← 辛普里丘

亚里士多德《论天》注释

§373.1-373.36

天球不受动传热与天作为上方之所

辛普里丘借助电鳐等比喻解释了天球何以在自身不承受受动性加热的情况下将太阳的热力传导至月下领域,并辩护了亚里士多德将天称为“上方之所”的用法,从而结束了对第一卷的注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#3

Ἀλλ’ εἰ ἀπαθῆ, φησί, τῶν τοιούτων παθῶν τὰ οὐράνια, πῶς τῆς σεληνιακῆς σφαίρας ὑπὸ τοῦ ἡλίου μὴ θερμαινομένης τὸ ὑπέκκαυμα καὶ ὁ ἀὴρ θερμαίνεται ὑπ’ αὐτοῦ τοῦ μεταξὺ μηδὲν πεπονθότος;1 καὶ λύουσι λέγοντες μὴ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος πάσχειν, ἀλλὰ τὸ πεφυκός· τοιγαροὖν οὔτε ἀκοὴ χρωμάτων οὔτε ὀφθαλμοὶ ψόφων ἀντιλαμβάνονται διὰ τὸ ἀπαθεῖς ὑπ’ αὐτῶν εἶναι. ἐναργὲς δὲ τεκμήριον ποιοῦνται τοῦ μὴ τὸ τυχὸν εἰς τὸ τυχὸν δρᾶν μηδὲ τὰ μεταξὺ πάντως πάσχειν τὰ διαδιδόντα τὸ πάθος τὸ ἐπὶ τῆς θαλαττίας νάρκης συμβαῖνον. ὅταν γὰρ εἰς τὸ δίκτυον ἐμπέσῃ, οἱ μὲν ἐχόμενοι τῶν κάλων τοῦ δικτύου ναρκῶσιν ἄνθρωποι, οἱ δὲ κάλοι τοιοῦτον πάσχουσιν οὐδὲν τῷ μὴ εἶναι τούτου τοῦ πάθους δεκτικούς· καὶ τοὺς ὑπερνηχομένους δὲ τῆς νάρκης ἰχθύας ναρκᾶν φασι καὶ καταφέρεσθαι οὐ δήπου τοῦ μεταξὺ ναρκῶντος ὕδατος.2 οὐδὲν οὖν ἄτοπον καὶ τὸ σῶμα τῆς σεληνιακῆς σφαίρας διαπέμπειν τὴν τοῦ ἡλίου θέρμην εἰς τὰ ὑπὸ σελήνην αὐτὸ μὴ θερμαινόμενον παθητικῶς· φθορὰ γὰρ ἄν τις καὶ γένεσις πάντως τῇ τοιαύτῃ ἀλλοιώσει συνυπῆρχε. ζωτικῶς δὲ καὶ τελεσιουργῶς οὐδὲν κωλύει τὴν σεληνιακὴν σφαῖραν ὑπὸ τοῦ ἡλίου παθοῦσαν διαπέμπειν μὲν εἰς τὸ ὑπὸ σελήνην τὰς ἡλιακὰς ἀκτῖνας, τοῦτο δὲ πάσχειν ὑπ’ αὐτῶν, ὡς αὐτὸ πέφυκε πάσχειν· πέφυκε δὲ θερμαινόμενον παθητικῶς καὶ διακρινόμενον·3 καὶ γὰρ καὶ ἄλλων ἀστέρων μεθέξεις οὐκ οὖσαι θερμαὶ ἢ ψυχραὶ κατὰ τὴν παθητικὴν θερμότητα καὶ ψῦξιν τοιαύτας ὅμως τοῖς τῇδε διαθέσεις ἐμποιοῦσι· καὶ φωτιζομένη οὖν ὑπὸ τοῦ ἡλίου ἡ σελήνη καὶ τὸ φῶς εἰς ἡμᾶς διαπέμπουσα αὐτὴ μὲν οὐ θερμαίνεται παθητικῶς οὐδὲ διακρίνεται ὑπὸ τοῦ φωτός, τὰ δὲ ὑπὸ σελήνην παθητικῶς αὐτοῦ μετέχει. Ταῦτα δὲ τὰ νῦν ῥηθέντα καὶ ὁ Ἀλέξανδρος σαφῶς ὡμολόγησε περὶ τοῦ αἰθερίου καὶ κυκλοφορητικοῦ σώματος εἰρῆσθαι καὶ οὐκέτι περὶ τοῦ ὅλου κόσμου. πῶς οὖν τὰ πρὸ αὐτῶν περὶ τοῦ ὅλου κόσμου μόνου νενόμικεν εἰρῆσθαι μιᾶς οὔσης τῆς τῶν λόγων συνεχείας; τὸν δὲ οὐρανὸν καὶ τὸν ἄνω τόπον εἶπεν, οὐχ ὅτι ταὐτὸν νομίζει τὸ πέριξ καὶ τὸ ἄνω· τὸ γὰρ ἄνω καὶ τὸ κάτω πέρατα τῆς εὐθείας ἐστὶν ἀλλήλοις ἀντικείμενα, καί ἐστιν ὁ ἄνω τόπος, ἐφ’ ὃν φέρεται τὰ κουφότητα ἔχοντα σώματα, ὥσπερ κάτω, ἐφ’ ὃν τὰ βαρέα· ἀλλ’ ἢ τῇ δόξῃ τῶν πολλῶν συνεξέδραμε τὸ πέριξ ἄνω καλούντων, ἢ ὅτι τοῦ ἄνω προσεχῶς τὸ πέριξ ὑπέρκειται, καὶ οὐκ ἀπεικότως ἂν καὶ αὐτὸ λέγοιτο ἄνω. Μέχρι μὲν οὖν τούτου τὰ ἐν τῷ πρώτῳ βιβλίῳ περί τε τοῦ κυρίως οὐρανοῦ καὶ δευτέρως περὶ τοῦ κόσμου ῥηθέντα συνεπεράνατο.

“但是,如果天体免于此类受动,”有人说,“那么当月球天球不被太阳加热时,易燃物质与空气何以由太阳加热,而处于中间者却未承受任何受动呢?”人们通过指出并非任意之物都受任意之物的影响、而是由天生具备承受能力之物所承受来化解这一疑难;因此,听觉不能感知颜色,双目亦不能感知声音,乃是因为它们不受这些事物的影响。而他们用来证明并非任意之物都作用于任意之物、且居中传导受动之物也绝非必然承受受动的确凿证据,便是海中电鳐身上所发生的事情。因为每当它落入渔网中时,握住网绳的人会感到麻木,但绳索却不承受任何此类影响,由于它不接纳这种受动;他们还说,从电鳐上方游过的鱼类也会麻木并沉落,而处于其间的水当然并未麻木。因此,月球天球的实体在自身不承受受动性加热的情况下,将太阳的热力传递给月下之物,并无任何荒谬之处;因为某种消灭与生成无论如何都会伴随这种变质而共存。但没有什么妨碍月球天球以生命性的、完型的方式承受来自太阳的影响,一方面将太阳光线传导至月下领域,另一方面月下领域按照自身天生的受动方式承受这些光线的影响;而月下领域天生就是通过受动性地受热和分解来承受影响的。因为其他星辰的参与虽然就受动性的冷热而言并非是热的或冷的,却依然能在此地之物中产生这样的状态;因此,月亮被太阳照亮并将光传递给我们时,它自身既不承受受动性加热,亦不被光所分解,但月下之物却受动性地分有它。亚历山大也明确承认,方才所说的这些话乃是关于以太的、作圆周运动的物体而言的,而不再是关于整个宇宙而言的。那么,在论述具有单一连续性的情况下,他怎么会认为在此之前的论述仅仅是关于整个宇宙的呢?至于〔亚里士多德〕将天称为“上方之所”,并非因为他认为外周与上方是同一回事——因为上方与下方乃是直线的相反端点,上方之所是具有轻性的物体所运向的地方,正如底处是重物所运向的地方一样——而是要么他顺应了将外周称为上方的众人之习俗见解,要么是因为外周紧邻上方之所并居于其上,从而它自身亦被称为上方并不无道理。至此,他便总结了第一卷中关于严格意义上的天以及次要意义上的宇宙所说的内容。

语法注3 条
  1. 2.2τοῦ μεταξὺ μηδὲν πεπονθότος

    属格绝对结构,表让步(“尽管居间者自身并未承受任何受动”),引出介质本身未受变质却能传导作用这一反常难题。

  2. 2.2οὐ δήπου τοῦ μεταξὺ ναρκῶντος ὕδατος

    带有反问/推测否定小词 οὐ δήπου 的属格绝对结构(“其间的水当然绝无麻木”),强调作为传导介质的水本身绝不会承受麻木这一受动。

  3. 2.2πέφυκε δὲ θερμαινόμενον παθητικῶς καὶ διακρινόμενον

    上下文所承接的主语是 τὸ ὑπὸ σελήνην(月下领域/事物)。分词 θερμαινόμενον 与 διακρινόμενον 作补足成分,意为“而它天生是通过受动性地受热和分解来承受影响的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:373.1-373.36