← 辛普里丘

亚里士多德《论天》注释

§357.10-358.26

通过自然学论证说明生成与毁灭的必然性

辛普利丘阐明亚里士多德从普遍论证转向自然学论证的过程,重构基于质变与对立面公理证明生成物与毁灭物之有限性的推论,并说明在单方向上无限之物被称为“永恒”的用法语境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.135#1

" Καὶ φυσικῶς δὲ καὶ μὴ καθόλου σκοποῦσιν ἕως τοῦ τέλους." Εἰπὼν πρότερον, ὅτι καθόλου περὶ παντὸς σκεψαμένοις, εἰ δυνατὸν γενητόν τι ἄφθαρτον εἶναι ἢ ἀγένητον φθαρτόν, ἔσται καὶ περὶ τοῦ οὐρανοῦ δῆλον, καὶ μέχρι νῦν καθολικὰς τὰς ἀποδείξεις ποιησάμενος νῦν φυσικῶς καὶ ἀπὸ τῶν φυσικῶν ἀρχῶν τὰ αὐτὰ δεῖξαι προτίθεται. καὶ μέντοι τὴν πίστιν ἀπὸ τῶν κατὰ μέρος λαμβάνει, ὥστε καὶ κατὰ τοῦτο τὰ νῦν λεγόμενα διαφέρειν τῶν καθολικῶν ἀποδείξεων, οὐ μόνον ὅτι ἀπὸ φυσικῶν ἀρχῶν καὶ οὐκ ἀπὸ κοινῶν εἴληπται, ὡς τὰ πρότερα, ἀλλὰ καὶ ὅτι ἀπὸ τῆς τῶν κατὰ μέρος ἐν τοῖς φυσικοῖς ἐπιβλέψεως. δείκνυσιν οὖν, ὅτι καὶ τὸ φθαρτὸν γίνεται πάντως καὶ ἀδύνατόν ἐστι φθαρτόν τι ὂν ἀγένητον καὶ ἀΐδιον οὕτως εἶναι, καὶ ὅτι τὸ γενητὸν πάντως φθείρεται καὶ ἀδύνατόν ἐστι γενητόν τι ὂν καὶ πρότερον μὴ ὂν ἄφθαρτον καὶ ἀΐδιον τοῦ λοιποῦ διατελεῖν. δείκνυσι δὲ αὐτὰ προλαβὼν ἀξιώματα ταῦτα· ἓν μέν, ὃ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἀποδείξει, ὅτι τὰ φθαρτὰ καὶ γενητὰ πάντως καὶ ἀλλοιωτά ἐστιν· ἀλλοιουμένων γάρ τινων καὶ κατὰ ποιότητα μεταβαλλόντων αἱ φθοραὶ καὶ αἱ γενέσεις συμβαίνουσι. τούτῳ δὲ κατ’ ἀρχὰς ἐχρήσατο τούτου τοῦ βιβλίου, ὅτε ἐδείκνυεν, ὅτι τὸ θεῖον σῶμα ἀναλλοίωτόν ἐστιν, εἴπερ ἀγένητον καὶ ἄφθαρτον. δεύτερον λαμβάνει, ὅτι τὰ ἀλλοιούμενα κατὰ ποιότητα μεταβάλλοντα, ἐπειδὴ αἱ ποιότητες κατὰ ἐναντιώσεις διῄρηνται, τοῖς ἐναντίοις ἀλλοιοῦνται. καὶ τρίτον, ὅπερ ἐν τῇ Φυσικῇ ἀκροάσει δέδεικται, ὅτι καὶ τὰ γινόμενα ἐκ τῶν ἐναντίων γίνεται καὶ τὰ φθειρόμενα εἰς τὰ ἐναντία φθείρεται· καὶ τούτῳ δὲ κατ’ ἀρχὰς ἐχρήσατο τοῦδε τοῦ βιβλίου, ὅτε ἀγένητον καὶ ἄφθαρτον ἐδείκνυ τὸν οὐρανὸν ἐκ τοῦ μὴ ἔχειν ἐναντίον. τούτων τοίνυν ἀκριβῶς ἀποδεδειγμένων ὑπομνήσας διὰ τῆς ἐν τάξει παραθέσεως αὐτῶν καὶ τὴν ὅλην περὶ τῶν προκειμένων ἀπόδειξιν παραδέδωκεν ἔχουσαν οὕτως·1 πάντα τὰ γενητὰ καὶ φθαρτὰ καὶ ἀλλοιωτὰ πάντως ἐστί, τὰ δὲ ἀλλοιωτὰ ὑπὸ ἐναντίων ἀλλοιοῦνται, τὰ δὲ ὑπὸ ἐναντίων ἀλλοιούμενα, ἐπειδὴ ὅλως ἔχει ἐναντία γενητὰ καὶ φθαρτὰ ὄντα, καὶ γίνεται ἐκ τῶν ἐναντίων καὶ φθείρεται εἰς τὰ ἐναντία· πᾶν ἄρα γενητὸν καὶ γίνεται ἐκ τοῦ ἐναντίου καὶ φθείρεται εἰς τὸ ἐναντίον καὶ πᾶν φθαρτὸν ὁμοίως· ὥστε καὶ τὸ γενητόν, ἐπειδὴ ἀλλοιωτὸν ὂν ἔχει ἐναντίον, καὶ γίνεται πάντως ἐκ τοῦ ἐναντίου καὶ φθείρεται εἰς τὸ ἐναντίον· ἀδύνατον ἄρα τὸ γενητὸν ἄφθαρτον εἶναι καὶ οὕτως ἀίδιον. καὶ τὸ φθαρτὸν πάλιν, ἐπειδὴ καὶ αὐτὸ ἀλλοιωτόν ἐστιν ἔχον ἐναντίον, οὐ μόνον φθείρεται εἰς τὸ ἐναντίον, ἀλλὰ καὶ γίνεται ἐκ τοῦ ἐναντίου· ὥστε ἀδύνατον ἀγένητον καὶ οὕτως ἀίδιον εἶναι τὸ φθαρτόν. Ἐπιστῆσαι δὲ χρή, ὅτι καὶ τὸ ἀγένητον, κἂν φθαρτὸν ὑπόκειται, ἀίδιον ὁ Ἀριστοτέλης καλεῖ διὰ τὸ μὴ ἔχειν ἀρχὴν τῆς γενέσεως, εἰ καὶ πέρας ἔχει τοῦ εἶναι καὶ τὸ ἄφθαρτον ὁμοίως, κἂν γενητὸν λέγηται, καὶ αὐτὸ ἀίδιον καλεῖ διὰ τὸ ἀνέκλειπτον τοῦ λοιποῦ τὴν ὑπόστασιν ἔχειν. οἶδε δὲ διαφορὰν τοῦ τε ἐπὶ θάτερα τούτου ἀιδίου καὶ τοῦ ἐπ’ ἄμφω,2 ὡς δηλοῖ σαφῶς τὸ ἄπειρον χρόνον ὑπάρχον διελὼν εἴς τε τὸ ἁπλῶς, ὅπερ ἐστὶ τὸ ἐπ’ ἄμφω, καὶ εἰς τὸ ἀπό τινος, ὅπερ ἐστὶ τὸ ἐπὶ θάτερα, ὅτε ἔλεγεν· “τὸ δὲ ἄπειρον χρόνον ἢ ἁπλῶς ἢ ἀπό τινος ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ὑπάρχει ὄν”.

“并且对于依自然学而非普遍地加以考察的人而言……直至:末尾。” 此前他说过,对于在所有事物上普遍考察了被生成之物是否可能不灭或未生之物是否可能毁灭的人而言,关于诸天的情况亦将变得明了;并且他直至刚才为止所作的论证皆是普遍性的,而现在他打算依自然学并且依据自然学的诸原理来表明同样的事实。而且他确实是从个别事物中获得这种信服力的,因此在这一方面,现在所谈论的内容亦不同于普遍性的论证,不仅在于它是取自自然学的原理而非如先前的论证那样取自共通的原理,而且还在于它是取自对自然事物中个别事物的观察。因此他表明,可灭之物必定亦是生成的,任何可灭之物作为未生者并以此种方式成为永恒是不可能的;而被生成之物必定亦会毁灭,任何被生成且此前不存在之物在今后的时间里持续不灭且永恒亦是不可能的。他在预先设定了如下几条公理之后表明了这些结论:其一,是他将在《论生成与消灭》中论证的,即可灭与被生成之物在任何情况下亦是可被改变性质的;因为在某些事物受到质变并依性质发生变化时,毁灭与生成便会随之发生。而他在本书开端,当他表明神圣物体既然未生且不灭因而不可质变时,就已经使用了这一条公理。第二,他设定,受到质变之物依性质发生变化,由于诸性质是依对立面被区分的,因而受到对立面的质变。第三,即在《物理学》中所证明的,生成之物由对立面生成,毁灭之物归入对立面毁灭;而在本书开端,当他依诸天不具有对立面而表明诸天未生且不灭时,他亦使用了这一条公理。因此,在通过有序罗列而使人想起这些已被严格证明的前提之后,他亦给出了关于所提论题的完整论证,其内容如下:一切被生成且可灭之物在任何情况下亦皆是可质变的,而可质变之物受到对立面的质变,受到对立面质变之物,既然普遍具有对立面且是被生成与可灭的,就既由对立面生成,又归入对立面毁灭;因此一切被生成之物既由对立面生成,又归入对立面毁灭,一切可灭之物亦同样如此;从而被生成之物,既然作为可质变者而具有对立面,就必定既由对立面生成,又归入对立面毁灭;因此被生成之物成为不灭且以此种方式成为永恒是不可能的。反过来,可灭之物既然本身亦是具有对立面的可质变者,它就不仅归入对立面毁灭,而且亦由对立面生成;从而可灭之物成为未生且以此种方式成为永恒是不可能的。 然而应当注意到,即使假定它是可灭的,亚里士多德亦把未生之物称为永恒的,这是由于它没有生成的开端,即便它具有存在的终点;同样,不灭之物即便被称为生成的,他亦将其称为永恒的,这是由于它在今后的时间里具有永不衰竭的存立。并且他知晓这种在单方向上的永恒与在双方向上的永恒之间的区别,正如他在把处于无限时间中的事物区分为绝对的事物(即在双方向上的事物)与从某个起点开始的事物(即在单方向上的事物)时所清楚表明的那样,当时他说:“处于无限时间中的事物,要么是绝对的,要么是从某个起点开始的,要么是永远的,要么是通常存在的。”

语法注2 条
  1. 1.135τούτων τοίνυν ἀκριβῶς ἀποδεδειγμένων ὑπομνήσας διὰ τῆς ἐν τάξει παραθέσεως αὐτῶν καὶ τὴν ὅλην περὶ τῶν προκειμένων ἀπόδειξιν παραδέδωκεν ἔχουσαν οὕτως

    句首的属格短语 τούτων ... ἀποδεδειγμένων 作分词 ὑπομνήσας(其逻辑主语为亚里士多德)的属格宾语,表示所提醒的事物。主句由 καὶ ... παραδέδωκεν 构成,此处的连词 καὶ 起到承接分词从句并引出主句的后置连词(apodotic)作用。

  2. 1.135τοῦ τε ἐπὶ θάτερα τούτου ἀιδίου καὶ τοῦ ἐπ’ ἄμφω

    依附于 διαφοράν(区别)的两个属格成分通过 τε...καί 构成并列。前者在定冠词 τοῦ 与实质化形容词 τούτου ἀιδίου 之间嵌入介词短语 ἐπὶ θάτερα(朝向单方面的);后者则由 τοῦ 引导 ἐπ’ ἄμφω(朝向双方面的),承前省略了中心词 ἀιδίου。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:357.10-358.26