- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:374.1-375.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对亚里士多德《论天》第二卷开篇文句,论证了天的圆周运动是合乎本性且免于劳苦与强迫必然性的,批判了将天的运动或留驻归于神话、自然或灵魂必然性的前人学说,并阐明了阿特拉斯神话的象征与哲学意涵。
" Πρὸς δὲ τούτοις ἄπονος ἕως τοῦ ἀλλὰ τῶν μὲν τοιούτων λόγων ἅλις ἔστω τὰ νῦν." Συμπερανάμενος τὰ ἐν τῷ πρώτῳ βιβλίῳ ἀποδειχθέντα, ὅτι ἀγένητος καὶ ἄφθαρτός ἐστιν ὁ οὐρανὸς καὶ πάσης θνητῆς δυσχερείας ὑπερανέχων, ἐντεῦθεν λοιπὸν δείκνυσιν, ὅτι ἄπονος καὶ φυσικὴ καὶ οὐ βίαιος οὐδὲ ἐξ ἀνάγκης ἐστὶν αὐτῷ ἡ κύκλῳ κίνησις καὶ ἡ ἐν ταὐτῷ μονή. καλῶς δὲ τῷ ἀναγκαίῳ τὸ βίαιον συνέθηκεν, ὅτι μὴ πᾶν τὸ ἀναγκαῖον βίᾳ· τὰ γὰρ ἀίδια ἐξ ἀνάγκης μὲν ἔστιν, οὐ μὴν βίᾳ. δείκνυσι δέ, ὅτι ἄπονον καὶ κατὰ φύσιν ἔχει τὴν κύκλῳ κίνησιν, οὕτως· ὁ οὐρανὸς οὐδεμιᾶς προσδεῖται βιαίας ἀνάγκης, ἥτις φέρεσθαι πεφυκότα αὐτὸν ἄλλως, οἷον ἐπὶ τὸ κάτω, κωλύει ἐκείνην μὲν τὴν ῥοπὴν ἐπέχουσα, κύκλῳ δὲ ποιοῦσα κινεῖσθαι·1 τὸ μηδεμιᾶς βιαίου ἀνάγκης πρὸς τὴν ἑαυτοῦ κίνησιν δεόμενον ἄπονον ἔχει τὴν κίνησιν· ὁ οὐρανὸς ἄρα ἀπόνως καὶ κατὰ φύσιν κινεῖται τὴν κύκλῳ κίνησιν. καὶ ὅτι μὲν τὸ μηδεμιᾶς ἀνάγκης τοιαύτης προσδεόμενον ἀπόνως κινεῖται, ἔδειξεν ἐκ τοῦ τὸ δεόμενον ἀνάγκης ἐπίπονον εἶναι καὶ διαθέσεως τῆς ἀρίστης ἄμοιρον· ἡ γὰρ ἀρίστη διάθεσις οὐ κατὰ βίαιον ἀνάγκην, ἀλλὰ κατὰ τὴν κατὰ φύσιν ὑπάρχει τελειότητα. οὐ μόνον δὲ τὸ βίαιον ἐπίπονον, ἀλλὰ καὶ τὸ ἐπίπονον ὂν βίαιον· εἰ οὖν τὸ ἐπίπονον βίαιον, τὸ μὴ δεόμενον βιαίας ἀνάγκης ἄπονον ἂν εἴη. ὅτι δὲ ὁ οὐρανὸς οὐ δεῖται βιαίας ἀνάγκης, δῆλον μὲν καὶ ἐκ τοῦ θεῖον ὄντα τὴν ἀρίστην ἔχειν διάθεσιν, τὸ δὲ τὴν ἀρίστην ἔχον διάθεσιν μὴ δεῖσθαι βιαίου ἀνάγκης, εἴπερ τὰ βιαίου δεόμενα ἀνάγκης ἄμοιρα τῆς ἀρίστης ἐστὶ διαθέσεως αὐτοφυοῦς οὔσης καὶ οὐ βιαίου. δῆλον δὲ καὶ ἐκ τοῦ τοὺς ἀνάγκην τινὰ τῆς τοιαύτης τῷ οὐρανῷ κινήσεως ἢ τῆς μονῆς αἰτιωμένους δείκνυσθαι μηδὲν λέγοντας ἀκριβές. καὶ γὰρ οἱ μὲν μυθικὴν εἰσάγουσιν ἀνάγκην τοῦ μὴ πίπτειν τὸν οὐρανόν, ἀλλ’ ἄνω μένοντα περιφέρεσθαι, ὥσπερ Ὅμηρος τὸν Ἄτλαντα λέγων· Ἄτλας δ’ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ’ ἀνάγκης, καὶ ἔχει δέ τε κίονας αὐτὸς μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. οἱ δὲ φυσικὴν ἀνάγκην αἰτιῶνται τοῦ μὴ φέρεσθαι κάτω τὴν δίνησιν ἐπικρατοῦσαν τῆς οἰκείας ῥοπῆς αὐτοῦ ἐλάττονος οὔσης, ὥσπερ Ἐμπεδοκλῆς λέγει καὶ Ἀναξαγόρας· οἱ δὲ ψυχικὴν τὴν ἀνάγκην φασὶ τῆς ψυχῆς αὐτοῦ ἀναγκαζούσης ἀίδιον μένειν τὴν κίνησιν τὴν τοιαύτην, ὥσπερ ὁ Πλάτων ἐν Τιμαίῳ λέγειν ἐδόκει περὶ τῆς τοῦ οὐρανοῦ ψυχῆς “ἡ δὲ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντῃ διαπλακεῖσα ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον.” ἀλλ’ ὁ μὲν περὶ Ἄτλαντος, καὶ ὅτι μῦθος, οὐδεμίαν ἀποδεικτικὴν ἀνάγκην εἰσάγει, καὶ ὅτι οἱ συστήσαντες αὐτὸν ἐῴκεσαν καὶ αὐτοὶ νομίζειν βάρος ἔχειν γεηρὸν τὰ οὐράνια καὶ διὰ τοῦτο δεῖσθαί τινος ἀνάγκης ἐμψύχου τῆς ἀνεχούσης αὐτά. εἰ τοίνυν δέδεικται μήτε βάρος ἔχοντα μήτε κουφότητα τὰ οὐράνια, δῆλον, ὅτι παρέλκων ἄν εἴη ὁ μῦθος διὰ τὴν τοῦ βάρους ὑποψίαν πλασθείς. ἀλλ’ εἰ μὲν πλάσμα τι ἀνθρώπειον τοῦτο τὸ κατὰ τὸν Ἄτλαντά ἐστιν ἀπὸ τῆς τοῦ βάρους ὑποψίας πλασθέν, ἐλήλεγκται τῷ ὄντι περιττὸν ἐκ τοῦ μήτε βάρος μήτε κουφότητα τοῖς οὐρανίοις ὑπάρχοντα ἀποδεδεῖχθαι,2 εἰ δὲ μῦθος ὄντως ἐστὶ θεῖόν τι κρύπτων ἐν ἑαυτῷ καὶ σοφόν, λεγέσθω, ὅτι Ἄτλας εἷς μέν ἐστι καὶ αὐτὸς τῶν περὶ τὸν Διόνυσον Τιτάνων, διὰ δὲ τὸ μὴ τελέως ἐξαμαρτεῖν εἰς αὐτόν, τουτέστι μὴ κατὰ τὴν Τιτανικὴν μόνην διάκρισιν ἐνεργῆσαι περὶ τὴν Διονυσιακὴν δημιουργίαν, ἀλλ’ ἀποκλίνειν πως καὶ πρὸς τὴν Δίον συνοχὴν κατ’ ἄμφω τὰς ἰδιότητας ἐνεργεῖ περὶ τὰς μεγίστας τοῦ κόσμου μερίδας διακρίνων μὲν καὶ ἀνέχων τὸν οὐρανὸν ἀπὸ τῆς γῆς, ὡς μὴ ἐπισυγχεῖσθαι τὰ ἄνω τοῖς κάτω· ὡς γὰρ ὑπεζωκώς τις, οὐ μὴν νοερός, διακρίνει κατὰ τὸ λόγιον πῦρ πρῶτον καὶ πῦρ ἕτερον σπεύδοντα μιγῆναι· διακρίνει δὲ καὶ ἀνέχει μετὰ τοῦ συνέχειν ἐν ἀλλήλαις αὐτάς· καὶ γὰρ αἱ κίονες τὴν συναμφότερον ἔχουσι δύναμιν διακριτικήν τε ἅμα καὶ συνοχικὴν τῶν ὑπερκειμένων πρὸς τὰ ὑποκείμενα.
“此外,免于劳苦……”至“但关于此类说法,眼下就谈这么多吧。” 在总结了第一卷中所证明的事项——即天是无生成且不灭的,超拔于一切凡俗的困厄之上——之后,他接下来证明天作圆周运动和留在同一处所是免于劳苦的、自然的,既非强迫的,亦非出于必然。他将强迫与必然结合在一起是恰当的,因为并非一切必然之事都出于强迫;盖因永恒之物固然出于必然存在,却绝非出于强迫。他证明天具有免于劳苦且合乎本性的圆周运动,其论证如下:天不需要任何强迫的必然性,在它天然倾向于以别的方式(如向下)运动时,通过阻遏那种倾向并使其作圆周运动来阻止它;为自身运动而无需任何强迫的必然性之物,其运动是免于劳苦的;因此天免于劳苦且合乎本性地作圆周运动。而无需此类必然性之物作免于劳苦的运动,他是由需要必然性之物伴随劳苦且缺乏最佳状态这一事实来证明的;因为最佳状态并非按照强迫的必然性存在,而是按照合乎本性的完满性存在。不仅强迫之事是伴随劳苦的,而且伴随劳苦之事也是强迫的;因此,如果伴随劳苦之事是强迫的,那么无需强迫的必然性之物就将是免于劳苦的。至于天无需强迫的必然性,这从它作为神性之物拥有最佳状态、而拥有最佳状态者无需强迫的必然性这一点亦显而易见,既然需要强迫的必然性之物缺乏那自然生成而非强迫的最佳状态。此外,从那些将天的此类运动或留驻归咎于某种必然性的人被证明并未道出任何确凿之论,这一点也是明显的。盖因有人引入了天不坠落反而在上方留驻并旋转的神话必然性,正如荷马谈及阿特拉斯时所说:“阿特拉斯在强大的必然性下支撑着广袤的天宇,他自身把持着长柱,将大地与天宇分隔在两边。”另一些人则将不向下运动归因于自然必然性,即旋涡运动压倒了其自身较小的固有倾向,正如恩培多克勒和阿那克萨哥拉所说;还有一些人称之为灵魂的必然性,即它的灵魂强迫这一运动永远保持,正如柏拉图在《蒂迈欧篇》中论及天的灵魂时似乎所言:“而灵魂从中心到最外层的天在各处交织贯穿,为一切时间开启了不息且明智的生命。”然而关于阿特拉斯的说法,因其是神话,既不引入任何证明性的必然性,且构建该神话的人自己似乎也认为天体具有土性的重量,并因此需要某种有生命的必然性来支撑它们。因此,如果已经证明天体既不具有重量亦不具有轻性,显然这一因怀疑具有重量而虚构的神话便是多余的。但是,如果关于阿特拉斯的这一说法是出于对重量的怀疑而虚构的人类捏造,那么它确实已经由于天体既不具有重量亦不具有轻性这一证明而被驳斥为多余;但若它确实是自身隐匿着某种神圣与智慧的真神话,那么应当说:阿特拉斯自身也是环绕狄奥尼索斯的提坦之一,但因并未对狄奥尼索斯彻底犯罪,亦即并未关于狄奥尼索斯的创世仅按提坦的分离方式起作用,而是在某种程度上也倾向于宙斯的整合,故他按照这两种特质作用于宇宙的最大部分,将天与地分离并支撑天,以免上方之物与下方之物相混同;因为正如神谕所云,他作为某种类似横膈膜之物(虽非理智性的),将急于混合的第一火与另一火分隔开来;而且他不仅分离并支撑它们,同时也使它们在彼此之中结合在一起;因为长柱同样兼备两者之能力,对于居上之物与居下之物,它既是分离性的,同时也是整合性的。
- 2.3ἥτις φέρεσθαι πεφυκότα αὐτὸν ἄλλως, οἷον ἐπὶ τὸ κάτω, κωλύει ἐκείνην μὲν τὴν ῥοπὴν ἐπέχουσα, κύκλῳ δὲ ποιοῦσα κινεῖσθαι
关系从句的结构。动词 κωλύει 的宾语为分词短语 φέρεσθαι πεφυκότα αὐτόν(天然倾向于以别的方式运动的他),其中不定式 φέρεσθαι 依附于分词 πεφυκότα。两个现在分词短语 ἐκείνην μὲν τὴν ῥοπὴν ἐπέχουσα 和 κύκλῳ δὲ ποιοῦσα κινεῖσθαι 为与主语 ἥτις 一致的阴性主格分词,作伴随状语修饰 κωλύει(“阻遏那一倾向并使其作圆周运动”)。
- 2.3ἐκ τοῦ μήτε βάρος μήτε κουφότητα τοῖς οὐρανίοις ὑπάρχοντα ἀποδεδεῖχθαι
由介词 ἐκ 引导的定冠词不定式结构。完成时被动不定式 ἀποδεδεῖχθαι 的宾格主语为 μήτε βάρος μήτε κουφότητα,现在分词 ὑπάρχοντα 为中性复数宾格,作谓述性修饰与主语一致,支配与格 τοῖς οὐρανίοις(“由于已证明天体既不具有重量亦不具有轻性”)。
