- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:358.27-360.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大反驳了柏拉图关于诸天就其自身自然而言是可灭的却因神的意志而保持不灭的观点,论证道在本性上不可能的事情即便对神也是不可能的。
Ὁ δὲ Ἀλέξανδρος μετὰ τὸ πέρας τῆς τοῦ βιβλίου ἐξηγήσεως πάλιν τοῦ Ἀριστοτέλους ἐκείνης μνημονεύσας τῆς λέξεως τῆς λεγούσης “τὸ δὲ φάναι μηδὲν κωλύειν γενόμενόν τι ἄφθαρτον εἶναι” ἀντιλέγειν πειρᾶται πρὸς τὸν Πλάτωνα ἐκ πλείονος παρασκευῆς εἰπόντα,1 ὅτι ὅσον μὲν ἐφ’ ἑαυτῷ τὸ σωματοειδὲς πᾶν λυτὸν ἂν εἴη καὶ φθαρτόν, διὰ δὲ τὴν ἀγαθότητα τῆς θείας βουλήσεως τῆς προσεχῶς τὸν οὐρανὸν παραγούσης ἄλυτος καὶ ἀθάνατος ὁ οὐρανὸς διατελεῖ· καί φησιν, ὅτι τὰ ὑποδεκτικά τινος ἢ ἐνδεχομένως ἔχει τοῦτο, ὡς δύνασθαι καὶ τὰ ἐναντία δέχεσθαι, ἢ ἀναγκαίως· καὶ τὰ μὲν ἐνδεχομένως δυνάμενα κατέχειν δύναται τὴν εἰς τὸ ἕτερον τῶν ἀντικειμένων μεταβολὴν ὑπό τινος κωλυθῆναι, ἐφ’ ὧν δὲ τὸ δυνατὸν ἀντὶ τοῦ ἀναγκαίου λέγεται,2 ταῦτα ἁπλῶς ἀδύνατα ἐν τῷ ἀντικειμένῳ τούτων γενέσθαι· ὃ γὰρ ἁπλῶς ἀδύνατόν ἐστιν, ὑπ’ οὐδενὸς ἂν γένοιτο. “τῶν γὰρ ἀδυνάτων, φησί, τὰ μέν τισιν ἀδύνατα, ὡς τὸ ἆραι βάρος τοσόνδε, ἄλλοις ἂν εἴη δυνατά, τὰ δὲ ἁπλῶς ἀδύνατα, ὧν ἡ φύσις ἡ ὑποκειμένη ἀνεπίδεκτός ἐστι, καὶ ὧν τὰ ἀντικείμενα ἐξ ἀνάγκης αὐτοῖς ὑπάρχει, ταῦτα πᾶσίν ἐστιν ἀδύνατα, ὡς τὸ τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ ποιῆσαι ἢ τὰ δὶς δύο πέντε. τούτων δὲ οὕτως ἐχόντων, φησίν, ἴδωμεν, τοῖς φθαρτοῖς πῶς ἡ τοῦ φθαρῆναι δύναμις ὑπάρχει, πότερον ὡς ἐνδέχεσθαι καὶ μὴ φθαρῆναι ἢ ὡς ἐξ ἀνάγκης φθαρησομένοις. ἀλλ’, εἰ μὲν ἐνδεχομένως, ἐνεδέχετο ἂν καὶ ἀφ’ ἑαυτοῦ τι τῶν φθαρτῶν μὴ φθαρῆναι· τοιοῦτον γὰρ τὸ ἐνδεχόμενον τὸ οἷόν τε γενέσθαι καὶ μὴ γενέσθαι. ἐπεὶ δὲ μηδὲν ἐνδέχεται τῶν φθαρτῶν ἐξ αὑτοῦ μὴ φθαρῆναι, ἐξ ἀνάγκης ἂν ὑπάρχοι τὸ δεῖν φθαρῆναι τοῖς φθαρτοῖς. εἰ δὲ ἐξ ἀνάγκης τοῦτο, τοῦ ἀντικειμένου ἂν τούτῳ ἀνεπίδεκτα εἴη· ἔστι δὲ τοῦτο τὸ μὴ φθαρῆναι· ἀδύνατον ἄρα, καὶ πᾶσιν ἀδύνατον καὶ ἁπλῶς ἀδύνατον, τὸ φθαρτὸν μὴ φθαρῆναι. τούτου δὲ οὕτως ἔχοντος, φησί, πότερον πάντα τῷ θεῷ δυνατὰ λέγουσιν οἱ ταῦτα λέγοντες ἢ λέγουσί τινα κἀκείνῳ ἀδύνατα; εἰ γὰρ εἴη τινὰ κατ’ αὐτοὺς ἀδύνατα τῷ θεῷ, δῆλον, ὅτι ταῦτα ἄν εἴη τὰ τῇ αὐτῶν φύσει τοιαῦτα. ἀλλὰ μὴν λέγουσί τινα κἀκείνῳ ἀδύνατα· ὁ γὰρ λέγων “ἀλλ’ οὔτε ἀπολέσθαι τὰ κακὰ δυνατόν, ὦ Θεόδωρε, οὔτε ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ” ἐξ ἀνάγκης ὡς ὂν τὸ τοιοῦτον ἀδύνατον καὶ τῷ θεῷ λέγει. εἰ γὰρ ἦν, φησί, δυνατὸν αὐτῷ, τί ἄν πρὸ τούτου μᾶλλον ἐβουλήθη; ἀλλ’ εἰ τὰ τῇ αὑτῶν φύσει ἀδύνατα καὶ τοῖς θεοῖς ἀδύνατα, ἀδύνατον δὲ τῇ αὑτοῦ φύσει τὸ φθαρτὸν μὴ φθαρῆναι, φθαρτὸς δὲ ὁ κόσμος, ἀδύνατον καὶ τῷ θεῷ τὸ μὴ φθαρῆναί ποτε τὸν κόσμον. εἰ γὰρ τοῦτο τὸ ἀδύνατον δυνατὸν ἐκείνῳ, τί δήποτε οὐχὶ καὶ τῶν ἄλλων ἕκαστον τῶν γενητῶν τε καὶ φθαρτῶν ἄφθαρτον ἐποίησεν; ἐφ’ ἑκάστου γὰρ ἔχει λόγον τὸ ἄφθονον εἶναι τὸ θεῖον;3
然而亚历山大在本书阐释的结尾之后,再次提及亚里士多德那句“而说没有任何东西阻止某种生成之物成为不灭”的话,试图反驳柏拉图——后者曾作了充分准备论述道,就其自身而言,一切物体性的存在都是可消解且可灭的,但由于直接产生诸天的神圣意愿之良善,诸天持续处于不可消解且不死的状态。并且他说,接纳某种事物的东西,要么是偶然地具有它,从而亦能接纳对立面,要么是必然地具有它;并且那些能够偶然保持它的事物,它们向对立面中的另一方的转变可能被某种力量阻止,而在“可能”被用来代替“必然”的那些事物上,这些事物要处于它们的对立面之中则是绝对不可能的;因为绝对不可能的事情,是不会由任何力量促成的。“因为在不可能的事物中,”他说,“有些是对某些主体不可能(例如举起如此巨大的重量),对另一些主体则是可能的;但那些绝对不可能的事物,即基底的自然无法接纳、并且其对立面必然属于它们的事物,对所有主体都是不可能的,例如使对角线与边可通约,或者使二乘二等于五。既然如此,”他说,“让我们看看,可灭之物具有毁灭的能力究竟是怎样的:是作为亦可不灭而偶然具有,还是作为必然要毁灭的事物而具有?然而,如果是偶然地,那么可灭之物中的某种原本亦可凭其自身而不灭;因为偶然之物就是既可能发生亦可能不发生的那类事物。但既然可灭之物中没有任何东西可以凭其自身而不灭,那么应当毁灭这一规定就必然属于可灭之物。而如果这是必然的,它们就无法接纳与此对立的状态;而这[对立的状态]就是不毁灭;因此,可灭之物不毁灭是不可能的,对一切主体是不可能的,且是绝对不可能的。既然如此,”他说,“说这些话的人是说一切对于神都是可能的,还是说有些事情即便对于神也是不可能的?因为如果按照他们的看法,有些事情对于神是不可能的,那么显然,这些事情就会是凭其自身自然就是如此的事物。然而他们确实说有些事情即便对于神也是不可能的;因为那位说出‘但是,西奥多洛啊,恶既不可能被消灭,也不可能在诸神中确立,而是环绕着必死的自然和这个处所’的人,必然是在表明这般事物即便是对于神也是不可能的。因为,”他说,“如果这对神是可能的,他在这一愿望之前还会更愿望什么呢?但是,如果凭其自身自然不可能的事物对诸神亦是不可能的,而可灭之物不毁灭凭其自身自然是不可能的,且宇宙是可灭的,那么宇宙决不毁灭即便对于神亦是不可能的。因为如果这一不可能之事对于他是可能的,究竟为何他没有把其他每一个既生成又可灭的事物亦造为不灭呢?因为,难道神性的毫无吝啬不是在每一种事物上都有道理么?”
- 1.135ἐκ πλείονος παρασκευῆς εἰπόντα
宾格分词 εἰπόντα 与前面的 τὸν Πλάτωνα 一致。介词短语 ἐκ πλείονος παρασκευῆς(“作了充分准备地”)直接修饰分词 εἰπόντα,指柏拉图在《蒂迈欧篇》等处经过周密准备而论述了物体的可解构性与依神意的不灭性。虽然在句法上亦可作为倒装而修饰主动词短语 ἀντιλέγειν πειρᾶται(亚历山大经过充分准备而试图反驳),但从语序的紧密结合来看,修饰柏拉图的论述更为自然。
- 1.135ἐφ’ ὧν δὲ τὸ δυνατὸν ἀντὶ τοῦ ἀναγκαίου λέγεται
关系从句 ἐφ’ ὧν ... 作为主句中 ταῦτα 的先行成分。它指那些“可能”一词并非在偶然意义(即兼具走向对立面的潜能)下使用,而是在“必然”的意义下(或蕴涵对立面之绝不可能)被使用的情形。
- 1.135ἐφ’ ἑκάστου γὰρ ἔχει λόγον τὸ ἄφθονον εἶναι τὸ θεῖον;
句末的分号是古典希腊语的问号。承接前一句的反诘修辞疑问(“究竟为何他没有把其他每一个既生成又可灭的事物亦造为不灭呢?”),由 γάρ 引出的此句构成进一步的反诘:“难道神性的毫不吝啬在每一个事物上不都是有道理的吗?”主语是由冠词引导的不定式短语 τὸ ἄφθονον εἶναι τὸ θεῖον,动词是 ἔχει,宾语是 λόγον。
