← 辛普里丘

亚里士多德《论天》注释

§371.18-372.34

关于天界运动作为极限的三段论与无困厄性

辛普里丘阐明亚里士多德关于天界运动是其他运动极限的论证其实是有效的第一格三段论,而非表面上的第二格谬误,评析了亚历山大的解释,并结合柏拉图《蒂迈欧篇》论述了天界运动如何作为生成的起点原因与接纳消灭的停歇,进而阐明了天体免受有死者困厄的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#2

πῶς δὲ ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συλλογίζεσθαι δοκεῖ λέγων· τὸ πέρας περιέχει· ἡ οὐρανία κίνησις τελεία οὖσα περιέχει· ἡ ἄρα οὐρανία κίνησις τελεία οὖσα πέρας ἐστίν; ἀδόκιμος γὰρ ὁ τρόπος οὗτος τῆς συμπλοκῆς ἐν τῷ δευτέρῳ σχήματι ὡς μηδὲν ἀναγκαῖον συμπέρασμα συνάγων. ἀλλ’ ἐν πρώτῳ σχήματι συνήγαγε τὸν συλλογισμὸν ὁ Ἀριστοτέλης οὕτως· ἡ τοῦ οὐρανοῦ κίνησις τέλειος οὖσα περιέχει τὰς ἄλλας κινήσεις· ἡ περιέχουσα τὰς ἄλλας κινήσεις πέρας ἐστὶ τῶν ἄλλων κινήσεων· τῶν γὰρ περιεχόντων ἐστὶν ἴδιον τὸ πέρας εἶναι τῶν περιεχομένων, ὅπερ αὐτὸς ἐνεδείξατο διὰ τοῦ τὸ γὰρ πέρας τῶν περιεχόντων ἐστίν,1 οὐκ ἴσον, ὡς οἶμαι, λέγων, ὡς ὁ Ἀλέξανδρός φησιν, τῷ ἐν τοῖς περιέχουσι τὸ πέρας ἐστίν· εἰ γὰρ ἐν τοῖς περιέχουσι τὸ πέρας, μερικώτερον ἂν εἴη τὸ πέρας τῶν περιεχόντων, καὶ οὐκέτι εἰπεῖν ἀληθές, ὅτι τὸ περιέχον πέρας ἐστίν, ὥσπερ οὐδὲ ὅτι τὸ ζῷον ἄνθρωπός ἐστιν, ἐπειδὴ ὁ ἄνθρωπος ἐν τῷ ζῴῳ ἐστίν· οὐ γὰρ κατηγορεῖται τῶν ὁλικωτέρων τὰ μερικώτερα, ἀλλὰ ἀνάπαλιν. ὁ δὲ Ἀλέξανδρος “οὐ συλλογιζόμενος” φησὶ “λέγει τοῦτο, ἀλλ’ ὡς ὁμοιότητά τινα δεικνὺς τῆς τελείου κινήσεως πρὸς τὸ πέρας· ἀμφότερα γὰρ περιέχει καὶ τὸ πέρας καὶ ἡ τέλειος κίνησις”. ἀλλ’ ὅτι μὲν ἡ τοῦ οὐρανοῦ κίνησις ἄπαυστος οὖσα περιέχει τὰς ἄλλας ἁπάσας κινήσεις τὰς ἀρχὴν καὶ τέλος ἐχούσας, πρόδηλον, εἴπερ προυπάρχει τε αὐτῶν καὶ συνυπάρχει καὶ μεθυπάρχει, καὶ μέρος τι τῆς ὅλης, οἷον ἡ ἐτήσιος περιφορά, μέτρον γίνεται τοῦ ἐτησίου τῶν ἐπικήρων βίου ἢ τῆς ὁποίας αὐτῶν μεταβολῆς. ὡς οὖν τῆς ἡμερησίας ἢ ἐνιαυσίου περιφορᾶς καὶ ἡ ἀρχὴ καὶ τὸ πέρας ἐν τῇ ὅλῃ περιέχεται, οὕτω καὶ τῶν ὑπὸ σελήνην κινήσεων ἑκάστη, καὶ διὰ τοῦτο καὶ περιέχειν λέγεται τὰς ἄλλας κινήσεις καὶ πέρας αὐτῶν ὑπάρχειν αὐτὴ πέρας οὐκ ἔχουσα. καὶ γὰρ αἱ ἀρχαὶ καὶ τὰ πέρατα τῶν προσκαίρων ὑπὸ τῆς ἀνεκλείπτου ὁρίζονται· ἀνέκλειπτος γὰρ ἐκείνη διὰ τὸ πᾶν τὸ ληφθὲν αὐτῆς οὐ μόνον πέρας εἶναι τῆς προηγησαμένης, ἀλλὰ καὶ τῆς ἐσομένης ἀρχήν. ἐν ᾧ δὲ τὸ αὐτὸ πέρας ἐστὶ καὶ ἀρχή, πῶς ἂν εἴη τοῦτό ποτε ἐκλείπειν ἢ ἀρχὴν ὅλως ἢ τέλος ἔχειν ἀφωρισμένα; τοιαύτη οὖν οὖσα ἡ τοῦ οὐρανοῦ κίνησις εἰκότως τῶν ἄλλων τῶν μὲν αἰτία τῆς ἀρχῆς ἐστι, τῶν δὲ δέχεται τὴν παῦλαν, αἰτία μὲν τῆς ἀρχῆς, διότι ἀπὸ ταύτης πᾶσα ἡ γένεσις, οὐχ ὁμοίως δὲ τῆς παύλας αἰτία, διότι προηγουμένως οὐκ ἔστι φθορᾶς αἰτία ἡ τοῦ οὐρανοῦ κίνησις, ὥσπερ οὐδὲ ὁ δημιουργὸς θεός, ἀλλ’ ἀναγκαίως ἐπεισῆλθεν ἡ φθορὰ τοῖς ἀεὶ μὴ δυναμένοις ὑποστῆναι, ὥσπερ καὶ ἡ νόσος τοῖς μὴ πεφυκόσιν ὑγιαίνειν ἀεί· δέχεται μέντοι τὴν παῦλαν τῶν παυομένων, καὶ ὅτι, ὥσπερ ἡ ἀρχὴ ἐν αὐτῇ, οὕτω καὶ ἡ παῦλα ἐν αὐτῇ ἐστι, καὶ μᾶλλον ὅτι ἡ ἄλλου φθορὰ ἄλλου γένεσις γίνεται, καὶ τὰ ἐν τοῖς συνθέτοις στοιχεῖα διαλυόμενα ταῖς ἑαυτῶν ὁλότησιν ἀποδίδοται. καί μοι δοκεῖ τὸ Πλατωνικὸν ἐκεῖνο παραξέειν ἐν τούτοις ὁ Ἀριστοτέλης τὸ ἐν Τιμαίῳ ῥηθὲν ὑπὸ τοῦ δημιουργοῦ θεοῦ πρὸς τοὺς οὐρανίους θεοὺς “τροφήν τε διδόντες αὔξετε καὶ φθίνοντα πάλιν δέχεσθε”. Εἰπὼν οὖν, ὅτι διὰ τὸ ἀνέκλειπτον τῆς κινήσεως καὶ τὸ ἀθάνατον οἱ ἀρχαῖοι τὸν οὐρανὸν τοῖς θεοῖς ἀπένειμαν, ἐπήγαγεν ὁ δὲ νῦν μαρτυρεῖ λόγος, ὡς ἄφθαρτος καὶ ἀγένητος ταῖς ἀναποδείκτοις καὶ αὐτοφυέσιν ἐκείνων ἐννοίαις τὴν ἀποδεικτικὴν ἀκρίβειαν προστιθείς, προσαποδείξας δὲ καί, ὅτι ἀπαθὴς πάσης θνητῆς δυσχερείας2 ἐστίν· οὐχ ἁπλῶς ἀπαθής· πάσχει γάρ τι ὑπ’ ἀλλήλων τὰ οὐράνια τελειούμενα, ὡς ἐναργῶς δηλοῦσιν οἱ τῆς σελήνης ὑπὸ τοῦ ἡλίου γινόμενοι φωτισμοὶ καὶ τῶν διαφόρων συγκράσεων αἱ διάφοροι εἰς τὰ ὑπὸ σελήνην ἐνέργειαι· ἀλλ’ ἀπαθὴς πάσης θνητῆς δυσχερείας. οὕτω γὰρ αὐτὸν καὶ ἀναλλοίωτον ἔδειξεν ἐν τῷ πρὸ τούτου βιβλίῳ τὰς παθητικὰς ἀλλοιώσεις ἀποφήσας αὐτοῦ τὰς τοῖς γινομένοις καὶ φθειρομένοις συνυπαρχούσας.

然而,当他说“极限包含;天界运动作为完全的包含;因此天界运动作为完全的是极限”时,怎么会显得是在第二格中由两个肯定命题进行推论呢?因为第二格中的这种联结方式是无效的,由于它不能得出任何必然的结论。但是亚里士多德是在第一格中如此推导出三段论的:“天的运动作为完全的,包含其他运动;包含其他运动的,是其他运动的极限;[因此天的运动是其他运动的极限]。”因为作为被包含者的极限,乃是包含者的固有属性,这正是他自己通过“因为极限属于包含者”这一言说所表明的;在我看来,他这并不是说与亚历山大所说的“极限存在于包含者之中”相等同的话。因为如果极限存在于包含者之中,极限就会比包含者更为局部,从而说包含者是极限便不再是真实的,正如不能因为人属于动物便说动物是人一样;因为更局部的项不能用来陈述更普遍的项,反之才可以。而亚历山大则说:“他并非以推论的方式说这番话,而是为了表明完全的运动与极限之间的某种相似性;因为极限与完全的运动二者都在包含。”但是,天的运动作为永不停息的,包含着一切具有起点和终点的其他运动,这一点是显而易见的,如果它确实先于它们存在、与它们共存并在它们之后存在,并且其整体的某个部分——例如周年的旋转——成为了有死者一年的生命或其任何变化的尺度的话。因此,正如一日或一年的旋转其起点与极限都被包含在整体之中一样,月下的每一种运动亦复如是;正因如此,天的运动自身虽无极限,却被称为包含其他运动并且是它们的极限。因为暂时事物的起点与极限都是由这永不衰竭的运动所规定的;这运动之所以永不衰竭,乃是因为从中任取一点,都不仅是先行者的极限,而且是将至者的起点。而在同一点既是极限又是起点的事物中,它又怎会停竭,或根本具有被明确界定的起点或终点呢?因此,天的运动既然具有如此性质,理所当然地便成为其他运动中某些运动的起点原因,并接纳另一些运动的停歇:它是起点的原因,乃是因为一切生成皆由此而来;但它并非以同样的方式作为停歇的原因,因为天的运动原本并非消灭的原因,正如造物主上帝亦非如此,而是消灭必然附随于那些无法永恒持存的事物而进入,正如疾病附随于那些天生不能始终健康的事物一样。然而它确实接纳停歇之物的停歇,这既是因为正如起点在它之中一样,停歇亦在它之中,更是因为一物的消灭成为另一物的生成,且复合实体中的元素在分解时归还给它们各自的整体。在我看来,亚里士多德在这些话中似乎掠过了《蒂迈欧篇》中造物主上帝对天界诸神所说的那句柏拉图式的名言:“赐予滋养使之增长,并在它们衰亡时再次接纳。”因此,在说明了由于运动的不竭与不朽,古人将天归属于诸神之后,他补充道“而当下的言说见证了〔天〕是不灭且不生的”,将论证的严密性赋予了古人那些未经论证的、生而具有的观念,并且还进一步论证了它“免受任何有死者的困厄”;并非绝对不可受动——因为天体在走向完满的过程中彼此承受某种影响,正如太阳对月亮的照亮以及源自不同相混而对月下事物产生的不同效力所清晰表明的那样——而是“免受任何有死者的困厄”。因为在前一卷中,他也是通过否定天体具有那些伴随生成与消灭之物而存在的受动性变质,从而证明了天是不可变质的。

语法注2 条
  1. 2.2τὸ γὰρ πέρας τῶν περιεχόντων ἐστίν

    引自亚里士多德原文。辛普里丘将 τῶν περιεχόντων 解释为属性属格(“特属于包含者”),从而构建出第一格的大前提(“包含者即是极限”)。他批评了亚历山大的观点(将其等同于 ἐν τοῖς περιέχουσι τὸ πέρας ἐστίν,“极限存在于包含者之中”),指出若如此解释,则极限便成了比包含者更局部的概念,违背了局部项不可陈述普遍项的逻辑规则。

  2. 2.2ἀπαθὴς πάσης θνητῆς δυσχερείας

    针对引理中原句的句法与语义限定。辛普里丘紧扣带有修饰的分离/剥夺属格 πάσης θνητῆς δυσχερείας(“免受任何有死者的困厄”),指出天体并非在一切意义上都“绝对不可受动”(οὐχ ἁπλῶς ἀπαθής),而特指免受有死之物所特有的破坏性受动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:371.18-372.34