← 辛普里丘

亚里士多德《论天》注释

§370.1-371.18

天体神性的古传信仰与作为极限之运动的疑难

辛普里丘阐释了亚里士多德在完成天体永恒性的严格论证后援引先祖言论与诸神信仰的方法论意义,论证了灵魂将天体视为神圣乃是出于本性,并进而提出了自身无尽的天体运动如何能成为其他运动之极限的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#1

" Διόπερ καλῶς ἔχει συμπείθειν αὑτὸν ἕως τοῦ ἔτι δὲ ἀπαθὴς πάσης θνητῆς δυσχερείας ἐστί." Πάνυ τεχνικῶς καὶ πρὸ τῶν ἀποδείξεων τὰς ἐνδόξους πίστεις τέθεικε τοῦ ἀγένητον εἶναι τὸ οὐράνιον σῶμα, καὶ ὅτε ἔλεγεν ἐν τῷ πρώτῳ βιβλίῳ “πάντες γὰρ ἄνθρωποι περὶ θεῶν ἔχουσιν ὑπόληψιν, καὶ πάντες τὸν ἄνω τόπον τῷ θείῳ ἀποδιδόασι καὶ βάρβαροι καὶ Ἕλληνες, οἵπερ εἶναι νομίζουσι θεούς, δηλονότι ὡς τῷ ἀθανάτῳ τὸ ἀθάνατον συνηρτημένον· ἀδύνατον γὰρ ἄλλως,” καὶ νῦν πάλιν μετὰ τὰς ἀποδείξεις τὴν ἀπὸ τῶν ἀρχαίων καὶ πατρίων λόγων μαρτυρίαν εἰς πίστιν βεβαιοτέραν προστίθησι. τὰ γὰρ ἀπὸ τῶν ἐνδόξων ἐπιχειρήματα πρὸ μὲν τῶν ἀποδείξεων συντομωτέρους μὲν καὶ συντονωτέρους εἰς τὰς ἀποδείξεις ποιεῖ, ὑποψίαν δὲ ὅμως ἐμβάλλει παραλογισμοῦ τινος καὶ ἀποδεικτικῆς ἀδυναμίας, τὰ δὲ μετὰ τὰς ἀποδείξεις τοιαῦτα ἐπιχειρήματα ἀσφαλεστέραν τε ἅμα καὶ συμπαθεστέραν τὴν πίστιν τῶν ἀποδείξεων ἀποτελοῦσι· διὸ καὶ πρὸ τῶν ἀποδείξεων αὐτοῖς καὶ μετὰ τὰς ἀποδείξεις ὁ Ἀριστοτέλης ἐχρήσατο, καὶ ὁ Πλάτων δὲ μετὰ τὰς ἀποδείξεις τοὺς μύθους εἴωθε παραλαμβάνειν. Λέγει οὖν νῦν, ὅτι καλῶς ἔχει καὶ ταῖς ἀποδείξεσι λοιπὸν θαρροῦντα συμπείθειν ἑαυτὸν ἔτι μᾶλλον τοὺς ἀρχαίους λόγους καὶ τῶν ἀρχαίων μάλιστα τοὺς περὶ θεῶν ὑπὸ πατέρων τοῖς ἐγγόνοις παραδεδομένους ἀληθεῖς εἶναι. οὐ γὰρ πάντες οἱ ἀρχαῖοι λόγοι καὶ πάτριοί εἰσιν, ἀλλ’ οἱ ὑπὸ πατέρων καὶ πατρίδων παραδιδόμενοι, οὗτοι δὲ οἱ περὶ τὸ θεῖον σέβας καὶ τὴν τῶν θεῶν θρησκείαν εἰσὶ μάλιστα, διότι πάντες τούτων μετέχοντες ἄνθρωποι ὡς ἀπὸ θεῶν παραδεδομένα ἀκίνητα διαφυλάττειν σπουδάζουσι. τούτων δέ ἐστι τῶν δοξῶν τὸ τὰ οὐράνια πάντα σώματα κίνησιν ἀφ’ ἑαυτῶν ἔχοντα φυσικά τε εἶναι καὶ ἔμψυχα καὶ θεῖα καὶ ἀνέκλειπτον ἔχοντα τὴν κίνησιν, ὥστε μηθὲν εἶναι πέρας αὐτῆς, καὶ ὡς ἀθάνατα τοῖς θεοῖς προσήκειν· τούτοις οὖν, φησί, καὶ ὁ μετὰ τῶν ἀποδείξεων λόγος μεμαρτύρηκεν ἀγένητον καὶ ἄφθαρτον δείξας τὸν οὐρανόν. Ὅτι δὲ συμφυές ἐστι ταῖς τῶν ἀνθρώπων ψυχαῖς τὰ οὐράνια θεῖα νομίζειν, δηλοῦσι μάλιστα οἱ ὑπὸ προλήψεων ἀθέων πρὸς τὰ οὐράνια διαβλεπόμενοι. καὶ γὰρ καὶ οὗτοι τὸν οὐρανὸν οἰκητήριον εἶναι τοῦ θείου καὶ θρόνον αὐτοῦ λέγουσι καὶ μόνον ἱκανὸν εἶναι τὴν τοῦ θεοῦ δόξαν καὶ ὑπεροχὴν τοῖς ἀξίοις ἀποκαλύπτειν· ὧν τί ἂν εἴη σεμνότερον; καὶ ὅμως, ὥσπερ ἐπιλανθανόμενοι τούτων, τὰ κοπρίων ἐκβλητότερα τοῦ οὐρανοῦ τιμιώτερα νομίζουσι1 καὶ ὡς πρὸς ὕβριν τὴν ἑαυτῶν γενόμενον οὕτως ἀτιμάζειν φιλονεικοῦσιν. Ἄπαυστον δὲ καὶ ἀνέκλειπτον τοῦ οὐρανοῦ τὴν κίνησιν ἐνόμισαν ἄνθρωποι τὸ ἀνεξάλλακτον αὐτῆς καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ταῖς ἐκ διαδοχῆς παραδοθείσαις τηρήσεσι λογιζόμενοι· οὐδὲν γὰρ τῶν ὁτιοὖν φθειρομένων ἐν ταυτότητι τὸν ἄπειρον πρὸ τοῦ αἰῶνα μένειν δυνατόν ἦν. ἀρκεῖ δέ, οἶμαι, πρὸς τὸ θεῖα τὰ οὐράνια νομίζειν καὶ τὸ κάλλος αὐτῶν πολλοῖς μέτροις ὑπερανέχον τῶν ὑπὸ σελήνην καλῶν καὶ τάς γε μὴ προδιεφθαρμένας ψυχὰς αὐτοφυῶς ἐπιστρέφον, ἀρκεῖ δὲ καὶ τὸ δραστήριον τῶν ὑπὸ σελήνην καὶ τὸ πάντων περιεκτικὸν σωμάτων· καὶ τοῦτο γὰρ τῆς θείας ὑποδοχῆς ἐξαίρετόν ἐστι τὸ πάντα γεννᾶν τὰ ὄντα καὶ πάντα ἐν ἑαυτῷ περιέχειν μηδὲν ἐκτιθέμενον τῶν ὑφ’ ἑαυτοῦ παραγομένων. Πῶς δὲ μηδὲν ἔχουσαν πέρας τὴν τοῦ οὐρανοῦ κίνησιν αὐτὴν τῶν ἄλλων πέρας εἶναί φησι·2 πῶς γὰρ ἄλλη κίνησις ἄλλης ἐστὶ πέρας καὶ μάλιστα ὁλικωτέρα τῆς μερικωτέρας;

“因此,使自己深信[古老的言论是真实的]是妥当的”,直至“此外它免受任何有死者的困厄”。 他在论证之前便极其合乎技艺地提出了有关天体不生性的通行确信;正如他在第一卷中所说:“因为所有人对于神明都有一种预想,并且所有人——不论是蛮族人还是希腊人,凡是认为有神存在的——都把上方的处所归于神圣者,这显然是因为不朽者与不朽者相联结;否则便不可能”;而如今在论证之后,他又为了更坚固的确信而补充了来自古老与先祖言论的见证。因为基于通行观点的论辩,在论证之前虽能使人针对论证更趋明快、更为专注,却仍会投下某种谬误推理与论证无力的疑虑;而论证之后的此类论辩,则使基于论证的确信同时更为稳固、更易共鸣。因此,亚里士多德在论证之前与论证之后都使用了它们,而柏拉图也习惯在论证之后引入神话。因此他现在说,借助论证而满怀信心,从而使自己更加深信古老的言论是真实的——尤其是古老言论中那些由先父传给后嗣关于神明的言论——是妥当的。因为并非一切古老的言论都是先祖的,只有那些由先父和邦国所承传的才是;而这些尤其关乎对神圣者的敬畏和对诸神的敬奉,因为凡享有这些言论的人,都力图将它们作为从神明那里承传之物而不移地守护。而在这些见解之中就包括:一切天体皆具有源于自身的运动,是自然的、有灵魂的、神圣的,且具有不竭的运动,以至于这运动没有任何极限,并作为不朽者而归属于诸神。他说,因此,带有论证的言说通过证明天是不生不灭的,也见证了这些事理。 天上的事物是神圣的这一信念对于人类的灵魂而言是生而具有的,这一点在那些怀着无神论先入之见仰观天穹的人身上体现得最为昭著。因为就连他们也说天是神圣者的居所和王座,并且唯有天足以向配得之人揭示上帝的荣耀与崇高——还有什么能比这更庄严神圣呢?然而,他们却仿佛忘却了这些,把比粪土更当遗弃之物看得比天更为尊贵,并且争竞着如此贬低天,仿佛它是为了对他们自身的侮辱而生成的。 人们之所以认为天的运动永无休止且不竭,是因为他们依据历代相承的观测推知其不可更易且始终处于同一状态并保持如一;因为任何无论怎样会消灭的事物,都不可能在此前无限的时间中始终居于同一性之内。我想,为了认为天体是神圣的,它们那以诸多尺度超越月下美好事物的壮美——自然而然地使那些尚未被预先败坏的灵魂向其回转——便已足够;它们对于月下事物的能动作用以及对一切物体的包容性也同样足够。因为这正是神圣受纳者的殊胜特质:生育一切存在者,并将一切包容于自身之中,而不遗弃任何由其自身产生之物。 然而,天的运动既然自身没有任何极限,他怎么会说它自身是其他运动的极限呢?因为一种运动又怎能是另一种运动的极限,尤其是更普遍的运动作为更局部运动的极限?

语法注2 条
  1. 2.2τὰ κοπρίων ἐκβλητότερα τοῦ οὐρανοῦ τιμιώτερα νομίζουσι

    名词短语内的比较级 τὰ κοπρίων ἐκβλητότερα(“比粪土更当遗弃之物”)整体作为 νομίζουσι 的直接宾语,而充当补足语的比较级 τιμιώτερα(“更为尊贵”)则支配着比较属格 τοῦ οὐρανοῦ(“比天”)。这是一个两重比较级嵌套的结构。

  2. 2.2Πῶς δὲ μηδὲν ἔχουσαν πέρας τὴν τοῦ οὐρανοῦ κίνησιν αὐτὴν τῶν ἄλλων πέρας εἶναί φησι

    这是由疑问句中的 φησί 支配的“宾格加不定式”间接引语结构。带有让步分词短语 μηδὲν ἔχουσαν πέρας 的 τὴν τοῦ οὐρανοῦ κίνησιν 是不定式 εἶναι 的逻辑主语(主格宾词),而带有强化代词 αὐτήν 的 πέρας τῶν ἄλλων(“其他者的极限”)则是宾格补足语(述语宾词)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:370.1-371.18