒;因为这是违背本性的,而违背本性之物作为对合乎本性之物的偏离,并非永恒之物;因为合乎本性之物亦必须存在,而二者同时存在则是不可能的。这样,对于被推动者而言,他就通过指出因灵魂强迫而发生之事永远保持并不合理,揭示了其不可能。接着,他又从推动者的灵魂这一角度表明,即便对于该灵魂而言,此类生命亦不可能毫无痛苦且是幸福的,反而是劳碌且丧失了一切明智的安逸的,倘若当第一物体天然倾向于以别的方式(例如朝向中心)运动时,灵魂却以强力迫使它作周转运动而以别的方式运动。因为不仅作违背本性且受强迫之运动的被推动者会感到劳累,推动它的动作者亦是如此,尤其当它连续且永恒地推动时更是如此。盖因仅此一次之事即便令人困扰,但由于对干扰之物的摆脱来得迅速,尚属可以忍受;但连续且永恒之事则是不可忍受的,并且此类生命远逊于凡俗动物之中灵魂的生命;既然凡俗动物的灵魂即便在其自身身体依照其内部元素占主导地位的倾向天然以别的方式运动时,使之行走而以别的方式运动,但在睡眠和动物的其他安息之中至少能从此类活动中休歇;然而天体的灵魂虽为神圣之物,却绝不能从违背本性的运动中得到暂歇。亚历山大称“明智的安逸”是指沉思的安逸,因为沉思的理智和此类智慧尤其需要安逸。然而亚里斯多德似乎将“安逸”指称推动身体时的轻松,而加上“明智的”则是因为柏拉图所说的那句“为一切时间开启了不息且明智的生命”;正如他也谈及“某种伊克西翁的命运永恒而不知疲倦地主宰着它”一样。因为在我看来,这一说法也是针对柏拉图那段话而发的,那段话说道:“而灵魂从中心到最外层的天在各处交织贯穿,为一切时间开启了不息且明智的生命。”亚里斯多德通过说“但必然有某种伊克西翁的命运永恒而不知疲倦地主宰着它”,在我看来似乎是在对那段话进行讥刺。关于伊克西翁的神话谈到,伊克西翁企图侵犯赫拉的婚姻,而赫拉化出云朵代替自己接近他;当他与云朵交合后,便生出了半人马;宙斯从赫拉处知晓此事后,将伊克西翁绑在一个轮子上,使他在其上无休止地旋转飞驰。

语法注2 条
  1. 2.3κἂν γὰρ βάρος ἔχῃ καὶ τὸ αἰθέριον σῶμα καὶ ἡ γῆ, ἀλλὰ ταχυτέρας οὔσης τῆς κυκλοφορίας ἢ κατὰ τὴν ἐπὶ τὸ κάτω ῥοπὴν καὶ ἐπικρατούσης ἐκείνης μένειν ἐν τοῖς αὐτοῖς τόποις

    不定词 μένειν 承接前文 λέγειν 所引出的间接引语(表述恩培多克勒等人的主张)。κἂν ... ἔχῃ 引导让步从句,ἀλλά 引导让步之后的正句(“即使……,然而……”),ταχυτέρας οὔσης ... καὶ ἐπικρατούσης 为表示原因的属格独立结构。

  2. 2.3τοῦτο γάρ μοι δοκεῖ παραξέειν ὁ Ἀριστοτέλης

    动词 παραξέειν 本义为“擦过”、“蹭过”,在此处比喻性地用于指对前人言论的“影射”、“嘲弄”或“讽刺性指责”。其直接宾语为指代前文柏拉图引语的 τοῦτο。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:375.24-377.6