← 辛普里丘

亚里士多德《论天》注释

§366.23-367.32

全天的指涉与整个宇宙的不生不灭

辛普利丘考察了《论天》第二卷开篇引文(283b26)中“全天”(ὁ πᾶς οὐρανός)的指涉,检视了亚历山大将其解释为整个宇宙的观点,并作出修正,指出不生不灭性首先且主要属于天界的圆周运动物体,进而通过该物体属于整个宇宙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#1

" Ὅτι μὲν οὖν οὔτε γέγονεν ὁ πᾶς οὐρανὸς ἕως τοῦ εἰς πίστιν περὶ τῆς ἀθανασίας αὐτοῦ καὶ τῆς ἀιδιότητος." Ὁ μὲν Ἀλέξανδρος τὸ πρῶτον ὅλον βιβλίον περὶ τοῦ ὅλου κόσμου νομίζων εἶναι καὶ τὸ συμπέρασμα τοῦτο περὶ αὐτοῦ λέγεσθαί φησιν, ἤτοι ὅτι οὐ πᾶς γέγονεν ὁ κόσμος δηλοῦν· τὸ γὰρ κυκλοφορητικὸν αὐτοῦ σῶμα, ὅπερ ἐστὶν ἡ πλείστη τοῦ κόσμου μοῖρα, ἀγένητον καὶ ἄφθαρτον ἐδείχθη· ἢ οὐχ ὡς ἀντιδιαστέλλων πρὸς γεγονότα αὐτοῦ τινα μέρη εἴρηκε τὸ ὁ πᾶς οὐρανός;1 κἂν γὰρ τὰ ὑπὸ σελήνην στοιχεῖα γίνηται καὶ φθείρηται, ἀλλὰ κατὰ τὴν εἰς ἄλληλα μεταβολὴν ἔχοντα τὴν γένεσιν καὶ τὴν φθορὰν οὐ γίνεται οὕτως ὡς πρότερον μὴ ὄντα, οὐδὲ ἦν, ὅτε οὐκ ἦν, οὔτε αὐτὰ οὔτε τὰ τῶν συνθέτων εἴδη ζῴων τε καὶ φυτῶν· ἀλλ’ εἴπερ ἄρα, πρὸς ἀντιδιαστολὴν τῶν ὑπὸ σελήνην ἀτόμων εἴη λεγόμενον τὸ ὁ πᾶς οὐρανός· Σωκράτης γὰρ μὴ πρότερον ὢν γέγονεν· ἀλλὰ ταῦτα οὐκ ἔστιν ἁπλῶς τοῦ κόσμου μέρη, ἀλλ’ οἷον ἀποτελέσματα. εἰ γὰρ ἦν μέρη κυρίως, οὐδέποτε ἂν ὅλος ὁ κόσμος ἦν ἀεί τινων αὐτοῦ φθειρομένων μορίων· ἀλλ’ ἐν ἑστῶσί τισιν εἶναι χρὴ τὴν ὁλότητα αὐτοῦ. τὸ οὖν ὁ πᾶς οὐρανός, ὡς μὲν ὁ Ἀλέξανδρός φησι, περὶ τοῦ ὅλου κόσμου εἴρηται, ἀλλ’ οὐχὶ τοῦ κυκλοφορητικοῦ σώματος. ἔστι δὲ τὸ λεγόμενον, ὅτι ὁ κόσμος οὐ γέγονεν, οὔτε ἐνδέχεται αὐτὸν φθαρῆναι· οὐ γάρ, εἴ τινα τῶν σωμάτων εἰς ἄλληλα μεταβάλλει, διὰ τοῦτο μέρη τινὰ τοῦ κόσμου φθείρεται, ἀλλ’, ὡς αὐτὸς ἀντιλέγων τοῖς περὶ Ἐμπεδοκλέα καὶ Ἡράκλειτον παρὰ μέρος γίνεσθαι λέγουσι καὶ φθείρεσθαι τὸν κόσμον εἶπεν οὐ τὸν κόσμον γίνεσθαι καὶ φθείρεσθαι, ἀλλὰ τοῦτον μὲν διαμένειν ἀίδιον, τὰς δὲ διαθέσεις αὐτοῦ ὑπαλλάσσεσθαι, οὕτως ἂν καὶ ἡμεῖς λέγοιμεν· τὸ γὰρ κόσμῳ αὐτῷ εἶναι τοῦτό ἐστι τὸ τὰ μέν τινα αὐτοῦ ἀεὶ διαμένειν, ὅσα δὲ γενητὰ αὐτοῦ καὶ φθαρτά, ταῦτα δὲ εἰς ἄλληλα μεταβάλλειν·2 τοὐναντίον γὰρ ἴσως εἴη ἂν ἀληθὲς λέγειν φθείρεσθαι τὸν κόσμον, εἰ μὴ ταῦτα οὕτως ἔχει, ὡς ἐχόντων αὐτῶν ὁ κόσμος ἦν κόσμος. Ταῦτα δὲ ἔστω καλῶς ὑπὸ τοῦ Ἀλεξάνδρου λεγόμενα, εἰ τοῦτο προστεθείη μόνον, ὅτι προηγουμένως τῷ κυκλοφορητικῷ σώματι προσήκει τὰ εἰρημένα πάντα· καὶ γὰρ περὶ ἐκείνου ἦν ὁ προηγούμενος ἐν τῷ πρώτῳ βιβλίῳ λόγος· καὶ δι’ ἐκεῖνο καὶ τῷ ὅλῳ κόσμῳ ὑπάρχει καὶ τὸ ἀγένητον εἶναι καὶ ἄφθαρτον καὶ τὸ ἕνα καὶ μονογενῆ καὶ αὐτὸν ὑφεστάναι. δηλοῖ δὲ καὶ τὰ ἐφεξῆς λεγόμενα ἀπὸ τοῦ διόπερ καλῶς ἔχει συμπείθειν ἑαυτὸν περὶ τοῦ οὐρανίου λεγόμενα σώματος,3 καίτοι κατὰ μίαν συνέχειαν προϊόντος τοῦ λόγου καὶ μηδαμοῦ μεταβαίνειν δοκοῦντος. ἀλλὰ καὶ τὸ ἀρχὴν καὶ τελευτὴν μὴ ἔχειν τοῦ παντὸς αἰῶνος, τουτέστι τῆς χρονικῆς τοῦ βίου παρατάσεως· ἑκάστου γὰρ αἰὼν αὕτη λέγεται εἰκών τις οὖσα τοῦ κυρίως αἰῶνος, καθ’ ὅσον συναίρεσίς ἐστι τοῦ ὅλου βίου· καὶ τοῦτο οὖν τὸ ἄναρχον καὶ ἀτελεύτητον προηγουμένως μὲν ὑπάρχει τῷ κυκλοφορητικῷ σώματι, δι’ ἐκεῖνο δὲ καὶ τῷ ὅλῳ κόσμῳ.

“因此,全天既未曾生成”直至“为了对其不朽与永恒的确信”。 亚历山大认为整部第一卷是关于整个宇宙的,并主张这一结论也是关于宇宙而说的,或表明并非整个宇宙都生成了;因为它的圆周运动物体——即宇宙的最大部分——已被证明是不生不灭的。抑或,他说“全天”并非作为与它某些已生成的部分相对照?因为即使月下的诸元素生成并消灭,然而它们是按照彼此间的转化而具有生成与消灭的,并不以先前不存在的方式而生成,也未曾有过它们不存在的时期,无论是它们自身还是复合的动物与植物的诸形式;但若果真〔有所对照〕,“全天”应当是与月下的诸个体相对照而说的;因为苏格拉底先前并不存在,而后生成了。然而这些并不是宇宙严格意义上的部分,而可说是其产物。因为如果它们是严格意义上的部分,那么随着宇宙的某些微小部分始终在消灭,整个宇宙就绝不可能存在;相反,它的整体性必须存在于某些恒常持存的事物之中。因此,正如亚历山大所说,“全天”是关于整个宇宙说的,而不是关于圆周运动的物体说的。而所说的是,宇宙并未生成,它也不可能消灭;因为并不是说,如果有某些物体相互转化,宇宙的某些部分就因此消灭了,相反,正如他〔亚里士多德〕自己在反对恩培多克勒和赫拉克利特一派主张宇宙交替生成与消灭时所说的那样,并不是宇宙生成与消灭,而是宇宙本身永恒持存,只是其状态发生改变,我们亦可以这样说;因为宇宙之所以为宇宙,正在于其某些部分始终持存,而那些可生成与可消灭的部分则相互转化;因为若非如此,说宇宙正在消灭也许反倒是真实的了,因为正是由于它们处于此种状态,宇宙才成其为宇宙。 就让这些由亚历山大所作的论述被视为精当的吧,只要加上这一条:所有这些被述及的性质首先且主要属于圆周运动的物体;因为第一卷中主要的讨论正是关于那个物体的;而且正是由于那个物体,不生不灭以及作为单一和唯一的实体而存在,才同样属于整个宇宙。并且,从“因此使自己确信乃是美事”开始接下来的论述也表明,它们是关于属天的物体说的,尽管论述是依单一的连续性展开且似乎在任何处都未发生转换。再者,在其整个埃翁(即其生命的绵延时间)中既无始亦无终亦是如此;因为各自的埃翁指的便是这[生命的绵延],既然它是整个生命的汇集,便是真正意义上的埃翁的某种影像;因此,这既无始亦无终的特性,首先且主要属于圆周运动的物体,并且通过那个物体亦属于整个宇宙。

语法注3 条
  1. 2.1ἤτοι ὅτι οὐ πᾶς γέγονεν ὁ κόσμος δηλοῦν· ... ἢ οὐχ ὡς ἀντιδιαστέλλων πρὸς γεγονότα αὐτοῦ τινα μέρη εἴρηκε τὸ ὁ πᾶς οὐρανός;

    ἤτοι... ἢ... 析取结构在此用于阐发亚历山大的解释。前半句中不定式 δηλοῦν 依存于间接引语动词 φησίν,表示该命题的意图;后半句则转为由 ἢ 引出的疑问式另解(“抑或他并非作为……相对照而说的?”,其中 οὐχ 否定 ὡς ἀντιδιαστέλλων)。

  2. 2.1τὸ γὰρ κόσμῳ αὐτῷ εἶναι τοῦτό ἐστι τὸ τὰ μέν τινα αὐτοῦ ἀεὶ διαμένειν, ὅσα δὲ γενητὰ αὐτοῦ καὶ φθαρτά, ταῦτα δὲ εἰς ἄλληλα μεταβάλλειν

    主语是表示本质的典型句式 τὸ 与格 εἶναι(“宇宙之所以为宇宙”),其后由表语代词 τοῦτο 以及与之同格的两个冠词加不定式短语(τὸ τὰ μέν... διαμένειν 与 ταῦτα δὲ... μεταβάλλειν)充当说明。ταῦτα 之后的 δὲ 是用来呼应前面关系从句(ὅσα δὲ...)的复述性小辞(apodotic δὲ)。

  3. 2.1δηλοῖ δὲ καὶ τὰ ἐφεξῆς λεγόμενα ἀπὸ τοῦ διόπερ καλῶς ἔχει συμπείθειν ἑαυτὸν περὶ τοῦ οὐρανίου λεγόμενα σώματος

    主语是中性复数短语 τὰ ἐφεξῆς λεγόμενα(“后续的言说”)。在句法上,第二个 λεγόμενα 既可作为与主语一致的补充性表词分词(“后续的言说亦表明自身是关于属天物体而说的”),亦可视为带有省略 [εἶναι] 的宾语从句。此处采前者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:366.23-367.32