← 辛普里丘

亚里士多德《论天》注释

§354.1-355.15

生成而不灭者的不可能与对立面的矛盾

注疏亚里士多德《论天》第一卷第十二章283a29,简普利基乌斯通过第二格三段论证明被生成且不灭之物或未生而可灭之物必定出于本性而非出于运气或偶然,并指出基于永恒质料的同一性,假定生成之物不灭会导致其保留不存在的能力,从而在实现该潜能时推出对立面同时在现实中存在的矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.132

" Ἔστι δὲ καὶ ὧδε θεωρῆσαι ἕως τοῦ καὶ ἅμα ὑπάρχειν ἐνεργείᾳ τὰ ἀντικείμενα." Εἰπὼν πρὸς τοὺς δοκοῦντας λέγειν φθαρτὸν μὲν τῇ ἑαυτοῦ φύσει τὸν κόσμον, μὴ φθείρεσθαι δέ, καὶ κατὰ τὴν ὁμοιότητα τοῦ λόγου γενητὸν μέν, μὴ ἔσεσθαι δέ, πάλιν ἐπὶ τὴν αὐτὴν ἐπάνεισι συλλαβὴν1 δεικνύς, ὅτι ἀδύνατον ἢ γενόμενόν ποτε ἄφθαρτον διατελεῖν ἢ ἀγένητον ὂν καὶ κατὰ τὸ ἀεὶ τὸ πρότερον ὑφεστὼς φθαρῆναι. ἡ δὲ ἀπόδειξις πῇ μὲν ὁμοία τῇ πρότερον εἰρημένῃ, πῇ δὲ διάφορος. ἔχει δὲ οὕτως· τὸ γενητὸν ἄφθαρτον καὶ ἀγένητον φθαρτὸν ἢ φύσει τοιαῦτά ἐστιν ἢ ἀπὸ ταὐτομάτου ἢ ἀπὸ τύχης. καὶ ἐστιν ἀναγκαία ἡ διαίρεσις ἐπὶ τῶν αἰτίου πρὸς τὸ εἶναι δεομένων, τοιαῦτα δὲ τό τε γινόμενον καὶ τὸ φθειρόμενον. ἀλλὰ τὸ μὲν ἀπὸ τύχης πᾶν καὶ ἀπὸ ταὐτομάτου ὡς ἐπ’ ἔλαττον ἀεὶ ἔστι καὶ οὔτε ἀεὶ οὔτε ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ ἀγένητον καὶ τὸ ἄφθαρτον ἄπειρον χρόνον ἔστιν, εἰ μὲν ἀλλήλοις συνυπάρχει τὸν ἐφ’ ἑκάτερα ἄπειρον, ὡς μήτε ἀρχὴν ἔχειν μήτε τέλος, ἀλλ’ ἁπλῶς εἶναι ἄπειρον, εἰ δὲ τὸ μὲν ἀγένητον φθαρτὸν ὑποτεθῇ, τὸ δὲ ἄφθαρτον γενητόν, τὸν ἐπὶ θάτερα ἄπειρον καὶ ἀπό τινος· καὶ δῆλον, ὅτι τὰ μὲν ἐφ’ ἑκάτερα ἐπ’ ἄπειρον ὄντα ἢ μὴ ὄντα ἀεὶ ἔστι καὶ ἀεὶ οὐκ ἔστι, τὰ δὲ ἐπὶ θάτερα ἐπὶ πλέον.2 εἰ οὖν τὰ μὲν τοιαῦτα ἢ ἀεὶ ἢ ἐπὶ πλέον ἔστι καὶ οὐκ ἔστι, τὰ δὲ ἐκ ταὐτομάτου ἢ ἀπὸ τύχης οὔτε ἀεὶ οὔτε ἐπὶ πλέον, συνάγεται ἐν δευτέρῳ σχήματι, ὅτι τὸ γενητὸν ἄφθαρτον ἢ ἀγένητον φθαρτὸν οὔτε ἀπὸ τύχης οὔτε ἀπὸ ταὐτομάτου· ἀνάγκη ἄρα φύσει τοιαῦτα εἶναι αὐτά, ὡς ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μή, ἐπὶ θάτερα τὸ ἀεὶ ἔχοντα τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι. τῆς δὲ φύσεως τῆς αὐτῆς μενούσης καὶ δύναμις ἡ αὐτὴ μένει καὶ τὸ ὑποκείμενον τὸ αὐτὸ μένει τὴν αὐτὴν δύναμιν ἔχον καὶ οὐκ ἀπολλύον αὐτὴν ἐν ταῖς εἰς τὰ ἐναντία μεταβολαῖς, εἴπερ ἀίδιος ἡ ὕλη. τῆς οὖν φύσεως καὶ τῆς ὕλης τῆς αὐτῆς οὔσης ἀνάγκη καὶ τὴν αὐτὴν δύναμιν ἀεὶ εἶναι· καὶ γὰρ πρὸ τοῦ πῦρ γενέσθαι ἤ τι τῶν ἄλλων στοιχείων ἡ ὕλη δύναμιν εἶχε τοῦ γενέσθαι ταῦτα, γενομένη δὲ οὐκ ἀπολώλεκε τὰς δυνάμεις ταύτας, ἀλλὰ μένει τὰς αὐτὰς δυνάμεις ἔχουσα· ἡ γὰρ αὐτὴ ὕλη καὶ τοῦ εἶναι τόδε τι καὶ τοῦ μὴ εἶναι τὸ αὐτὸ δύναμιν ἔχει (τοῦτο γὰρ αὐτῇ τὸ ὕλῃ εἶναί ἐστι) καί ἐστιν ἄφθαρτος. εἰς τί γὰρ ἄν ἡ ὕλη φθαρείη; τὸ οὖν γενητόν, εἰ πρὸ τοῦ γενέσθαι δύναμιν ἔχει τοῦ μὴ εἶναι τοῦτο, ὅπερ γενήσεται, καὶ μετὰ τὸ γενέσθαι μένει τὴν αὐτὴν ἔχον δύναμιν. ἐὰν οὖν γενητὸς καὶ ἄφθαρτος ὁ κόσμος ὑποτεθῇ, καὶ μετὰ τὸ γενέσθαι δύναμιν ἔχει τοῦ μὴ εἶναι· ἦν γάρ ποτε, ὅτε οὐκ ἦν· εἰ οὖν ἄφθαρτος ὑποκείμενος ἀΐδιος τὸ λοιπὸν ᾖ κατ’ ἐνέργειαν δύναμιν ἔχων τοῦ μὴ εἶναι, ἐὰν ὑποθώμεθα, ὃ δύναται, ἅμα ἔσται τε καὶ οὐκ ἔσται ἐνεργείᾳ· ὥστε τὰ ἀντικείμενα τῷ αὐτῷ ἐνεργείᾳ ὑπάρξει, ὅπερ ἀδύνατον ὂν ἀδυνάτῳ ἠκολούθησεν, οὐ τῷ ὑποτεθῆναι,3 ὃ δύναται (τοῦτο γὰρ οὐκ ἀδύνατον, ἀλλ’ ἀναγκαῖον τοῦ ἀϊδίου ὄντος τὸ ἐν αὐτῷ δυνάμει εἰς ἐνέργειαν ἀχθῆναί ποτε), ἀλλὰ τῷ ἀΐδιον ἅμα ὑποτεθῆναι καὶ δύναμιν ἔχον τοῦ ποτὲ μὴ εἶναι. ὁμοίως δὲ καὶ τὸ φθαρὲν δύναμιν ἔχει τοῦ πάλιν γενέσθαι τὸ ὅπερ ἦν πρότερον, εἴπερ ἀΐδιον τὸ ὑποκείμενον καὶ τὰς δυνάμεις ἀεὶ ἔχει τοῦ εἶναι καὶ μὴ εἶναι τῶν συνθέτων ἕκαστον.

“亦可以如此考察……直至:且对立的规定在现实中同时归属于〔同一事物〕。” 在反驳了那些似乎主张宇宙在其自身本性上是可灭的却不毁灭,且依论述的类似性,虽是被生成的却不会存在的人之后,他再次回到同一论题,证明曾经生成之物不可能持续不灭,或者未生且在先前的永恒中一直存立之物不可能毁灭。该论证在某一方面与此前所述者相似,而在另一方面则有所不同。它的内容如下:被生成且不灭之物,以及未生而可灭之物,要么是出于本性,要么是出于偶然,要么是出于运气而成为这样的。而这种区分对于需要原因方能存在的事物而言是必然的,生成之物与毁灭之物正是这类事物。然而,凡出于运气和偶然之物,总是仅在较少数的时间中存在,既非总是如此,亦非在大多数情况下如此;而未生之物与不灭之物则存在于无限的时间中——若它们彼此共存,则是双向的无限,既无起点亦无终点,而是单义地无限;但若假定其一为未生而可灭的,另一为不灭而被生成的,则是单向的无限且始于某一时刻。显然,在双向上无限存在或不存在的事物乃是永远存在或永远不存在,而单向上的事物则在过半的时间中如此。因此,若此类事物或是永远或是过半时间存在与不存在,而由偶然或由运气所致之物既非永远亦非过半时间,那么在第二格三段论中就可以推导出:被生成且不灭之物或未生而可灭之物既非出于运气亦非出于偶然。因此必然是:它们依本性就是如此的,以致有时存在有时不存在,在有与无的一个方向上具有永远性。而在同一本性保持不变时,同一能力亦保持不变,且同一基底亦保持不变,具有同一能力,且在向相反者的转变中并不丧失该能力,假如质料确实是永恒的。因此,在本性与质料保持同一的情况下,必然同一能力亦永远存在。因为甚至在火或其他任何元素生成之前,质料就具有生成这些元素的能力,而在生成之后它亦未曾丧失这些能力,而是依然具有相同的能力;因为同一质料既具有作为这个特定事物存在的能力,亦具有同一事物不存在的能力(因为这就是它作为质料的存在),并且是不灭的。因为质料能毁灭成什么呢?因此,被生成之物在生成之前若具有不成为它将要生成之物的能力,在生成之后亦依然具有这同一能力。因此,若假定宇宙是被生成的且是不灭的,它在生成之后亦具有不存在的能力;因为曾经有一个时候它并不存在。因此,若它被假定为不灭的而在今后的现实中是永恒的,同时又具有不存在的能力,如果我们假定它所能够的事物得以实现,它就将在现实中同时既存在又不存在;从而对立的规定将在现实中属于同一事物,这一不可能的结论乃是源于一个不可能的前提——并非源于假定了它所能够的事物得以实现(因为这并非不可能,相反,对于永恒者而言,存在于其内的潜能必定在某个时候被引入现实),而是源于假定了它同时既是永恒的,又具有在某个时候不存在的能力。同样,已毁灭之物若其基底是永恒的,且始终具有是与不是复合事物中每一者的能力,那么它亦具有再次生成为它此前所是之物的能力。

语法注3 条
  1. 1.132ἐπὶ τὴν αὐτὴν ἐπάνεισι συλλαβήν

    名词 συλλαβή 在此并非通常语法意义上的“音节”,而是指论述中的“命题”、“要点”或“论题”,紧接其后的分词 δεικνύς 引导的分句解释了该论题的具体内容。

  2. 1.132τὰ δὲ ἐπὶ θάτερα ἐπὶ πλέον

    短语 ἐπὶ πλέον 字面意义为“在更多情况下”或“在过半时间中”,它与前文的 ὡς ἐπ’ ἔλαττον(在较少数情况下)以及 οὔτε ὡς ἐπὶ τὸ πολύ(亦非大多数情况)相对照,在此指涉仅在单向(过去或未来)无限的半无限时间。

  3. 1.132ὅπερ ἀδύνατον ὂν ἀδυνάτῳ ἠκολούθησεν, οὐ τῷ ὑποτεθῆναι, ὃ δύναται ... ἀλλὰ τῷ ἀΐδιον ἅμα ὑποτεθῆναι

    由 οὐ τῷ ... ἀλλὰ τῷ ... 构成的两个并列与格冠词不定词短语作动词 ἠκολούθησεν(“随……之后而来,从……中推导出来”)的补足语,形成了两个假设之间的对照。在反证法中,这表明矛盾(对立项同时现实存在)的根源并非在于“假定了潜能得以实现”,而是在于“预先假定了某物在永恒的同时又具有不存在的能力”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:354.1-355.15