- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:360.3-361.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修探讨了亚历山大对柏拉图的批判,指出同样的论证方式反过来亦适用于亚里士多德在《自然学》第八卷中的观点,并辩护了柏拉图与亚里士多德在概念上将物体性与神圣良善相区分的真正意图。
” Ταῦτα τοῦ Ἀλεξάνδρου καὶ αὐτοῖς γεγραφότος τοῖς ῥήμασι θαυμάσοι ἄν τις,1 πῶς οὐ τὰ αὐτὰ πρὸς τὸν Ἀριστοτέλην ἀντείρηκεν ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως ἀποδείξαντα, ὅτι2 ὁ οὐρανὸς πεπερασμένος ἐστὶ κατὰ μέγεθος τῇ ἑαυτοῦ φύσει, καὶ ὅτι τὸ πεπερασμένον σῶμα πεπερασμένην ἔχει δύναμιν, καὶ ὅτι διὰ τὴν ἀπὸ τοῦ ἀκινήτου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος αἰτίου προσεχῶς ἐνδιδομένην δύναμιν ἀεικίνητός ἐστι. τί γὰρ διαφέρει ταῦτα λέγειν, ἢ ὅτι διὰ μὲν τὸ γενητὸς εἶναι ἀθάνατος οὐκ ἔστι τὸ πάμπαν, διὰ δὲ τὸ προσεχῶς τῆς θείας ἀγαθότητος ἀπολαύειν καὶ ἀμέσως οὔτε λυθήσεται οὔτε τεύξεται θανάτου μοίρας; ἐξῆν γὰρ καὶ τὸν Ἀριστοτέλους ἐρωτᾶν λόγον· πῶς ἄρα ὑπάρχει τῷ οὐρανῷ τὸ πεπερασμένον τῆς δυνάμεως; πότερον ὡς ἐνδέχεσθαι καὶ μὴ περανθῆναι ἢ ἐξ ἀνάγκης περανθησομένης; καὶ εἰ μὲν ἐνδεχομένως, ἐπάγειν, ὅτι ἐνεδέχετό τι καὶ ἄλλο πεπερασμένον σῶμα ἄπειρον ἔχειν δύναμιν, εἰ δὲ ἐξ ἀνάγκης, ἐκεῖνο λέγειν,3 ὅτι πᾶσιν ἄρα ἀδύνατον καὶ ἁπλῶς ἀδύνατον, ὥστε καὶ τῷ θεῷ ἀδύνατον εἶναι τὴν πεπερασμένην δύναμιν ποιῆσαι μὴ περανθῆναι. Ἀλλ’ ἡ μὲν ὁμοιότης τῶν λόγων πρόδηλος, οἶμαι, καὶ τοῖς ἀμβλύτερον ὁρῶσιν, ὁ δὲ Ἀλέξανδρος οὐκ ἐνενόησεν, ὅτι καὶ Πλάτων καὶ Ἀριστοτέλης τὸν οὐρανὸν ὑπὸ τοῦ θεοῦ γίνεσθαι καὶ κινεῖσθαι προσεχῶς λέγοντες οἴδασι μὴ ἐνδεχομένως μηδὲ παρὰ φύσιν, ἀλλὰ ἀναγκαίως καὶ κατὰ φύσιν ἀϊδιότητα καὶ ἀεικινησίαν ὑπὸ τοῦ θεοῦ δεδομένην τῷ οὐρανῷ, βουληθέντες δὲ διὰ θεοσέβειαν ἐπιδεῖξαι θεόθεν ταῦτα διδόμενα καὶ οὐκ ἀπὸ τῆς σωματικῆς ἀναβλαστάνοντα φύσεως τῷ λόγῳ τὸ γινόμενον ἀπὸ τοῦ ποιοῦντος καὶ τὸ κινούμενον ἀπὸ τοῦ κινοῦντος χωρίσαντες ὑπέδειξαν, ὅτι ἡ μὲν σωματικὴ φύσις, ὥσπερ τὴν ὑπόστασιν ἀφ’ ἑαυτῆς οὐκ ἔχει, οὕτως οὐδὲ τὴν ἀϊδιότητα οὐδὲ τὴν ἀεικινησίαν, ἀλλ’ ὁ θεὸς τούτων αἴτιος. ὥσπερ οὖν ἐν τῷ Πολιτικῷ βουληθεὶς ὁ Πλάτων δεῖξαι τὴν διακόσμησιν πᾶσαν καὶ τάξιν ἀπὸ τοῦ δημιουργοῦ τῷ σωματοειδεῖ παρεχομένην χωρίσας τῷ λόγῳ τὸν δημιουργὸν εἰς ἀταξίαν ὑποφερόμενον ὑπέδειξε τὸν κόσμον, οὕτως καὶ ἐν τούτοις ἐβουλήθησαν δεῖξαι, τίς μὲν ἡ τοῦ σωματοειδοῦς αὐτοῦ καθ’ αὐτὸ φύσις, ὅτι ἁπλῆ, εἰ τύχοι, ἢ ἐκ τῆς τῶν τεσσάρων στοιχείων ἀκρότητος καὶ σφαιροειδὴς καὶ πεπερασμένη καὶ κυκλοφορητική, τίς δὲ ἡ προσεχὴς εἰς αὐτὸ τοῦ δημιουργοῦ ἐνέργεια, ὅτι ἀϊδιότητος καὶ ἀεικινησίας αἰτία, ὅτι μὴ καὶ τοῦ σωματοειδοῦς αὐτοῦ καὶ τοῦ σχήματος καὶ τῶν ἄλλων τῶν συνουσιωμένων ὁ θεὸς αἴτιος, ἀλλ’ ὅτι τούτοις ὑποστᾶσιν καὶ καθ’ ἑαυτὰ θεωρουμένοις μείζονα καὶ θειότερα ἀγαθὰ ὑπάρχει ἀπὸ τῆς ὑπεροχῆς αὐτοῖς τοῦ θεοῦ τῆς πρὸς αὐτὰ ἐνδιδόμενα· καὶ οὐδὲν ἄλλο λέγει ὁ λόγος, ἢ τί μὲν ὡς γενητῷ καὶ πεπερασμένῳ τῷ κόσμῳ ὑπάρχει, εἰ ὑποστὰς καθ’ αὑτὸν ἦν, τί δὲ ὡς τῷ θεῷ προσεχῶς συνηρτημένῳ καὶ διὰ τοῦτο πρὸς τὴν ἀπ’ αὐτοῦ τελειοτέραν μέθεξιν ἐπιτηδείῳ. ὥσπερ γὰρ γενητὸς καὶ πεπερασμένος ἐστὶ καθ’ αὑτόν, οὕτως καὶ ἐπιτήδειος πρὸς ἀϊδιότητα καὶ ἀεικινησίαν. οὐδὲ τοῦτο οὖν ἁπλῶς ἀληθὲς εἰπεῖν, ὅτι τῇ ἑαυτοῦ φύσει φθαρτὸς ὁ κόσμος· ἡ γὰρ ὅλη φύσις αὐτοῦ μετὰ τῆς πρὸς τὸν δημιουργὸν ἐπιτηδειότητος θεωρεῖται, δι’ ὃν μετέχει τῶν ἀϊδίων αὐτὸς ἀγαθῶν· ἀλλ’ ὁ λόγος τὰ ἀχώριστα χωρίσας τό τε σωματοειδὲς τοῦ κόσμου καὶ τὴν ἀγαθότητα τοῦ θεοῦ καθ’ αὑτὰ θεωρεῖν ἐπεχείρησεν.
”亚历山大既然用原话写下了这些,人们也许会惊讶,他为何没有针对亚里士多德提出同样的反对,而后者在《自然学讲义》第八卷中证明了天按其自身的自然在量度上是有限的,有限的物体具有有限的能力,并且由于从不动且始终处于同一状态、以同样方式存在的原因直接赋予的能力而处于永恒运动之中。因为说这些,与说[天]一方面由于是生成的而绝非不死,但另一方面由于直接且毫无中介地享有神圣的良善而既不会被消解也不会遭遇死亡的命运,究竟有何不同?因为原本亦可以向亚里士多德的论证发问:“那么能力的有限性究竟是如何属于天的?是作为亦可不受限而偶然具有,还是作为必然要受到限制而具有?”如果是偶然地,便可推论出某种其他有限物体亦可能具有无限的能力;但如果是必然地,便可说出那条论据:这对一切主体都是不可能的且是绝对不可能的,以至于对于神而言,使有限的能力不受限制亦是不可能的。但是,这些论证的相似性,我认为即便对于目光较为迟钝的人也是显而易见的,然而亚历山大却没有想到,柏拉图和亚里士多德在说天由神直接生成并被直接推动时,都知道由神赋予天的永恒性和永恒运动既非偶然亦非违反自然,而是必然地且依照自然[赋予的];然而他们出于敬虔,意欲指明这些是由神所赋予的,而非从物体性的自然中生长出来的,因而通过在理论中把生成者与创造者、被推动者与推动者分离开来,他们指出了物体性的自然正如不能从其自身获得持存一样,同样也不能具有永恒性或永恒运动,而是神为这些事物的原因。正如柏拉图在《政治家》中意欲表明一切秩序与排列都是由造物主赋予物体性存在时,通过在理论中把造物主分离开来,指明了宇宙正向下漂入无秩序之中,同样在这些问题上,他们亦意欲指明物体性自身就其自性而言究竟是何种自然——即例如,它是单一的,或是由四元素的巅峰组成,且是球形的、有限的并作圆周运动的——以及造物主对它的直接作用究竟是何种作用——即是永恒性与永恒运动的原因;这并不是说神不也是物体性自身、形状以及其他共质特性的原因,而是说对于这些已经成立且被就其自身加以考察的事物,有从神对它们的优越性赋予它们的更伟大、更神圣的善好属于它们;并且这一论辩所言非他,无非是说倘若宇宙是凭其自身持存的,那么作为生成且有限的宇宙究竟具有什么,而作为直接依附于神并因此适于接受从神而来的更完满分有的宇宙,又具有什么。因为正如它就其自身而言是生成且有限的,同样它亦适于永恒性与永恒运动。因此,说宇宙凭其自身的自然是可灭的,这也并非绝对为真;因为它的全部自然是与其对造物主的适合性一同被考察的,正是通过造物主,它自身才分有了永恒的善好;然而这一论辩将不可分割的事物分离开来,试图就其自身来考察宇宙的物体性与神的良善。
- 1.135Ταῦτα τοῦ Ἀλεξάνδρου καὶ αὐτοῖς γεγραφότος τοῖς ῥήμασι θαυμάσοι ἄν τις
Ταῦτα... γεγραφότος 为属格绝对结构,句首的引号 ” 标示上一语块中引自亚历山大引文的结束。主句是带有潜能祈愿式(potential optative)的 θαυμάσοι ἄν τις(“人们也许会惊讶”),引导后续由 πῶς 引出的间接疑问从句。
- 1.135ὅτι μὴ καὶ τοῦ σωματοειδοῦς αὐτοῦ καὶ τοῦ σχήματος καὶ τῶν ἄλλων τῶν συνουσιωμένων ὁ θεὸς αἴτιος, ἀλλ’ ὅτι
ὅτι μή 引导被排斥的理由或理解(“这并不是说神不是……的原因”),与后文的 ἀλλ’ ὅτι(“而是说……”)形成强烈的对照,用以说明将物体性与神的良善区分开来绝非否认神作为物体本身的造因。
- 1.135ἐπάγειν... ἐκεῖνο λέγειν
不定词 ἐπάγειν 与 λέγειν 依存于前文的非人称结构 ἐξῆν(“原本可能”),与 ἐρωτᾶν 处于并列结构中,分别对应条件从句 εἰ μὲν... 与 εἰ δὲ... 表述推论和论据。
