← 辛普里丘

亚里士多德《论天》注释

§35.5-36.21

关于火之圆周运动依乎自然说的反驳

辛普里丘批判了斐洛庞诺关于圆周运动对火而言依乎自然的论证,阐明火的圆周运动乃是“超乎自然”的,并且正如亚历山大所指出的,其运动是混合的而非单一的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#11

εἰ γὰρ ἓν ἑνὶ ἐναντίον, ἐναντία δὲ τῇ κατὰ φύσιν τοῦ πυρὸς κινήσει ἡ ἐπὶ τὸ κάτω κίνησις, οὐκ ἂν εἴη καὶ ἡ κύκλῳ αὐτῇ ἐναντία· ὥστε οὐδὲ παρὰ φύσιν· τὸ γὰρ παρὰ φύσιν ἐναντίον· κατὰ φύσιν ἄρα τῷ πυρὶ ἐν τῷ οἰκείῳ τόπῳ ὄντι ἡ κύκλῳ κίνησις. καίτοι ἐχρῆν τῇ Ἀριστοτέλους ἀποδείξει προσχρώμενον εἰς ζήτησιν ἀνακινηθῆναι μᾶλλον, τί δήποτε Ἀριστοτέλης τὸ δοκοῦν ἀπεμφαίνειν εἵλετο λέγειν τὸ μήτε κατὰ φύσιν μήτε παρὰ φύσιν αὐτὸ κύκλῳ κινεῖσθαι,1 καίτοι κινούμενον κύκλῳ. ἀλλὰ πῶς, ὅπερ εἶπον, τὴν μὴ οὖσαν ἰδίαν κατὰ φύσιν ἄν τις λέγοι; κάλλιον οὖν, εἴπερ ἔστιν ὅλως ἁπλῆ, ὑπὲρ φύσιν αὐτὴν λέγειν, ἵνα καὶ μία ἑνὸς ᾖ ἡ κατὰ φύσιν· ὅπερ καὶ αὐτὸ παραχαράττει δύο λέγων τοῦ πυρὸς κατὰ φύσιν κινήσεις, τὴν μὲν ἐπὶ τὸ ἄνω τῶν μερῶν αὐτοῦ τῶν τῆς ὁλότητος ἀποσπασθέντων, τὴν δὲ κύκλῳ τῆς ὁλότητος, ὥστε καὶ ὁ οὐρανὸς κύκλῳ κινούμενος οὐδὲν κωλύεται πῦρ εἶναι, οὐδὲ παρὰ φύσιν αὐτῷ ἔσται ἡ κίνησις. καὶ δῆλον, ὅτι ἐν πᾶσιν τούτοις ἔσφηλεν αὐτὸν τὸ τὴν κύκλῳ κίνησιν οὐρανίαν οὖσαν μὴ ὑπὲρ φύσιν νομίζειν ὑπάρχειν τῷ πυρί, ἀλλὰ κατὰ φύσιν. τὸ δὲ εἶναί τινα καὶ ἐπ’ εὐθείας ἐν αὐτῷ κίνησιν ἰδίαν τοῦ πυρὸς2 ἀναβαινόντων καὶ καταβαινόντων μορίων αὐτοῦ τινων καὶ μανουμένων καὶ πυκνουμένων, ἀληθῶς εἴρηκεν ὁ Ἀλέξανδρος μικτὴν εἶναι τὴν κίνησιν δεικνὺς καὶ οὐκέτι ἁπλῆν, καὶ οὕτως συνάγων, ὅτι οὔτε κατὰ φύσιν οὔτε παρὰ φύσιν ἐστὶ τῷ πυρὶ ἡ κυκλοφορία· καὶ διὰ τοῦτο οὔτε δύο τοῦ αὐτοῦ κινήσεις εἶναι κατὰ φύσιν οὔτε δύο ἑνὶ ἐναντία, ἀλλ’ ἐπειδὴ καὶ κυκλική τίς ἐστιν ἐν τῷ πυρὶ κίνησις καὶ ἐπ’ εὐθείας, ὡς εἴρηται, τὴν μὲν κυκλικὴν ἀπὸ τῶν οὐρανίων ὑπὲρ φύσιν αὐτῷ ῥητέον ἐνδίδοσθαι, τὴν δὲ ἐπ’ εὐθείας τῶν αὐτοῦ μερῶν εἶναι. οὗτος δὲ ἐπιμένει δεικνύναι φιλονεικῶν ἰδίαν οὖσαν τῆς τοῦ ὑπεκκαύματος ὁλότητος τὴν ἐγκύκλιον ἁπλῆν κίνησιν ὁ μηδὲ τὰ οὐράνια πρότερον συγχωρῶν τοιαύτην ἔχειν τὴν κίνησιν· αἴτιον δὲ τὸ νομίζειν ἐκ τούτου συνάγειν, ὅτι, κἂν ἐγκύκλιον καὶ ἁπλῆν κίνησιν ὁ οὐρανὸς κινῆται, οὐδὲν κωλύει ὁμοφυῆ τοῖς ὑπὸ σελήνην ὄντα φθαρτὸν ὁμοίως ἐκείνοις εἶναι καὶ αὐτόν. καὶ ἤρκει μὲν πρὸς τὸν ἀσεβῆ τε ἅμα καὶ ἀλόγιστον σκοπὸν τοῦτον τὸ δεδειχέναι πρότερον, ὅτι οὐκ ἔστιν ἰδία τοῦ ὑπεκκαύματος ἡ κύκλῳ κίνησις, ἀλλ’ ὑπὸ τῆς οὐρανίας ἐνδίδοται περιφορᾶς ὑπὲρ φύσιν, ὡς δηλοῖ τὰ ἐκεῖ συνιστάμενα φάσματα συνανατέλλοντά τε καὶ συνδύνοντα τοῖς ἄστροις καὶ ἐπὶ πολλὰς ἡμέρας· ἤρκει δὲ καὶ τὸ ἐφιστάνειν, ὅτι, κἂν πύριος ὁ οὐρανὸς ἦν ἐγκύκλιον ἁπλῆν ἔχων τὴν κίνησιν, ἀίδιος ἂν ἦν οὐ κατὰ τὴν ὁλότητα μόνην ἐκεῖνος ὥσπερ τὸ πῦρ, ἀλλὰ καὶ κατὰ τὰ μέρη, εἴπερ μηδὲν τούτων ἀποσπᾶται τῆς οἰκείας ὁλότητος καὶ πάλιν αὐτῇ προσφύεται· ὥστε, κἂν κατὰ μηδὲν ἄλλο, κατά γε τοῦτο ἑτέρας ἂν εἴη φύσεως παρὰ τὰ ὑπὸ σελήνην στοιχεῖα, δι’ ἣν οὐ κατὰ τὸ ὅλον μόνον, ὥσπερ τὰ στοιχεῖα, ἀλλὰ καὶ κατὰ τὰ μέρη ἀγένητός τέ ἐστιν ἀπὸ χρόνου καὶ ἄφθαρτος. ἐπειδὴ δὲ πολλὰ πρὸς τὸν Ἀλέξανδρον εἶπεν δεικνύντα μὴ ἁπλῆν, ἀλλὰ μικτὴν οὖσαν τὴν τοῦ ὑπεκκαύματος κίνησιν, ὀλίγα τούτων βασανιστέον. λέγει τοίνυν, κἂν τὰ μὲν ἄνεισιν τοῦ ὑπεκκαύματος καὶ τοῦ ἀέρος, τὰ δὲ κάτεισιν, καὶ τὰ μὲν πυκνοῦται, τὰ δὲ μανοῦται, καὶ δῆλον, ὅτι τὸ μὲν θᾶττον κινεῖται μέρος, τὸ δὲ βραδύτερον, οὐδὲν ἧττον ἁπλῆ ἡ κύκλῳ κίνησίς ἐστιν τοῦ ὅλου· ἐνδέχεται γάρ, φησί, καὶ πυρὸς ἐπὶ τὸ ἄνω φερομένου καὶ ὕδατος ἐπὶ τὸ κάτω τῶν μορίων αὐτῶν τινα τὰ μὲν τῇδε, τὰ δὲ ἐκεῖσε ὑπό τινος ἐξακοντίζεσθαι πνεύματος, ἀλλ’ ὅμως τὸ ὅλον ἁπλῆν τὴν ἀπὸ τοῦ μέσου καὶ ἐπὶ τὸ μέσον κινεῖται. καίτοι τίς ἂν εἴποι κυρίως ἁπλῆν τότε τὴν τοῦ πυρὸς ἐκείνου καὶ τοῦ ὕδατος κίνησιν3 ἐξ ἀνομοίων συγκειμένου μερῶν τοῦ κινουμένου καὶ τοῦ μὲν ἄνω, τοῦ δὲ κάτω ἕλκοντος, ὅτε καὶ λοξὴν εἰκὸς ἐπὶ τῶν εὐθυπορουμένων τὴν κίνησιν γίνεσθαι;

因为,如果一者与一者相反,且向下的运动与火依乎自然的运动相反,那么圆周运动便不会亦与它相反;从而它甚至不是反乎自然的,因为反乎自然者是相反者;因此,对于处于固有处所的火而言,圆周运动是依乎自然的。然而,借用亚里士多德证明的人,本应更多地被促动去探究:亚里士多德究竟为何选择陈述看似荒谬的主张,即火作圆周运动既非依乎自然亦非反乎自然,尽管它确实在作圆周运动。但是,正如我所说,人们怎能把非固有的运动称为依乎自然呢?因此,如果它全然是单一的运动,把它称为超乎自然更为恰当,以便一者依乎自然的运动亦是一项;而他通过主张火有两项依乎自然的运动,亦窜改了这一原则:他称脱离整体的火之部分是向上运动,而火的整体则是作圆周运动,从而即便天体作圆周运动,亦毫不妨碍它是火,且运动对它而言亦不会是反乎自然的。显然,在所有这些事情上,使他误入歧途的正是把身为属天的圆周运动认作是依乎自然而非超乎自然属于火。另一方面,针对火由于其某些部分上升和下降、变稀疏和变稠密而在自身中亦有某种固有的直线运动这一事实,亚历山大确实说得很对,他表明这一运动是混合的而不再是单一的,并由此推论出圆周运行对火而言既非依乎自然亦非反乎自然;因此,既非同一事物有两项依乎自然的运动,亦非两项事物与一者相反,而是既然如前所述,在火中既有某种圆周运动亦有直线运动,便应当说,圆周运动是超乎自然地由天体赋予火的,而直线运动则属于火的部分。但是,这个先前甚至不承认属天事物具有此类运动的家伙,却好辩地坚持要证明圆周单一运动是引火物整体所固有的;其原因在于,他认为由此可以推论出:即使天体作圆周单一运动,亦毫不妨碍它与月下事物同类,且同它们一样自身亦是可毁灭的。而针对这一既不敬又荒谬的目的,此前已经表明圆周运动并非引火物所固有、而是由天体运行超乎自然地赋予的——正如那里形成的显象与星辰一同升起并一同落下长达数日所表明的那样——这本来已经足够了;指出以下这一点本来亦已足够:即使天体是火性的且具有圆周单一运动,它不仅像火一样仅依整体是永恒的,而且依其部分亦将是永恒的,只要其部分没有任何一件会脱离固有整体并再次依附于它;从而,即使在其他方面没有区别,至少在此点上它亦必具有不同于月下诸元素的本性,因这一本性,它不仅像诸元素那样仅就整体而言,而且就其部分而言,亦不是从某一时间生成的,且是不可毁灭的。但是,既然针对表明引火物运动并非单一而是混合的亚历山大,他说了许多反驳的话,便必须对其中少数言论加以审查。于是他说,即使引火物和空气的某些部分上升、某些部分下降,且某些部分变稠密、某些部分变稀疏,并且显然某一部分运动得较快、另一部分较慢,整体的圆周运动依然是单一的;他说,因为当火向上运移、水向下运移时,它们自身的某些微粒可能被某种风吹向这里或那里,但尽管如此,整体依然作离开中心或朝向中心的单一运动。然而,当被运动之物由不相似的部分组成、一部分向上拉而另一部分向下拉时,在径直前行之物的运动很可能变得倾斜之际,有谁能在严格意义上称那时该火与水的运动是单一的呢?

语法注3 条
  1. 1.11τὸ δοκοῦν ἀπεμφαίνειν εἵλετο λέγειν τὸ μήτε κατὰ φύσιν μήτε παρὰ φύσιν αὐτὸ κύκλῳ κινεῖσθαι

    动词 εἵλετο λέγειν(“选择陈述”)支配 τὸ δοκοῦν ἀπεμφαίνειν(“看似荒谬的主张”)作为宾语,其后同格接续由冠词引导的不定式短语 τὸ μήτε κατὰ φύσιν μήτε παρὰ φύσιν αὐτὸ κύκλῳ κινεῖσθαι(“它作圆周运动既非依乎自然亦非反乎自然”),系同位语结构而非双宾语结构。

  2. 1.11τὸ δὲ εἶναί τινα καὶ ἐπ’ εὐθείας ἐν αὐτῷ κίνησιν ἰδίαν τοῦ πυρὸς

    句首带冠词的不定式短语 τὸ ... εἶναι 作为关系宾格(或称主题宾格)出现,引出随后主句 ἀληθῶς εἴρηκεν ὁ Ἀλέξανδρος 所讨论的主题(“关于……这一事实,亚历山大说得对”)。

  3. 1.11καίτοι τίς ἂν εἴποι κυρίως ἁπλῆν τότε τὴν τοῦ πυρὸς ἐκείνου καὶ τοῦ ὕδατος κίνησιν

    带有 ἄν 的潜能祈愿气(τίς ἂν εἴποι,用于反问)支配双宾格结构:κυρίως ἁπλῆν 为宾语补足语,τὴν ... κίνησιν 为直接宾语。接下来的属格绝对分词句(ἐξ ἀνομοίων ... ἕλκοντος)对 τότε 所指示的时间与情境进行了具体展开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:35.5-36.21