- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:365.2-366.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘在《论天》第二卷开篇回顾了第一卷的核心论证——即证明了五种简单物体、第五元素以及天与全宇宙的不生不灭性、有限性和唯一性,随后概述了第二卷中将依次探讨的关涉天、星体与地的十个问题,并指出它们总体上可归为三大主题。
Τῆς προκειμένης πραγματείας, ὡς εἴρηται πρότερον, σκοπὸν ἐχούσης μετὰ τὸν περὶ τῶν φυσικῶν καὶ σωματικῶν ἀρχῶν λόγον, ὃν ἐν τῇ Φυσικῇ παραδέδωκεν ἀκροάσει, περὶ τῶν ἁπλῶν σωμάτων εἰπεῖν τῶν πρώτων ἐκ τῶν ἀρχῶν συνισταμένων τοῦ τε κυκλοφορητικοῦ καὶ τῶν ὑπὸ σελήνην τεσσάρων ἐν τῷ πρώτῳ βιβλίῳ, ὅτι πέντε τὰ ἁπλᾶ σώματά ἐστιν, ἀπέδειξεν1 ἐκ τῶν ἁπλῶν κινήσεων, καὶ ὅτι τὸ κυκλοφορητικὸν οὔτε ἕν τι τῶν τεσσάρων ἐστὶν οὔτε σύνθετον ἐξ αὐτῶν, ἀλλὰ ἁπλοῦν ὑπερέχον τῶν τεσσάρων καὶ οὐσίᾳ, ᾗ καὶ δυνάμει, καὶ ὅτι ἀγένητον καὶ ἄφθαρτόν ἐστι τοῦτο, εἴπερ τὰ μὲν γινόμενα καὶ φθειρόμενα ἐξ ἐναντίων γίνεται καὶ φθείρεται εἰς τὰ ἐναντία, τῷ δὲ κυκλοφορητικῷ σώματι μηδέν ἐστιν ἐναντίον, καὶ ὅτι πεπερασμένον ἐστὶν αὐτό τε καθ’ αὑτὸ καὶ καθόλου δεικνύς, ὅτι οὐδὲν ἔστι σῶμα ἄπειρον, καὶ ἔτι μέντοι ὅτι ἕν, καὶ μηδὲν ἔστιν ἐκτὸς τοῦ οὐρανοῦ μήτε σῶμα μήτε κενόν, ὡς ἀκόλουθον δὲ τῷ τὸν οὐρανὸν εἶναι τοιοῦτον τὸ καὶ τὸν κόσμον ἀγένητόν τε εἶναι καὶ ἄφθαρτον καὶ πεπερασμένον καὶ ἕνα, καὶ ταῦτα συναπέδειξεν, ὅσα διὰ τὸν οὐρανὸν ὁ κόσμος ἔχει, ὥσπερ καὶ τὸ μηδὲν ἐκτὸς ἀπολείπειν ἑαυτοῦ, ἀλλ’ ὅλον ἐξ ὅλων εἶναι τῶν σωματικῶν συστάσεων. ταῦτα οὖν ἀποδείξας καὶ τὸν περὶ τοῦ ἀγενήτου καὶ ἀφθάρτου λόγον ἀναλαβὼν ἔδειξε πολυειδῶς, ὅτι τε ὁ οὐρανὸς καὶ δι’ αὐτὸν ὁ ὅλος κόσμος ἀγένητος καὶ ἄφθαρτός ἐστι καὶ οὔτε γενητὸς μὲν ἄφθαρτος δέ, ὥς τινες ἐδόκουν λέγειν, οὔτε ἀγένητος φθαρτὸς δέ, ἀλλ’ ἐφ’ ἑκάτερα τὸ ἀίδιον ἔχει, καὶ καθόλου δὲ λοιπόν, ὅτι ἀντακολουθοῦσιν ἀλλήλοις τό τε γενητὸν καὶ φθαρτὸν καὶ τὸ ἀγένητον καὶ ἄφθαρτον. ταῦτα τοίνυν ἐν τῷ πρώτῳ βιβλίῳ διὰ πολλῶν ἀποδείξας τὸ συμπέρασμα αὐτῶν ἀρχὴν ἐποιήσατο τοῦ δευτέρου βιβλίου, ἐν ᾧ τὰ λοιπὰ περὶ τοῦ οὐρανοῦ προβλήματα διαρθροῖ· πρῶτον μέν, ὅτι ἡ κύκλῳ κίνησις κατὰ φύσιν ὑπάρχει τῷ οὐρανῷ καὶ ἡ ἐν ταὐτῷ μονὴ καὶ οὐ κατά τινα ἀνάγκην, καὶ δεύτερον περὶ τῶν τοπικῶν αὐτοῦ διαστάσεων καὶ τῶν κατ’ αὐτὰς περάτων τοῦ τε ἄνω καὶ τοῦ κάτω καὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ καὶ τοῦ ἔμπροσθεν καὶ ὄπισθεν, τρίτον περὶ τῆς τοῦ πλανωμένου ἀντικινήσεως, διὰ τί γέγονε, καὶ τέταρτον περὶ τοῦ σχήματος, ὅτι σφαιροειδὴς ὁ οὐρανός, καὶ πέμπτον, διὰ τί ἐπὶ ταῦτα κινεῖται ὁ πρῶτος οὐρανός, ἐφ’ ἃ νῦν κινεῖται, ἀλλὰ μὴ ἀνάπαλιν, καὶ ἕκτον, ὅτι ὁμαλής ἐστι καὶ οὐκ ἀνώμαλος ἡ τοῦ πρώτου οὐρανοῦ κίνησις, καὶ ἕβδομον περὶ ἀστέρων οὐσίας τε αὐτῶν καὶ σχήματος καὶ τάξεως καὶ κινήσεως, ὄγδοον, διὰ τί τῆς ἀπλανοῦς μίαν κίνησιν κινουμένης οὐκ ἀεὶ τὰ πλέον ἀπέχοντα αὐτῆς πλείους κινεῖται κινήσεις, ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη, ἀλλὰ τὰ μεταξὺ πλείστας, ἔνατον, διὰ τί ἑκάστη μὲν τῶν πλανᾶσθαι λεγομένων σφαιρῶν ἓν ἄστρον ἔχει, ἡ δὲ ἀπλανὴς τοσαῦτα, ἐπὶ πᾶσι δὲ δέκατον περὶ τῆς γῆς, οὐ καθ’ ἑαυτήν, ἀλλὰ περὶ τῆς σχέσεως, ἣν πρὸς τὸν οὐρανὸν ἔχει, ὅτι κέντρου λόγον ἔχουσα ἐν τῷ μέσῳ τε τοῦ οὐρανοῦ κεῖται σφαιροειδὴς οὖσα καὶ αὐτή, καὶ περὶ μένουσαν αὐτὴν ὁ οὐρανὸς κινεῖται, καὶ μέγεθος ὡς πρὸς τὸν οὐρανὸν παραβαλλομένη βραχύτατον ἔχει. συναιροῦντι2 δὲ τρία ἂν εἴη τὰ ὁλοσχερῆ τοῦ βιβλίου κεφάλαια περί τε τοῦ οὐρανοῦ καὶ περὶ τῶν ἀστέρων καὶ τρίτον περὶ τῆς γῆς.
由于如前所述,当下的论著旨在继他在《物理学》中所传授的关于自然与物体的诸本原的讨论之后,论述由诸本原首先构成的诸简单物体——即作圆周运动的物体以及月下的四种物体,因而在第一卷中,他根据简单运动论证了简单物体共有五种;并论证了作圆周运动的物体既非四者中的某一个,亦非由它们合成,而是无论在实体上还是因而在能力上都超越这四者的简单物体;并且,倘若生成与消灭之物是从对立物生成并消灭进对立物中,而作圆周运动的物体毫无对立物,则此物是不生不灭的;他还既就其自身,亦通过普遍地表明没有物体是无限的而论证了它是有限的;此外更论证了它是唯一的,并且在天之外既无物体亦无虚空;而作为天具有此种性质的必然推论,宇宙亦是不生、不灭、有限且唯一的,凡宇宙因天而具有的诸性质,他也一并作了论证,例如其自身之外不遗留任何事物,而是由诸物体构成的整体所组成的整体。因此,在论证了这些之后,他又重新拾起关于不生不灭的论述,以多种方式表明天、以及因天而及于整个宇宙都是不生不灭的,既非如某些人似乎所主张的那样是生成却不灭的,亦非是不生却可灭的,而是在两个方向上都具有永恒性;最后且普遍地表明,生成与可灭、不生与不灭乃是彼此互随的。 因此,在第一卷中通过诸多论证证明了这些之后,他便将它们的结论作为第二卷的开端,在第二卷中他详细阐发了关于天的其余诸问题:第一,圆周运动以及在同一处的持留乃是依自然属于天,而非出于某种强迫;第二,关于天的空间维度以及依维度的诸界限,即上与下、右与左、前与后;第三,关于行星球的反向运动,何以会产生;第四,关于其形状,即天是球形的;第五,第一天为何朝向它现在所运动的方向运动,而非反向运动;第六,第一天的运动是均匀的而非不均匀的;第七,关于诸星体,包括它们的实体、形状、次序与运动;第八,为何在恒星天作单一运动时,像太阳与月亮这样距离它更远的事物并不总是作更多运动,反而是居间的事物作最多的运动;第九,为何被称为漫游的各个天球各自只有一颗星,而恒星天却有如此之多;并在这一切之上第十,关于地,不是就其自身而言,而是关于它对天所具有的关系,即它具有中心的作用,位于天的中央,自身亦是球形的,天围绕保持静止的它而运动,且与天相比具有极微小的大小。对于加以归纳的人来说,该卷的大致总目将有三项:关于天,关于诸星体,第三关于地。
- 2.0Τῆς προκειμένης πραγματείας... σκοπὸν ἐχούσης... ἀπέδειξεν
句首的属格独立结构(Τῆς προκειμένης πραγματείας... σκοπὸν ἐχούσης... εἰπεῖν)带有冗长的内部修饰,统摄全句背景并引出主句动词 ἀπέδειξεν(主语为承前省去的亚里士多德)。短语 ἐν τῷ πρώτῳ βιβλίῳ 修饰主句谓语动词 ἀπέδειξεν 而非属格独立结构,随后并列的数个 ὅτι 从句皆充当 ἀπέδειξεν 的宾语。
- 2.0συναιροῦντι
现在分词与格单数阳性,用作表基准或视角的与格(dative of reference),相当于惯用语“对于归纳者而言”或“总而言之”,修饰后文整个潜在希求语气的断言(τρία ἂν εἴη...)。
