← 辛普里丘

亚里士多德《论天》注释

§351.14-352.22

本性可灭之物绝不毁灭说的反驳

辛普利丘讨论了亚里士多德在283a24中的论证,该论证反驳了柏拉图关于按本性可灭之物绝不毁灭的观点,并检视了亚历山大对文句的倒置提议及异文解读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.131#1

" Φανερὸν δὲ καὶ ἄλλως ἕως τοῦ καὶ μὴ ἀεὶ ἄρα εἶναι." Τοῦ Πλάτωνος εἰπόντος1 ἐν Τιμαίῳ “τὸ μὲν δὴ δεθὲν πᾶν λυτόν, τὸ δὲ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ” καὶ πάλιν ὡς ἀπὸ τοῦ δημιουργοῦ πρὸς τοὺς οὐρανίους θεοὺς “ἀθάνατοι μὲν οὐκ ἐστὲ τὸ πάμπαν, οὐ μὴν λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας” κατὰ τὸ φαινόμενον δοκεῖ λέγεσθαι, ὅτι λυτὸς καὶ θνητὸς ὢν ὁ κόσμος τῇ ἑαυτοῦ φύσει καὶ φθαρτὸς ὅμως οὐ φθείρεται. πρὸς τὸ τοιοῦτον οὖν τοῦ λόγου φαινόμενον ἀντιλέγων ὁ Ἀριστοτέλης ‘φανερόν, φησίν, ὅτι ἀδύνατον φθαρτόν τι ὂν τῇ ἑαυτοῦ φύσει μὴ φθαρῆναί ποτε.’ εἰ γὰρ τοῦτο,2 ἅμα καὶ ἀεὶ ἔσται, τουτέστιν ἀίδιον ἔσται, τὸ αὐτὸ καὶ φθαρτόν, καὶ ἄμφω ἐντελεχείᾳ, τουτέστι κατ’ ἐνέργειαν ἄμφω, καὶ οὐχὶ δυνάμει μόνον τὸ φθαρτόν, ἀλλ’ ὥστε καὶ ἀίδιον εἶναι καὶ ἐφθαρμένον, ὅπερ ἐναργῶς ἄτοπον. τὸ μὲν γὰρ φθαρτὸν εἶναι τὸ ἀίδιον οὕτως, ὡς πεφυκέναι μόνον, εἰ καὶ ἄτοπον, διότι χρὴ τὸ πεφυκὸς εἰς ἐνέργειαν ἄγεσθαί ποτε, ἀλλ’ ἐναργέστερον τὸ ἄτοπον, ὅταν ἐνεργείᾳ ἄμφω θεωρῆται· καὶ γὰρ δύναμιν μὲν ἔχειν τῶν ἀντικειμένων τὸ αὐτὸ δυνατόν, ὅταν μὴ ἀιδίως ἔχῃ, τὸ δὲ ἅμα τὰς ἐνεργείας ἔχειν ἀδύνατον· εἰκότως οὖν τὸ ἐντελεχείᾳ προστέθεικεν. Ὁ δὲ Ἀλέξανδρος ὑπερβιβάζειν μᾶλλον ἀξιοῖ τὴν λέξιν3 οὕτως· ‘ἀεὶ δὲ ἔσται ἐντελεχείᾳ, ἅμα δὲ καὶ φθαρτόν’. “καὶ μᾶλλον, φησίν, ὑπὸ τῆς λέξεως ἔοικε τοῦτο δηλοῦσθαι· εἰ γὰρ ἀεὶ ἔσται ἐντελεχείᾳ ὂν φθαρτόν, τοῦ μὲν ἀεὶ εἶναι δύναμιν ἕξει, διότι καὶ ἔστιν ἀεί, τοῦ δὲ μὴ ἀεὶ εἶναι, ὅτι φθαρτὸν ὑπόκειται· φθαρτὸν γάρ ἐστι τὸ δύναμιν ἔχον τοῦ μὴ ἀεὶ εἶναι ἢ τοῦ ποτὲ μὴ εἶναι· οὕτως οὖν ἔσται ποτὲ δύναμιν ἔχον τοῦ ἅμα εἶναί τε καὶ μὴ εἶναι”. μήποτε δὲ ἐναργέστερόν ἐστι τὸ ‘ἔσται γὰρ ἀΐδιον ἅμα καὶ φθαρτὸν ἐντελεχείᾳ’, ᾧ ἕπεται τὸ ἅμα ἀεί τε εἶναι καὶ μὴ ἀεὶ εἶναι, ὅπερ ἐστὶ τὴν ἀντίφασιν συναληθεύειν. αὐτὸς δὲ πάλιν τὸ δυνατὸν τέθεικεν ὡς κοινὸν ἐπί τε τοῦ ἐνεργείᾳ ὄντος καὶ τοῦ δυνάμει· καὶ γὰρ τὸ ἐνεργοῦν δύναται. “γράφεται δέ, φησὶν Ἀλέξανδρος, οὕτως· ἀεὶ γὰρ ἔσται καὶ ἅμα καὶ φθαρτὸν ἐντελεχείᾳ· καὶ εἴη ἄν, φησίν, ὁ νοῦς τοῦ λεγομένου τοιοῦτος· εἰ φθαρτόν τι ὂν μηδέποτε φθείροιτο κατ’ ἐνέργειαν, ἀεὶ ἂν εἴη, τουτέστιν ἀΐδιον ἂν εἴη καὶ ἄφθαρτον· εἰ δὲ τοῦτο, τῷ μὲν ἀεὶ εἶναι κατ’ ἐνέργειαν καὶ τοῦ εἶναι ἀεὶ δύναμιν ἔχοι ἄν, τῷ δὲ φθαρτὸν εἶναι οὐκ ἀεὶ εἶναι δυνατὸν ἔσται· τοιοῦτον γὰρ τὸ φθαρτόν· ἅμα ἄρα τὸ αὐτὸ ἀεί τε εἶναι δυνατὸν ἔσται καὶ μὴ ἀεί, ὅπερ ἀδύνατον. κἂν οὕτως ἔχῃ, φησίν, ἡ γραφή, καταλείποι ἄν ἡμῖν προστιθέναι4 τὸ καὶ ἄφθαρτον, ὡς εἶναι τὸ ὅλον ἀεὶ γὰρ ἔσται ἅμα καὶ ἄφθαρτον καὶ φθαρτὸν ἐντελεχείᾳ.

“通过另一种方式亦是显然的”直至“从而亦能非永远存在。” 柏拉图在《蒂迈欧篇》中说:“凡被结合之物皆可分解,但企图分解被良好调和且处于善好状态之物,乃是恶者之举”,又以造物主对诸天神的口吻说:“你们并非完全不死,然而你们绝不会被分解,亦不会遭遇死亡的命运”,照字面看来,似乎在说:宇宙就其本性而言是可分解的、终有一死的、可灭的,然而它却并不毁灭。因此,亚里士多德针对该论述的此种表面意义进行反驳,说:“显然,某种就其自身本性而言是可灭之物,不可能绝不毁灭。”因为如果这样,同一事物就将同时既永远存在,即它将是永恒的,又是可灭的,并且两者都在完全现实中,即两者都在现实活动中,可灭并非仅在能力中,以至于它既是永恒的又是已经被毁灭的,这显然是荒谬的。因为,永恒之物以仅仅具有此种天然本性的方式成为可灭的,即使这本身因为具有天然本性之物必然会在某个时候被引入现实而显得荒谬,但在现实活动中考察两者时,荒谬性则更为显明。因为同一事物具有对立性质的能力是可能的,只要它并非永恒地具有,但同时具有两者的现实活动则是不可能的;因此,他理所当然地补充了“在完全现实中”。但亚历山大主张宁可将文句作倒置理解如下:“但在完全现实中它将永远存在,同时亦是可灭的。”“而且,”他说,“文句似乎更能表明这一点;因为如果它在完全现实中永远存在、又是可灭的,那么它一方面将具有永远存在的能力,因为它是永远存在的,另一方面具有非永远存在的能力,因为假定它是可灭的;因为可灭者正是指具有非永远存在的能力或具有在某个时候不存在的能力之物;因此,它将在某个时候具有同时存在与不存在的能力。”但也许,“因为它将同时是永恒的,且在完全现实中是可灭的”更为显然,随之而来的便是同时永远存在且非永远存在,这便是使矛盾命题同时为真。而他[亚里士多德]本人又将“能者/可能者”设定为对现实中存在者与潜能中存在者皆共通的属性;因为处于现实活动中者亦是具有能力的。 “但经文的异文,”亚历山大说,“是这样写的:‘因为它将永远存在,且同时在完全现实中是可灭的’;所言之义或许是这样的,”他说:“若某种可灭之物在现实活动中绝不毁灭,它就将永远存在,即它将是永恒的且不灭的;但若是这样,由于在现实活动中永远存在,它亦将具有永远存在的能力,而由于是可灭的,它又将能够非永远存在;因为可灭者正是如此之物;因此同一事物将同时能够永远存在且能够非永远存在,而这是不可能的。即使读法是这样,”他说,“它亦会留给我们补充‘且是不灭的’的余地,从而使得整体成为‘因为它将永远存在,在完全现实中同时既是不灭的又是可灭的’。”

语法注4 条
  1. 1.131Τοῦ Πλάτωνος εἰπόντος

    独立属格结构,置于句首,统领来自《蒂迈欧篇》的两段引文(τὸ μὲν δὴ δεθὲν πᾶν λυτόν... 与 ἀθάνατοι μὲν οὐκ ἐστὲ...),引向主句的主动词 δοκεῖ 及其不定式结构 λέγεσθαι ὅτι...。

  2. 1.131εἰ γὰρ τοῦτο

    条件从句前件的省略表达,在后件 ἅμα καὶ ἀεὶ ἔσται... 之前省略了诸如 ὑπάρχει 或 συμβαίνει 等动词(“如果这是如此/如果这成立”)。

  3. 1.131ὑπερβιβάζειν μᾶλλον ἀξιοῖ τὴν λέξιν

    动词 ὑπερβιβάζειν 指修辞或语文学上的倒置(hyperbaton),亚历山大主张通过调整文句的原有词序来解释文本。

  4. 1.131καταλείποι ἄν ἡμῖν προστιθέναι

    καταλείποι ἄν 带有潜能希求语气,可作无人称用法或以 ἡ γραφή 为主语,后接不定式 προστιθέναι(“补充/添加”)作为其补足成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:351.14-352.22