- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:368.1-369.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘考察了亚里士多德关于天包容无限时间的论述,对比了亚历山大的观点与柏拉图关于时间作为宇宙充全成分的学说。此外,他审视了通过驳斥对立观点进行论证的性质,并调和了柏拉图关于宇宙因神的意志而不可毁灭的学说与亚里士多德立场的融通。
Πάνυ δὲ ἀκριβῶς τῷ ἀρχὴν καὶ τελευτὴν μὴ ἔχειν τοῦ παντὸς αἰῶνος ἐπήγαγε τὸ ἔχων δὲ καὶ περιέχων ἐν αὑτῷ τὸν ἄπειρον χρόνον. εἰ μὲν γὰρ ἀπ’ ἀρχῆς τινος ἐγεγόνει χρόνου, δῆλον, ὅτι προϋπῆρχε τῆς ὑποστάσεως αὐτοῦ χρόνος, καὶ εἰ ἐν μέρει τινὶ χρόνου ἐφθείρετο, ἦν ἄν χρόνος μετὰ τὴν ὑπόστασιν αὐτοῦ· τὸ οὖν μήτε προϋπάρχειν αὐτοῦ χρόνον μήτε μεθυπάρχειν ἐδήλωσε διὰ τοῦ ἔχειν καὶ περιέχειν ἐν αὑτῷ τὸν ἄπειρον χρόνον. καὶ γὰρ μετ’ οὐρανοῦ γεγονὼς ὁ χρόνος, ὥς φησιν ὁ Πλάτων, οὔτε προϋπάρχει οὔτε μεθυπάρχει τοῦ οὐρανοῦ, ἀλλ’ ἡ ἀπειρία αὐτοῦ ἄπειρον ποιεῖ τὴν τοῦ εἶναι τοῦ οὐρανοῦ παράτασιν. ἄπειρον δὲ οὐ τὸν κατ’ ἐνέργειαν ἀκουστέον, ἀλλὰ τὸν ἄπειρον γινόμενον· τοιοῦτος γὰρ ὁ χρόνος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχων. Ἀλλὰ πῶς ἔχεσθαι καὶ περιέχεσθαι τὸν χρόνον ὑπὸ τοῦ οὐρανοῦ φησιν; ἆρα, ὡς Ἀλέξανδρος οἴεται, ὅτι ποιητής ἐστι τοῦ χρόνου ὁ οὐρανός, εἴπερ τῆς τούτου κινήσεως μέτρον ὁ χρόνος, καὶ οὐκ ἔστι τις χρόνος ἔξω αὐτοῦ, περιέχεται δὲ πως τὸ γινόμενον ὑπὸ τοῦ ποιοῦντος; ἢ τοῦτο ἐπιστάσεως ἄξιον; εἰ γὰρ μέτρον τῆς κινήσεώς ἐστιν ὁ χρόνος, οὐ τὸ μετρούμενον ἂν εἴη τοῦ μετροῦντος αἴτιον, ἀλλ’ ἀνάπαλιν, καὶ εἰ μετ’ οὐρανοῦ γέγονεν ὁ χρόνος, πῶς αἰτία τοῦ χρόνου ἡ τοῦ οὐρανοῦ κίνησις; μήποτε οὖν πολλῶν ὄντων τῶν συμπληρούντων ἀγαθῶν τόν τε οὐρανὸν καὶ τὸν ὅλον κόσμον ἕν τι τούτων καὶ κυριώτατον ὁ χρόνος,1 ὃν ὁ δημιουργός, ὡς φησι Πλάτων, ἔτι μᾶλλον ἐξομοιῶσαι τὸν κόσμον τῷ παραδείγματι βουληθεὶς αἰωνίῳ ὄντι εἰκόνα τοῦ αἰῶνος ποιήσας τὸν χρόνον προστέθεικε τῷ κόσμῳ. πλήρωμα οὖν καὶ οὗτος τοῦ κόσμου γεγονὼς εἰκότως οὐ περιέχει τὸν κόσμον, ὡς τινες οἴονται, ὁ χρόνος προϋπάρχων ἢ μεθυπάρχων αὐτοῦ, ἀλλ’ ἔχεται ὑπ’ αὐτοῦ καὶ περιέχεται μέρος τι καὶ αὐτὸς συμπληρωτικὸν ὑπάρχων τοῦ οὐρανοῦ ἢ τοῦ ὅλου κόσμου. Ἔκ τε οὖν τῶν ἤδη δεδειγμένων, φησί, πιστὸν γέγονεν, ὅτι ἀγένητος καὶ ἄφθαρτός ἐστιν ὅ τε οὐρανὸς καὶ ὁ ὅλος κόσμος, καὶ ἔτι μέντοι ἐκ τοῦ τοὺς τἀναντία δοξάσαντας καὶ γενητὸν αὐτὸν καὶ φθαρτὸν λέγοντας ἐληλέγχθαι. εἰ γὰρ οὕτω μέν, ὡς ἡμεῖς λέγομεν, τὸ ἀληθὲς ἔχειν ἐνδέχεται, ὥστε ἀγένητον αὐτὸν εἶναι καὶ ἄφθαρτον, ὡς δὲ ἐκεῖνοι λέγουσιν, ἢ γενητὸν καὶ φθαρτὸν ἢ ἀγένητον μὲν φθαρτὸν δὲ ἢ γενητὸν ἄφθαρτον δέ, οὐκ ἐνδέχεται, μεγάλην ἂν ἔχοι καὶ τοῦτο ῥοπὴν εἰς πίστιν περὶ τῆς ἀθανασίας αὐτοῦ καὶ τῆς ἀϊδιότητος. λέγεται δὲ ἡ μὲν ἀθανασία κατὰ τὸ ἀνέκλειπτον τῆς ζωῆς, ἡ δὲ ἀϊδιότης κατὰ τὸ ἀνέκλειπτον τῆς οὐσίας, ὡς καὶ ἐν τῷ τοῦ Πλάτωνος Φαίδωνι μεμαθήκαμεν. θαυμαστὴ δ’ ἡ τῶν Ἀριστοτέλους ῥημάτων μετὰ τῆς φιλοσόφου εὐλαβείας ἀκρίβεια· τὰ μὲν γὰρ ὑπ’ αὐτοῦ δειχθέντα ἐνδέχεσθαί φησιν οὕτως ἔχειν, καίτοι οὐκ ἐνδεχόμενα, ἀλλὰ ἀναγκαῖα τὰ περὶ τοῦ ἀγενήτου καὶ ἀφθάρτου συναγαγὼν συμπεράσματα ἐπὶ τοῦ ὅλου οὐρανοῦ καὶ ἐπὶ τοῦ κόσμου, καθ’ ὃν δὲ τρόπον ἐκεῖνοι λέγουσι φησὶν οὐκ ἐνδέχεται· εἰ οὖν μὴ ἐνδέχεται οὕτως ἔχειν, ἀναγκαῖον ἂν εἴη τὸ μὴ οὕτως ἔχειν. πλὴν οὐχ ἡ τῶν ἀλλοτρίων ἀναίρεσις θέσιν τῶν ἡμετέρων εἰσάγει κατὰ ἀνάγκην· διὸ μεγάλην φησὶν ἂν ἔχοι καὶ τοῦτο ῥοπὴν εἰς πίστιν, ἀλλ’ οὐκ ἀπόδειξιν. τί οὖν; οὐκ ἀκριβῶς δέδεικται τὰ περὶ τούτων ἤδη δεδειγμένα; ἢ ἐφ’ ὧν ἀνάγκη ἢ οὕτως ἢ ἐκείνως ἔχειν, ὁ ἀνελὼν τὸ δύνασθαι, ὡς ἄλλοι λέγουσι, τὸ καταλειπόμενον τίθησιν·2 εἰ οὖν μήτε γενητὸν εἶναι ἐνδέχεται μήτε ἀγένητον μὲν φθαρτὸν δέ, δῆλον, ὅτι ἀνάγκη ἀγένητον αὐτὸν καὶ ἄφθαρτον εἶναι· ἀλλ’ εἰ καὶ ἐξ ἀνάγκης τῇ ἄλλων ἀναιρέσει τιθέμενον ᾖ τι, οὐκ ἤδη τοῦτο λέγοιτο ἂν δι’ οἰκείων κατασκευῶν καὶ ἀποδείξεων τίθεσθαι· κατὰ συμβεβηκὸς γὰρ οὗτος ὁ τρόπος ἐστὶ καὶ οὐ προηγουμένως γινόμενος. Ὁ δὲ Ἀλέξανδρος ἐπέστησε τῷ οὔτε ἐνδέχεται φθαρῆναι καὶ πλεῖόν τι σημαίνειν αὐτό φησιν τοῦ οὐ φθαρήσεται. ἐπειδὴ γάρ, φησίν, ἐδόκει Πλάτωνι φθαρτὸν μὲν αὐτὸν εἶναι, μὴ φθαρήσεσθαι δὲ διὰ τὴν βούλησιν τοῦ θεοῦ, δείξας τοῦτο ἀδύνατον εἰκότως οὖν τὸ οὔτε ἐνδέχεται φθαρῆναι τίθησι. καίτοι καὶ ὁ Πλάτων εἴποι ἂν μὴ ἐνδέχεσθαι φθαρῆναι, ἀλλὰ διὰ τὴν βούλησιν τοῦ θεοῦ τοῦτο ὑπάρχειν αὐτῷ, οὐ μάτην δὲ ὑπάρχειν αὐτῷ, ἀλλ’ ὅτι, κἂν τῇ ἑαυτοῦ φύσει πεπερασμένος ὢν πεπερασμένην ἔχῃ δύναμιν, ἀλλὰ τῷ προσεχῶς ὑπὸ τοῦ ἀκινήτου αἰτίου παράγεσθαι καὶ πρὸς ἐκεῖνο ἐπεστράφθαι ἐπιτηδείως ἔχει πρὸς ὑποδοχὴν τῆς ἐνδιδομένης ὑπ’ ἐκείνου καὶ δι’ ἐκεῖνο ἀνεκλείπτου κινήσεως.
而他极其精确地在“在其整个埃翁中既无始亦无终”之后加上了“在其自身中具有并包容着无限的时间”。因为如果它生成于某一时间的开端,显然时间在其存立之前就已存在;而如果它在时间的某一部分消灭,在它存立之后仍会有时间。因此,时间既不先于它存在,也不在它之后存在,他是通过“在其自身中具有并包容着无限的时间”表明的。因为正如柏拉图所说,与天一同生成的时间,既不先于天存在,也不在天之后存在,而是时间的无限性使得天的存在的绵延成为无限。但不可将“无限”理解为现实态上的无限,而应理解为正在生成的无限;因为时间就是这样的,其存在正在于生成之中。 然而,他怎么会说时间被天所具有和包容呢?难道正如亚历山大所认为的,是因为天是时间的创造者——如果时间是天之运动的尺度,且天之外不存在任何时间,而被造物在某种方式下被创造者所包容?抑或这一点值得审视?因为如果时间是运动的尺度,被度量者就不会是度量者的原因,而是相反;而如果时间是与天一同生成的,天的运动又怎能是时间的原因呢?或许,在充全天和整个宇宙的诸多善物之中,时间正是其中之一且是最主要的一者,正如柏拉图所说,匠造者希望使宇宙更类似于那永恒的范型,遂造出时间作为埃翁的影像,并将其附加给宇宙。因此,时间既然也成了宇宙的充全成分,自然就不会像某些人所认为的那样,作为先于或后于宇宙存在之物而包容宇宙,而是被宇宙所具有和包容,它自身作为天或整个宇宙的补充性部分而存在。 他说,因此,从已经论证的事理中,天与整个宇宙是不生不灭的便已变得可信,而且通过那些持有相反见解并主张它是生成且可灭的人已被驳斥,这一点变得更为可信。因为如果真理诚如我们所说能够如此存在,从而它是不生不灭的,而不能如他们所说的那样——要么生成且可灭,要么不生而可灭,要么生成而不可灭——那么这一事实对于促成对其不朽与永恒的确信也将具有巨大分量。而不朽是就生命的永不衰竭而言的,永恒则是就本体的永不衰竭而言的,正如我们在柏拉图的《斐多篇》中所学到的那样。亚里士多德言辞之严谨及其伴随的哲学审慎令人叹服:因为关于由他自己所论证的事物,尽管他关于全天与宇宙得出了有关不生不灭的结论,而这些结论并非偶然而实属必然,他却说“能够”如此;至于他们所主张的方式,他则说“不可能”。因此,既然不可能如此,那么不如此便成为必然。然而,消除对方的观点并不必然直接引出我们自己观点的确立;因此他说,这也将对确信具有巨大分量,但并非证明。那么这是何意呢?难道关于这些事物的既有论证并非精确地作出的吗?抑或是在那些必然非此即彼的事物中,凡排除了如他人所说的那种可能性的人,就确立了剩下的那一项?因此,既然它不可能生成,也不可能不生而可灭,显然它必然是不生不灭的;但是,即使某事由于排除其他选项而必然被确立,它也不能立刻被说成是通过固有的建构和证明而被确立的;因为这种方式是附带性的,而非根本原初地发生的。 亚历山大则注意到“它也不可能消灭”,并说这比“它将不会消灭”意味更丰。因为他说,柏拉图既然认为它本身是可灭的,只是因着神的意志才不至于消灭,那么在证明了这是不可能的之后,他便理所当然地确立了“它也不可能消灭”。尽管如此,柏拉图亦可以说它不可能消灭,但这属于它是因着神的意志,且这并非虚妄地属于它,而是因为:即使它以自身的本性是有限的并具有有限的力量,但由于直接由不动的原因所产生并向其回转,它适于接受由那个原因赋予且因那个原因而不竭的运动。
- 2.1μήποτε οὖν πολλῶν ὄντων τῶν συμπληρούντων ἀγαθῶν τόν τε οὐρανὸν καὶ τὸν ὅλον κόσμον ἕν τι τούτων καὶ κυριώτατον ὁ χρόνος
μήποτε 在此作副词性用法,引出谨慎的推测或提议(“或许……难道不是……”)。句式结构上,紧随属格独立结构 πολλῶν ὄντων... 之后,ἕν τι τούτων καὶ κυριώτατον 作表语,ὁ χρόνος 作主语,省略了系动词 ἐστί。
- 2.1ὁ ἀνελὼν τὸ δύνασθαι, ὡς ἄλλοι λέγουσι, τὸ καταλειπόμενον τίθησιν
带冠词不定词 τὸ δύνασθαι(隐含 εἶναι,“存在之可能性”)受插入式比较从句 ὡς ἄλλοι λέγουσι(“正如他人所言”)修饰,整体作为分词 ὁ ἀνελών 的宾语。分词短语作主语,主动词为 τίθησιν,其宾语为 τὸ καταλειπόμενον。
