← 辛普里丘

亚里士多德《论天》注释

§349.25-351.13

无限时间内存在与不存在之能力的矛盾

本段注解亚里士多德《论天》283a17–20。辛普里丘检视了亚历山大的解释(包括对文句的修正建议及对论证适用范围的界定),并基于时间以及潜能(能力)对现实的先在性,阐明“可生而不灭者”在无限时间内同时具有存在与不存在之能力的荒谬性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.129

" Ἔτι δὲ καὶ τοῦτο ὁμοίως ἐν παντὶ σημείῳ ὑπάρξει ἕως τοῦ ἀλλὰ δέδεικται, ὅτι ἀδύνατον τοῦτο." Ὁ Ἀλέξανδρος “σαφέστερον ἂν ἦν, φησίν, εἰρημένον τοῦτο, εἰ ἀντὶ τούτου ἔκειτο ὁμοίως γὰρ τοῦτο ἐν παντὶ χρόνῳ ὑπάρξει. οὐ γὰρ νῦν, φησί, δείκνυσιν αὐτό, ἀλλ’ ὡς ἑπόμενον τοῖς δεδειγμένοις λαμβάνει.” μήποτε δὲ ὡς ἑπόμενον μὲν εἴρηται τοῖς εἰρημένοις, ἄλλο δέ τι ἔτι μᾶλλον ἄτοπον συνάγει1 τὸ μὴ μόνον ἅμα εἶναι καὶ μὴ εἶναι ἔν τινι μέρει χρόνου, ἀλλὰ καὶ ἐν παντὶ τῷ ἀπείρῳ χρόνῳ τοῦτο συμβαίνειν. ἐν παντὶ γὰρ τοῦ ἀπείρου χρόνου νῦν δύναμιν ἔχει τοῦ εἶναι καὶ μὴ εἶναι, τοῦ μὲν μετὰ τῆς δυνάμεως καὶ τὴν ἐνέργειαν ἔχον, τοῦ δὲ μόνην τὴν δύναμιν· οὐδὲ γὰρ μᾶλλον ἐν τῷδε τῷ νῦν ἢ τῷδε. ἐὰν οὖν ὑποτεθῇ ὑπάρχειν αὐτῷ, ὃ δύναται, ἐν τῷ ἀπείρῳ χρόνῳ ἅμα ἕξει τὸ εἶναι καὶ μὴ εἶναι. ὁ δὲ Ἀριστοτέλης ἠρκέσθη τῷ τὸν ἄπειρον χρόνον δύναμιν ἔχειν τοῦ εἶναι καὶ μὴ εἶναι· τούτῳ γὰρ ἕπεται τὸ καὶ κατ’ ἐνέργειαν εἶναι καὶ μὴ εἶναι ἐν τῷ ἀπείρῳ χρόνῳ, ἐὰν ὃ δύναται ὑποθώμεθα ὑπάρχειν αὐτῷ.

“再者,这也将同样在每个点上属于”直至“但已证明这是不可能的。” 亚历山大说:“如果不是这样写,而是写作‘因为这将同样在每个时间中属于’,这句话本会表达得更清楚。因为他现在并非在证明这一点,”他说,“而是把它当作从已证明的前提中随之而来的结论来接受的。”但也许,虽然它是作为从已言及之物中随之而来的结论而说的,他[亚里士多德]却由此推导出另一更为荒谬的后果,即不仅在时间的某个部分中同时存在且不存在,而且在整个无限时间中都发生这种情况。因为在无限时间的每个“现在”中,它都具有存在与不存在的能力,对于其一,它兼具现实与能力,而对于另一,它仅具有能力;因为绝非宁可在这个“现在”而非在那个“现在”。因此,如果设定它所能做到的属性属于它,它将在无限时间中同时具有存在与不存在。但亚里士多德仅满足于它在无限时间中具有存在与不存在的能力;因为如果我们设定它所能做到的属性属于它,则在无限时间中现实地存在且不存在便随之而来。

§1.130

"Ἔτι εἰ πρότερον ἡ δύναμις ὑπάρχει τῆς ἐνεργείας ἕως τοῦ ἄπειρον ἄρα χρόνον." Καὶ διὰ τούτου τοῦ ἐπιχειρήματος τὸ αὐτὸ δείκνυσιν, ὅτι, ἐὰν γενητόν τι ἄφθαρτον ὑποτεθῇ, ἀνάγκη αὐτὸ τὸν ἄπειρον χρόνον δύναμιν ἔχειν τοῦ εἶναι καὶ μὴ εἶναι· τούτῳ δὲ ἕπεται τὸ τὸν ἄπειρον χρόνον ἅμα εἶναι καὶ μὴ εἶναι, ὅπερ ὡς σαφὲς παρῆκε. δείκνυσι δέ, ὅτι τὸν ἄπειρον χρόνον δύναμιν ἔχει τοῦ εἶναι καὶ μὴ εἶναι, λαβὼν ὡς ἐναργές, ὅτι, ἐν οἷς ἔστι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἐπὶ τοῦ αὐτοῦ, οἷον τοῦ εἶναι καὶ μὴ εἶναι, ἐν τούτοις προηγεῖται πάντως τὸ δυνάμει τοῦ ἐνεργείᾳ καὶ ἡ τοιαύτη δύναμις τῆς ἐνεργείας· δυνάμει γὰρ τοῦτο λέγομεν, ὃ δύναται εἰς ἐνέργειαν ἀχθῆναι. τὸ οὖν γενητὸν καὶ πρὸ τοῦ γενέσθαι τὸν ἄπειρον ἐκεῖνον χρόνον, ὃν τέως ἀγένητον ἦν· καὶ γὰρ τοιοῦτόν τι σημαινόμενον τοῦ ἀγενήτου παρέθετο· δύναμιν εἶχε τοῦ γενέσθαι. ἔχει δὲ καὶ ἤδη γεγονός· καὶ γὰρ τὸ γεγονὸς δύναται εἶναι καὶ γεγονέναι, ἀλλ’ οὐ προϋπάρχει τότε ἡ δύναμις τῆς ἐνεργείας. ἕξει οὖν τὴν τοῦ εἶναι δύναμιν καὶ ἐν παντὶ τῷ ἀπείρῳ τῷ πρὸ τοῦ γενέσθαι χρόνῳ, ἐν ᾧ οὔπω ἦν· ἅμα γὰρ οὐκ ἦν καὶ τοῦ εἶναι δύναμιν εἶχε καὶ τοῦ γενέσθαι τέως ἀγένητον ὄν. ὑπάρξει δὲ ἡ δύναμις αὕτη καὶ γενομένῳ καὶ μηκέτι ὄντι ἀγενήτῳ, ἅπερ βραχέως ἡρμήνευσεν Ἀριστοτέλης διὰ τοῦ ἅπαντα ὑπάρξει τὸν χρόνον, καὶ ὃν ἀγένητον ἦν καὶ μὴ ὂν ἀντὶ τοῦ ‘καὶ ὃν μηκέτι ἀγένητον, ἀλλ’ ἤδη γενόμενον’·2 καὶ οὕτως ἔχει τὴν δύναμιν ὡς τὸ ἄπειρον χρόνον γίνεσθαι δυνάμενον, εἴπερ καὶ ὂν δύναται εἶναι καὶ ἅμα δὲ τῷ μὴ εἶναι δύναμιν ἔχειν οὐ μόνον τοῦ μὴ εἶναι, ἀλλὰ καὶ τοῦ εἶναι καὶ τοῦ πρότερον καὶ τοῦ ὕστερον καὶ ἁπλῶς τοῦ ἀεὶ εἶναι· τῷ γὰρ εἰς ἄπειρον μὴ ὄντι τίς ἂν αἰτία εἴη τοῦ τότε μὲν γενέσθαι καὶ εἶναι, ὅτε λέγεται, οὐχὶ δὲ πρότερον ἢ ὕστερον; ἄπειρον ἄρα χρόνον δύναμιν ἔχει τοῦ εἶναι καὶ μὴ εἶναι, ᾧ ἕπεται, ἐὰν εἰς ἐνέργειαν ἀχθῇ, ὃ δύναται, τὸ ἄπειρον χρόνον καὶ εἶναι καὶ μὴ εἶναι. ὅτι δὲ ἐπ’ ἄπειρον χρόνον τὴν δύναμιν ἔχει τοῦ εἶναι τὸ τὸν ἄπειρον πρὸ τοῦ χρόνον μὴ ὄν, δῆλον, εἴπερ μηδεμία ἀνάγκη ἐστὶ τοῦ ἐν τῷδε γενέσθαι τῷ χρόνῳ, ἀλλὰ μὴ πρότερον ἢ ὕστερον. “καὶ τοῦτο μὲν ἐπὶ τοῦ γενητοῦ, φησὶν Ἀλέξανδρος, τὸ συμπέρασμα συνήγαγε, τὸ δὲ ἐφεξῆς ἐπὶ τοῦ φθαρτοῦ συνάξει.” μήποτε δέ, ὡς καὶ αὐτὸς φαίνεται συννοήσας, αὕτη μὲν ἡ δεῖξις ἐπ’ ἀμφοῖν ἁρμόττει, τὸ δὲ ἐφεξῆς ἐπιχείρημα πρὸς ἄλλο τι βλέπει. ὡς γὰρ τὸ γενητὸν μὲν ἄφθαρτον δὲ καὶ πρὸ τοῦ γενέσθαι μὴ ὂν εἶχε δύναμιν εἰς ἄπειρον τοῦ εἶναι, οὕτως τὸ ἀγένητον μὲν φθαρτὸν δὲ ἅμα ὂν δύναμιν ἔχει τοῦ μὴ εἶναι.

“再者,若能力先于现实而属于”直至“那么在无限的时间中。” 通过这个论证,他亦证明了同一件事,即若设定某物是可生而不灭的,则它必然在无限的时间中具有存在与不存在的能力;而随之而来的便是在无限时间中同时既存在又不存在,他因其显而易见而略去了这一点。而他证明它在无限时间中具有存在与不存在的能力,则是通过将如下命题视为明晰的:在就同一事物而言兼有潜能与现实的事物中(例如存在与不存在),潜能无论如何都先于现实,且此种能力先于现实;因为所谓“潜能”,我们正是指能够被引入现实者。因此,可生之物在生成之前、在它迄今为止是不生者的那段无限时间里――因为他确实提出过不生者的这样一种含义――,便具有生成的能力。而在它已经生成之后它亦同样具有;因为已经生成之物亦能够存在并且能够已经生成,只是此时能力并不先于现实而存在。因此,在生成之前的整个无限时间中,在其尚不存在之时,它亦将具有存在的能力;因为在迄今为止作为不生者的同时,它既不存在,又具有存在的能力以及生成的能力。而当它已经生成且不再是不生者时,这种能力亦将属于它,亚里士多德通过“将在全部时间中属于,既在它是不生者的时间,也在并非〔不生者〕之时”简要地表达了这些,〔以后者〕代替“以及它不再是不生者而是已经生成的时间”;并且它以类似于能够无限时间地生成之物的方式具有这种能力,如果它在存在时确实亦能够存在,并且在不存在的同时不仅具有不存在的能力,而且具有存在的能力、较早存在与较晚存在的能力、以及简言之永远存在的能力的话。因为对于无限期不存在之物而言,究竟有什么原因能使它恰在被声称的那个时刻生成并存在,而非较早或较晚呢?因此,它在无限时间中具有存在与不存在的能力,随之而来的是:若将其所能做到的引入现实,它便在无限时间中既存在又不存在。而先前在无限时间中不存在之物,走向无限时间地具有存在的能力,这一点是显然的,如果它确实没有任何必然性非得在这个时间生成而非较早或较晚的话。“而这一结论,”亚历山大说,“他是就可生者而推导出来的,紧接着的结论则将就可灭者而推导。”但也许,正如亚历山大本人似乎亦领会到的那样,这一证明适用于两者,而接下来的论证则着眼于别的方面。因为正如可生而不灭者在生成之前作为不存在者具有走向无限地存在的能力,不生而可灭者在存在的同时亦具有不存在的能力。

语法注2 条
  1. 1.129μήποτε δὲ ὡς ἑπόμενον μὲν εἴρηται τοῖς εἰρημένοις, ἄλλο δέ τι ἔτι μᾶλλον ἄτοπον συνάγει

    μήποτε 在此表达一种委婉的推测或反驳(“但也许……”)。随后的冠词不定式短语 τὸ μὴ μόνον ἅμα εἶναι καὶ μὴ εἶναι... 作 ἄλλο δέ τι ἔτι μᾶλλον ἄτοπον 的同位语,说明这一更为荒谬之后果的具体内容。

  2. 1.130καὶ ὃν ἀγένητον ἦν καὶ μὴ ὂν ἀντὶ τοῦ ‘καὶ ὃν μηκέτι ἀγένητον, ἀλλ’ ἤδη γενόμενον’

    该结构体现了注疏家对亚里士多德原文措辞的解释与阐发。辛普里丘将 καὶ ... καὶ ... 解作并列结构,认为后半简短的 καὶ μὴ ὄν(承前省略 ἀγένητον)是用来代替(ἀντὶ τοῦ)“以及它不再是不生者而是已经生成的时间”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:349.25-351.13