← 辛普里丘

亚里士多德《论天》注释

§355.16-357.9

指向过去之潜能的不可能性

辛普里丘注解了亚里士多德关于被生成且不灭之物或未生而可灭之物将导致具有指向过去的能力、并归结为“在去年存在/不存在”这一荒谬结论的论证,探讨了潜能仅关涉现在与未来的理由及文本异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.133

" Ἀλλὰ μὴν οὐδέν γε ἀληθὲς εἰπεῖν ἕως τοῦ ἀλλὰ τοῦ εἶναι ἢ ἔσεσθαι." Δείξας, ὅτι τῷ λέγοντι γενητόν τι ἄφθαρτον εἶναι ἀκολουθεῖ τὸ δύναμιν ἔχειν τὸ αὐτὸ τοῦ τὰ ἀντικείμενα ἅμα ὑπάρξαι αὐτῷ, ἔνστασιν ἐφεξῆς λύει δυναμένην φέρεσθαι πρὸς τὸν λόγον τοιαύτην. τὸ γενητὸν μὲν ἄφθαρτον δὲ τοῦ μὲν μὴ εἶναι τὴν δύναμιν εἰς τὸ παρεληλυθὸς ἔχει, εἴπερ πρότερον μὴ ὂν ὕστερον ἔστι, τοῦ δὲ εἶναι εἰς τὸ μέλλον, εἴπερ ἄφθαρτον ὑπόκειται· οὐκ ἄρα ἅμα ἕξει δύναμιν τοῦ εἶναί τε καὶ μὴ εἶναι, ὥστε οὐδὲ ἐνεργείᾳ ἅμα ἕξει τὰ ἀντικείμενα. ταύτην δὲ τὴν ἔνστασιν λύων φησίν, ὅτι πᾶσα δύναμις ἢ εἰς τὸν ἐνεστῶτα χρόνον ἔστιν ἢ εἰς τὸν μέλλοντα· καὶ γὰρ κυρίως δυνατὰ λέγομεν τὰ μήπω μὲν ὄντα, οἷά τε δὲ γενέσθαι, τούτῳ διαφέροντα τῶν ὑπαρχόντων τῷ μέλλειν καὶ μήπω εἶναι. εἰ οὖν ἐπὶ μηδενὸς ἀληθές1 ἐστιν εἰπεῖν νῦν, ὅτι ἔστι πέρυσιν ἢ οὐκ ἔστι πέρυσιν (ἀμφοτέρως γὰρ γράφεται)· οὐ γὰρ ἀληθὲς νῦν εἰπεῖν, ὅτι ἔστιν ὁ πέρυσι χρόνος, οὐδέ τι τῶν ἐν τῷ χρόνῳ τῷ πέρυσιν ὄντων ὅτι νῦν ἔστιν, ἀλλ’ οὐδὲ πέρυσιν ἀληθὲς ἦν εἰπεῖν, ὅτι τὸ νῦν μέρος τοῦ χρόνου ἔστιν, ὃ μετ’ ἐνιαυτὸν γέγονεν· οὐ γὰρ ἔστιν ἐπαλλάσσειν τοὺς χρόνους· εἰ οὖν τοῦτο ἀληθές, ἀδύνατον τὸ μὴ ὄν ποτε ὕστερον ἀΐδιον εἶναι, τουτέστι τὸ γενητὸν ἄφθαρτον τοῦ λοιποῦ διατελεῖν. ἐπειδὴ γὰρ πρότερον μὴ ὂν ὕστερον ἔστιν, ἕξει καὶ γενόμενον τὴν τοῦ μὴ εἶναι δύναμιν, οὐχὶ τοῦ τότε μὴ εἶναι, ὅταν ἤδη γέγονεν· ὑπάρχει γὰρ ἐνεργείᾳ τότε ὄν· ἀνάγκη οὖν τοῦ πέρυσι καὶ ἐν τῷ παρεληλυθότι χρόνῳ τὸ τοιοῦτον ἔχειν τὴν δύναμιν. καί ἐστι μὲν καὶ τοῦτο ἄτοπον, εἴπερ μηδεμία δύναμις τοῦ γεγονέναι ἔστιν, ἀλλὰ τοῦ εἶναι ἢ τοῦ ἔσεσθαι, αὐτὸς δὲ εἰς ἐναργέστερον ἀπάγων ἔστω φησὶν οὗ ἔχει τὴν δύναμιν ὑπάρχον αὐτῷ ἐνεργείᾳ·2 ἔσται ἄρα ἀληθὲς εἰπεῖν νῦν περὶ τοῦ νῦν δύναμιν ἔχοντος τοῦ μὴ εἶναι, οὐ μόνον ὅτι πέρυσι δύναμιν ἔχει τοῦ μὴ εἶναι, ἀλλ’ ὅτι οὐκ ἔστι πέρυσιν· ὅπερ ἔτι ἀτοπώτερον τὸ νῦν αὐτὸ ὑπάρχειν ἐν τῷ μὴ εἶναι πέρυσιν· ἔσται γὰρ νῦν τὸ πέρυσι· νῦν γὰρ ὑπόκειται ἔχειν τὴν τοῦ μὴ εἶναι πέρυσι δύναμιν. ὅρα οὖν, ὅτι ἀκολουθοτέρα γραφή ἐστιν ἡ λέγουσα “ὅτι οὐκ ἔστι πέρυσι”. καὶ γὰρ τοῦτο συνεπεράνατο εἰπών· ἔσται ἄρα ἀληθὲς εἰπεῖν νῦν, ὅτι οὐκ ἔστι πέρυσι. καὶ μέντοι τῷ ἔστι πέρυσι χρήσεται ἐφεξῆς ἐπὶ τοῦ ἀγενήτου μὲν φθαρτοῦ δὲ. εἰκότως δὲ εἶπεν, ὅτι οὐδεμία δύναμις τοῦ γεγονέναι ἐστί· τὸ γὰρ παρεληλυθὸς πᾶν ἀναγκαῖον καὶ οὔτε δυνατὸν οὔτε ἐνδεχόμενον λέγεται.

“然而对于任何事物,说……都不是真的,直至:而是关于存在或将要存在。” 在表明了对于主张某物是被生成的且不灭的人而言,随之而来的结论是同一事物具有使对立的规定同时属于它的能力之后,他接着驳斥了针对这一论述可能提出的一项如下的反驳:被生成但不灭之物,是将不存在的能力指向过去(如果确实此前不存在而此后存在的话),而将存在的能力指向未来(如果确实被假定为不灭的话);因此,它不会同时具有存在与不存在的能力,从而在现实中亦不会同时具有对立的规定。驳斥这一反驳时他说,一切能力要么指向现在的时间,要么指向未来的时间;因为我们在严格意义上所称的可能之物,乃是尚未存在但能够生成之物,它们正是通过将要发生且尚未存在而有别于现实存在之物。因此,如果在任何事物上,现在说它在去年存在或者在去年不存在都不是真的(因为这两种文本皆有记载;因为现在说去年的时间存在并不是真的,说去年的时间中所存在的任何事物现在存在亦不是真的,而在去年说一年之后才出现的现在这部分时间存在亦不是真的;因为时间是不可能相互倒置的);因此,如果这是真的,那么曾经不存在之物此后成为永恒便是不可能的,也就是说,被生成之物在今后的时间里持续不灭是不可能的。因为,既然它此前不存在而此后存在,甚至在生成之后它亦将具有不存在的能力,但这并不是指在它已经生成的那个时候不存在(因为在那个时候它作为存在者在现实中属于它);因此,必然是这样一种事物具有在去年以及在过去的时间里〔不存在〕的能力。而如果确实不存在关于已经生成之物的能力,而只存在关于存在或将要存在之物的能力,那么这一点本身固然荒谬,但他将论证引向更为显明之境,说:假定它所具有能力的当体在现实中属于它。因此,关于现在具有不存在能力的事物,现在说它不仅具有在去年不存在的能力,而且在去年不存在,就将是真的;而当体现在属于在去年不存在之中,这便更加荒谬了;因为去年就将在现在存在了;因为现在被假定为具有在去年不存在的能力。由此可见,主张“在去年不存在”的这一异文是更为连贯的。因为他亦是在说了“因此现在说它在去年不存在将是真的”之后总结出这一点的。不过,他接下来在讨论未生而可灭之物时,确实将使用“在去年存在”这一说法。而他说没有任何关于已经生成之物的能力,乃是合情合理的;因为一切过去者皆是必然的,既不被称为可能的,亦不被称为偶然的。

§1.134

"Ὁμοίως δὲ καὶ εἰ πρότερον ὂν ἀΐδιον ἕως τοῦ καὶ ὅλως ἐν τῷ παρελθόντι χρόνῳ." Δείξας, ὅτι τῷ λέγοντι γενητὸν ἄφθαρτον ἕπεται τὸ δύναμιν τοῦ μὴ εἶναι ἔχειν εἰς τὸ παρεληλυθός, ἐφεξῆς δείκνυσιν, ὅτι καὶ τῷ λέγοντι ἀγένητον φθαρτὸν ἕπεται τὸ δύναμιν ἔχειν τοῦ εἶναι εἰς τὸ παρεληλυθός, ὅπερ καὶ αὐτὸ ὁμοίως ἀδύνατον. τὸ γὰρ ἀγένητον ἀΐδιον ὂν ἐὰν φθαρῇ, ἕξει δύναμιν τοῦ ἐν ᾧ ἦν πρὸ τοῦ φθαρῆναι· ἦν δὲ αὕτη τοῦ εἶναι· τὸ γὰρ ὑποκείμενον μένει τὴν πρὸς ἄμφω τὰ ἀντικείμενα δύναμιν ἔχον. ἀλλ’ οὔτε εἰς τὸ ἐνεστὼς δυνατὸν ἔχειν τὸ ἐφθαρμένον οὔτε εἰς τὸ μέλλον· ἀεὶ γὰρ ἔσται ἐφθαρμένον· ἕξει ἄρα δύναμιν εἰς τὸ μέλλον ἐκείνου, ὃ οὔτε ἔστιν οὔτε γενέσθαι δύναται ἐνεργείᾳ, εἴπερ ἀεὶ ἐφθαρμένον ἐστίν. ἐπειδὴ δὲ ὅλως ὑπόκειται δύναμιν ἔχειν, ἐὰν θῶμεν τὸ δυνατόν, ὡς ἀληθῶς δυνατὸν ἔσται εἰπεῖν νῦν, ὅτι τοῦτο ἔστι πέρυσι καὶ ὅλως ἐν τῷ παρελθόντι χρόνῳ, εἴπερ δύναμιν ἔχει τοῦ τότε εἶναι. εἰ οὖν τοῦτο ἀδύνατον, ἢ οὐχ ἕξει τὴν δύναμιν τοῦ ἐν ᾧ ποτε ἦν, ὃ δέδεικται τοῖς φύσει γινομένοις τε καὶ οὖσιν ὑπάρχον, ἢ εἰ ἔχει καὶ φυλάσσει κἀκείνην τὴν δύναμιν, εἰς τὸν ὕστερον αὐτὴν ἕξει χρόνον καὶ τὸ ὕστερον τῇ ἐνεργείᾳ τῇ κατ’ αὐτὴν δύνασθαι γενέσθαι,3 καὶ οὐδὲν ἄτοπον ἕπεται τοῖς ὑποτιθεμένοις τὸ μέλλον ἤδη εἶναι ὥσπερ τοῖς ὑποτιθεμένοις τὸ παρεληλυθὸς εἶναι. ὁ γὰρ τὸ μέλλον ὑποτιθέμενος ἤδη εἶναι τοῦτο ὑποτίθεται, οὗ τὴν δύναμιν ἔχει, ὥστε ἐν παντὶ μέρει τοῦ μέλλοντος χρόνου δύνασθαι εἶναι· διὸ καὶ νῦν ὑποτίθεται εἶναι.

“同样,如果此前永恒存在之物……直至:以及一般地在过去的时间里。” 在表明了对于主张被生成之物不灭的人而言,必然得出具有指向过去的不存在的能力之后,他接着表明,对于主张未生之物可灭的人而言,亦必然得出具有指向过去的存在的能力,而这本身同样是不可能的。因为未生且永恒之物若毁灭,它就将具有指向毁灭之前所处状态的能力;而这曾是存在的能力(因为基底保持着朝向两相对立面的能力)。但是毁灭之物既不可能将这能力指向现在,亦不可能指向未来(因为它将永远处于已毁灭状态);因此,如果确实永远处于已毁灭状态,它就将对于那既不存在亦不能在现实中生成之物,具有指向未来的能力。然而,既然它总归被假定为具有能力,如果我们设定那可能之事,那么如果它确实具有在彼时存在的能力,现在说此物在去年以及一般地在过去的时间里存在,就将真正是可能的。因此,如果这是不可能的,它要么将不具有它曾经所处状态的能力(而已证明这种能力属于依本性生成且存在之物),要么如果它亦保持并守护着那项能力,它就将把这项能力指向以后的时间,并能在以后依据其现实生成,而对于假定未来之事已经存在的人而言,并不会随之产生任何荒谬,就像对于假定过去之事存在的人那样。因为假定未来之事已经存在的人,所假定乃是它具有其能力的事物,以至于在未来时间的任何一部分中都能够存在;因此它亦被假定为现在存在。

语法注3 条
  1. 1.133εἰ οὖν ἐπὶ μηδενὸς ἀληθές ἐστιν εἰπεῖν νῦν ... εἰ οὖν τοῦτο ἀληθές

    在夹入一段冗长的解释性说明(自 οὐ γὰρ ἀληθὲς νῦν εἰπεῖν 至 οὐ γὰρ ἔστιν ἐπαλλάσσειν τοὺς χρόνους)之后,通过重复的 εἰ οὖν 重新恢复了条件句的骨架(复指性用法)。主句为 ἀδύνατον τὸ μὴ ὄν ποτε ὕστερον ἀΐδιον εἶναι。

  2. 1.133ἔστω φησὶν οὗ ἔχει τὴν δύναμιν ὑπάρχον αὐτῷ ἐνεργείᾳ

    由 ἔστω 与现在分词 ὑπάρχον 构成的迂说法第三人称命令句。关系代词 οὗ 先行词 [τοῦτο] 省略,自身受关系从句中 τὴν δύναμιν 的支配而呈属格,整体意为“假定它所具有能力的当体在现实中属于它”。

  3. 1.134τὸ ὕστερον τῇ ἐνεργείᾳ τῇ κατ’ αὐτὴν δύνασθαι γενέσθαι

    冠词 τὸ 与不定式 δύνασθαι 构成带冠词的不定式短语(τὸ ... δύνασθαι γενέσθαι),通过 καί 与 τὸν ὕστερον ... χρόνον 并列作介词 εἰς 的宾语(或与 αὐτήν 并列作 ἕξει 的宾语);ὕστερον 单独作副词,意为“随后”或“在以后”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:355.16-357.9