- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:352.22-353.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘在指出与前文相符的写本文本后,讨论了依本性可灭之物必然会毁灭的推论,并辩护了柏拉图与亚里士多德在宇宙不灭问题上的根本一致性。随后他结合亚历山大的注疏,阐释了“若生成则已生成”与“非永远存在”等断言的逻辑结构。
” καὶ περιέτυχον ἐγὼ καὶ οὕτως ἐχούσῃ γραφῇ. Δείξας δέ, ὅτι ἀδύνατον τὸ φθαρτὸν φύσει ἄφθαρτον εἶναι, ἐπήγαγε· φθείρεται ἄρα ποτὲ τὸ φθαρτόν· “ὥστε, φησὶν ὁ Ἀλέξανδρος, καὶ ὁ κόσμος, καθ’ οὓς τῇ αὑτοῦ φύσει φθαρτός ἐστι γενητὸς ὤν, οὐκ ἀΐδιος ἔσται, ἀλλὰ φθαρήσεταί ποτε.” ὅτι δὲ πρὸς τὸ φαινόμενον τῶν Πλάτωνος λόγων καὶ οὐ πρὸς τὴν ἔννοιαν ὑπήντησεν ὁ Ἀριστοτέλης, δῆλον, ὡς πρότερον εἶπον, εἴπερ γενητὸν οὐκ ἀπὸ χρόνου τινὸς λέγει τὸν κόσμον ὁ Πλάτων, ὅς γε τὸν χρόνον μετ’ οὐρανοῦ γενέσθαι φησί, τὸ δὲ ἀπὸ χρόνου τινὸς γενητὸν προϋπάρχοντα χρόνον ἔχει τῆς ἑαυτοῦ γενέσεως, ἀλλὰ γενητὸν οὕτως εἶναι τὸν κόσμον φησὶν ὡς αἰσθητὸν καὶ σωματικὸν καὶ τοῦ μὲν ὄντως ὄντος ὑποβεβηκότα, ἐν τῷ γίνεσθαι δὲ τὸ εἶναι ἔχοντα. αὐτὸ δὲ τὸ δεθὲν καὶ μὴ πάμπαν ἀθάνατον γενητὸν τῇ αὑτοῦ φύσει λέγει οὕτως, ὡς καὶ Ἀριστοτέλης τὸ πεπερασμένον σῶμα τῇ αὑτοῦ φύσει πεπερασμένην ἔχειν δύναμιν ἔδειξεν. ἄμφω δὲ καὶ Πλάτων καὶ Ἀριστοτέλης διὰ τὴν ὑπὸ θεοῦ προσεχῆ παραγωγὴν ἄφθαρτον καὶ ἀθάνατον ἀπέδειξαν τὸν κόσμον, ὁ μὲν εἰπὼν ὡς ἀπὸ τοῦ δημιουργοῦ “οὐ μὴν λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας κρείττονος δεσμοῦ καὶ κυριωτέρου τῆς ἐμῆς βουλήσεως τυχόντες ἤπερ ἐκείνων”,1 ὁ δέ, ὅτι τὸ ἀκίνητον αἴτιον ἀίδιον κινεῖ κίνησιν τὸ προσεχῶς ὑπ’ αὐτοῦ κινούμενον, κἂν τῇ ἑαυτοῦ φύσει ἅτε πεπερασμένον ὂν ἐκεῖνο πεπερασμένην ἔχῃ δύναμιν. Συμπερανάμενος δέ, ὅτι τὸ φθαρτὸν φθείρεσθαί ποτε ἀνάγκη, ἐπήγαγε καὶ εἰ γενητόν, γέγονεν, οὐχ ὡς λέγοντός τινος γενητὸν μὲν τὸν κόσμον, μηδέποτε δὲ ἔσεσθαι,2 εἰ μὴ ἄρα, φησὶν ὁ Ἀλέξανδρος, οἱ φθαρτὸν μὴ φθειρόμενον λέγοντες οὗτοι γενητὸν μὴ ἐσόμενόν φασι· τὸ γάρ, εἰς ὃ μεταβάλλοι ἂν φθαρτὸς ὤν, γενητὸν μέν ἐστιν, οὐδέποτε δὲ ἐσόμενον, εἴπερ μὴ φθείρεται τὸ εἰς αὐτὸ μεταβαλεῖν ὀφεῖλον· ἀλλὰ δείξας, ὅτι οὐχ οἷόν τε τὸ φθαρτὸν μὴ φθαρῆναι, ὡς ἀκόλουθον τούτων εἰσάγει, ὅτι καὶ τὸ γενητὸν γενέσθαι χρὴ ὁμοίας οὔσης τῆς ἀκολουθίας. δύναται δὲ καὶ εἰς πίστιν παρῆχθαι τοῦ τὸ φθαρτὸν φθαρήσεσθαι· ὡς γὰρ ὁ γενητόν τι λέγων γενήσεσθαι αὐτό ποτέ φησιν, οὕτως καὶ ὁ φθαρτόν τι λέγων φθαρήσεσθαι αὐτὸ ὁμολογήσει. καὶ κατὰ ταύτην, φησὶν ὁ Ἀλέξανδρος, τὴν ἔννοιαν ἐπήγαγε τὸ καὶ μὴ ἀεὶ ἄρα εἶναι· τῷ γὰρ φθαρτῷ τοῦτο ἐφαρμόζει τὸ μὴ ἀεὶ εἶναι, δύναται δὲ καὶ τῷ γενητῷ προσήκειν· καὶ γὰρ καὶ τοῦτο, εἰ πρότερον μὴ ὂν ὕστερον ἔστιν, ἀληθὲς εἰπεῖν ὅτι οὐκ ἀεὶ ἔστι. καὶ εἴρηται πρότερον, ὅτι καὶ τῷ γενητῷ καὶ τῷ φθαρτῷ ἄμφω αἱ ἀποφάσεις ἁρμόττουσιν ἥ τε ‘οὐκ ἀεὶ ὄν’ καὶ ἡ ‘οὐκ ἀεὶ μὴ ὄν’, ἐξ οὗ καὶ ἀντιστρέφοντα ἀλλήλοις ἐδείχθη τὸ γενητὸν καὶ τὸ φθαρτὸν ὡς κατὰ μίαν φύσιν τὴν μεταξὺ τοῦ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος ἀφωρισμένα.3
”而我自己亦曾遇到具有如此读法的文本。在证明了在本性上可灭之物不可能是不灭的之后,他接着推论道:“因此可灭之物在某个时候会毁灭。”“因此,”亚历山大说,“依那些主张宇宙因作为被生成者而在自身本性上是可灭之物的人而言,宇宙亦将不是永恒的,而是在某个时候必定毁灭。”然而亚里士多德所针对反驳的乃是柏拉图言辞的字面表象而非其真意,正如我前面所说的那样,这是显而易见的;如果柏拉图并未说宇宙是从某个时间开始生成的——因为他毕竟说过时间是与天一同生成的,而从某个时间开始生成之物在其自身生成之前具有预先存在的时间——而是主张宇宙之所以是被生成的,乃是因其是可感觉的、物体性的,且低于真正实在者,其存在乃在于生成变化之中。至于他把被结合的且并非完全不死之物本身称为依其自身本性而言是被生成的,其意义正如亚里士多德亦曾证明有限物体依其自身本性具有有限的能力一样。而且柏拉图与亚里士多德两者都因上帝的直接产生而证明了宇宙是不灭且不死的:前者借造物主之口说“然而你们绝不会被分解,亦不会遭遇死亡的命运,因为你们得到了比那些结合更为优越、更为至高的我之意愿作为纽带”,而后者则表明不动的原因将永恒的运动赋予直接由它推动之物,即使该受动者自身作为有限之物而在其自身本性上具有有限的能力。 在得出可灭之物必然在某个时候毁灭的结论后,他又接着说“且若它是生成的,它就已经生成了”,这并非是因为有人主张宇宙虽是生成的却绝不会存在——除非正如亚历山大所说,那些声称可灭者并不毁灭的人,正是主张生成者将绝不会存在;因为,若它是可灭的,它所转变成的事物固然是被生成的,却绝不会成为现实,假如本应转变入其中的事物并不毁灭的话——而是因为他在证明了可灭之物不可能不灭之后,作为其推论引入了被生成之物亦必须生成,因为这两者的推论关系是相似的。此外,这句话亦可被理解为是为了确证可灭之物必将毁灭而引入的;因为正如称某物是被生成者之人乃是断言它在某个时候必会生成,同样,称某物是可灭者之人亦必定承认它必会毁灭。据亚历山大所言,按照这一理解,他接着补充了“从而亦非永远存在”;因为“非永远存在”正切合于可灭之物,而它亦能适用于被生成之物;因为对于被生成之物而言,若此前不存在而此后存在,那么说它“非永远存在”亦是真实的。并且正如前面所说,对于被生成之物和可灭之物,两个否定命题即“并非永远存在”与“并非永远不存在”都适用,由此亦证明了被生成之物与可灭之物是相互可换位的,因为它们是依照介于永远存在者与永远不存在者之间的单一本性而被界定的。
- 1.131κρείττονος δεσμοῦ καὶ κυριωτέρου τῆς ἐμῆς βουλήσεως τυχόντες ἤπερ ἐκείνων
κρείττονος δεσμοῦ καὶ κυριωτέρου 是分词 τυχόντες 所支配的属格宾语,而 τῆς ἐμῆς βουλήσεως 作为同位语修饰 δεσμοῦ(“我之意愿这一纽带”)。由比较连词 ἤπερ 引出的 ἐκείνων 则是指代先前的结合、与 δεσμοῦ 并列而同受 τυχόντες 支配的属格。
- 1.131οὐχ ὡς λέγοντός τινος γενητὸν μὲν τὸν κόσμον, μηδέποτε δὲ ἔσεσθαι
οὐχ ὡς λέγοντός τινος 是表示否定性缘由的属格绝对结构(“并非由于有人主张……”)。不定式 ἔσεσθαι 的逻辑主语是 τὸν κόσμον,在此否定了有人会主张“宇宙虽是生成的却绝不会实际存在/生成”这种荒谬设想。
- 1.131ἀντιστρέφοντα ἀλλήλοις ἐδείχθη τὸ γενητὸν καὶ τὸ φθαρτὸν ὡς κατὰ μίαν φύσιν τὴν μεταξὺ τοῦ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος ἀφωρισμένα
复合主语由两个中性单数短语 τὸ γενητὸν καὶ τὸ φθαρτόν 构成。被动动词 ἐδείχθη 采用单数形式,而作表语的分词 ἀντιστρέφοντα 及分词 ἀφωρισμένα 则按中性复数一致。附带 ἀφωρισμένα 的 ὡς 句说明了两者可相互换位的根据,即它们都是依照单一的中介本性而被界定的。
