- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:348.7-349.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《论天》第一卷第十二章(283a11),阐明若设定不生而可灭或可生而不灭之物,就意味着在先前无限时间中拥有对立者的能力,一旦假定这种潜能实现,就会导致同一事物同时既存在又不存在的不可能后果;同时他还讨论了经文是否存在省略以及称其为“点”的含义。
" Ἔτι τί μᾶλλον ἐπὶ τῷδε τῷ σημείῳ ἕως τοῦ ὥστε ἂν ὑπάρχειν θῶμεν, ἃ δύνανται, τὰ ἀντικείμενα ἅμα ὑπάρξει." Δείξας, ὅτι ὁ λέγων γενητόν τι ἄφθαρτον ἢ ἀγένητον φθαρτὸν ἀναιρεῖ τι τῶν κειμένων καὶ δεδομένων τὸ τὰ ἐν χρόνῳ ποιοῦντα ἢ πάσχοντα ἢ ἐν ἀπείρῳ ἢ πεπερασμένῳ χρόνῳ ποιεῖν ἢ πάσχειν ἢ εἶναι ἢ μὴ εἶναι·1 τὸ γὰρ γενητὸν μὲν ἄφθαρτον δὲ καὶ τὸ ἀγένητον μὲν φθαρτὸν δὲ οὔτε ἐν ἀπείρῳ χρόνῳ οὔτε ἐν πεπερασμένῳ τὸ εἶναι ἔχουσιν ἢ τὸ μὴ εἶναι· τοῦτο οὖν δείξας καὶ δι’ ἄλλου δείκνυσιν ἐπιχειρήματος, ὅτι οἱ οὕτως λέγοντες ἀναιροῦσί τι τῶν ὡμολογημένων τὸ ἀδύνατον εἶναι τὸ αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι· καὶ γὰρ ὡμολόγηται μέν, ὅτι ἀδύνατόν ἐστι τοῦτο, συμβαίνει δὲ αὐτοῖς τὸ ἀδύνατον, εἴπερ ἀγένητόν τι ὑποθέμενοι, τουτέστιν ἀεὶ ὂν πρότερον, ἐφθάρθαι ποτὲ λέγουσιν· ἀπείρων γὰρ ὄντων νῦν ἐν τῷ ἀπείρῳ χρόνῳ, ἐν ᾧ πρότερον ἔστι τὸ ἀγένητον, ἢ ἐν πᾶσιν ὁμοίως τοῖς νῦν δύναμιν ἔχει τοῦ φθαρῆναι ἢ ἔν τινι ἀφωρισμένῳ· ἀλλὰ τοῦτο προδήλως ἄτοπον· τί γὰρ ἂν εἴη αἴτιον τοῦ μᾶλλον ἐν τῷδε τῷ νῦν ἢ ἐν τῷδε φθαρῆναι τὸ τὸν ἄπειρον πρὸ τοῦ χρόνον ὑφεστώς; διὸ καὶ ὁ Ἀριστοτέλης ἐνδειξάμενος αὐτὸ διὰ τοῦ τί μᾶλλον ἐπὶ τῷδε τῷ σημείῳ ἀεὶ ὂν πρότερον ἐφθάρη ἐπὶ τὸ ἕτερον μετῆλθε τμῆμα τὸ ἐν πᾶσιν ὁμοίως τοῖς νῦν δύναμιν ἔχειν τοῦ φθαρῆναι, εἴπερ μηδὲν μᾶλλον ἐν τῷδε ἢ ἐν τῷδε. ἀπείρων δὲ ὄντων τῶν νῦν ἄπειρον χρόνον τὸν πρὸ τοῦ, ἐν ᾧ ἦν, τὸ ἀγένητον δύναμιν εἶχε τοῦ ἐφθάρθαι καὶ μὴ εἶναι· ἅμα οὖν τῷ εἶναι ἐνεργείᾳ δύναμιν ἕξει τοῦ μὴ εἶναι τὸ ἀγένητον μὲν φθαρτὸν δέ, ὥστε, ἐὰν ὑπάρχειν θῶμεν, ἃ δύναται, τὸ ἀγένητον ἔσται μὴ ὄν· ἅμα ἄρα ὂν καὶ μὴ ὂν ἔσται, ὅπερ ἀδύνατον. ὁμοίως δὲ καὶ τὸ γενητὸν μὴ ὂν τὸν ἄπειρον πρὸ τοῦ χρόνον οὐ μᾶλλον ἐν τῷδε ἢ τῷδε τῷ νῦν δύναμιν εἶχε τοῦ γενέσθαι, ἀλλ’ ἐν παντὶ ὁμοίως· ἐὰν οὖν καὶ τούτῳ μὴ ὄντι κατ’ ἐνέργειαν, δύναμιν δὲ ἔχοντι τοῦ εἶναι, ὑπάρχειν θῶμεν, ὃ δύναται, ἔσται ἅμα μὴ ὂν τὸ αὐτὸ καὶ ὄν, ὅπερ ὁμοίως ἀδύνατον. εἰ οὖν τὸ μὲν ὑποθέσθαι ὑπάρχειν, ὃ δύναται, ψεῦδός ἐστι καὶ οὐκ ἀδύνατον, τὸ δὲ τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι ἢ μὴ εἶναι καὶ εἶναι οὐ μόνον ψεῦδός ἐστιν, ἀλλὰ καὶ ἀδύνατον, δῆλον, ὅτι οὐ τῷ ὑποθέσθαι ὑπάρχειν, ὃ δύναται, ψευδεῖ ὄντι καὶ οὐκ ἀδυνάτῳ ἠκολούθησε τὸ ἀδύνατον, ἀλλὰ τῷ δύναμιν ἔχειν τοῦ ἀντικειμένου τὸν ἄπειρον πρὸ τοῦ χρόνον· τοῦτο οὖν ἀδύνατόν ἐστιν. ἀδύνατον οὖν εἶναί τι γενητὸν ἄφθαρτον ἢ ἀγένητον φθαρτόν, εἴπερ ἀνάγκη ταῦτα τὴν τοῦ ἀντικειμένου δύναμιν ἔχειν ἐν ἀπείρῳ πρὸ τοῦ χρόνῳ. Οὗτος μὲν ὁ τοῦ ὅλου λόγου σκοπός· ἐν δὲ τῇ λέξει τὸ ἢ μὴ ὂν ἄπειρον ἐγένετο ὁ μὲν Ἀλέξανδρος ἐλλιπῶς εἰρῆσθαί φησιν· εἶναι γὰρ τὸ ὅλον ἢ μὴ ὂν ἄπειρον χρόνον ἐγένετο. μήποτε δὲ τὸ ἄπειρον ἀντὶ τοῦ ἐπ’ ἄπειρον ἐπιρρηματικῶς ῥηθὲν2 οὐδὲν ἐλλείπει. σημεῖα δὲ καλεῖ τὰ ἐν οἷς ἐφθάρη ἢ ἐγένετο, διότι τὸ μὲν φθείρεσθαι καὶ τὸ γίνεσθαι ἐν χρόνῳ, τὸ δὲ ἐφθάρθαι καὶ τὸ γεγονέναι ἀχρόνως καὶ ἐν τῷ νῦν, ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει δέδεικται. συντόμως δὲ τὸ ἐπιχείρημα θεὶς ὁ Ἀριστοτέλης καὶ πανταχοῦ τὰ δύο προτιθεὶς τό τε ἀγένητον μὲν φθαρτὸν δὲ καὶ τὸ γενητὸν ἄφθαρτον ἀσάφειαν ἐνεποίησεν ἐν τῷ δύναται ἄρα μὴ εἶναι ἄπειρον χρόνον μὴ προσθεὶς τὸ ‘καὶ εἶναι’, ὅπερ ἐπὶ τοῦ γενητοῦ μὲν ἀφθάρτου δὲ ἀληθεύει. ὡς φανερὸν δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ἑτέρου συννοούμενον διὰ συντομίαν παρῆκεν.
“再者,为何宁可在此点上”直至“因此,若我们设定它们所能做到的属性属于它们,对立者将同时属于。” 在证明了主张某物是可生而不灭、或不生而可灭的人否定了某些既定与公认的前提,即在时间中作用或承受者,要么在无限的时间中、要么在有限的时间中作用或承受,或者存在或不存在之后――因为可生而不灭者以及不生而可灭者既非在无限时间中、亦非在有限时间中具有存在或不存在――,在证明了这一点之后,他[亚里士多德]通过另一论证亦证明:如此主张的人否定了公认的前提之一,即同一事物不可能同时既存在又不存在。因为虽然公认这是不可能的,但如果他们设定某物是不生的,亦即先前总是存在的,却声称它在某个时刻已经毁灭,则这一不可能的后果便会临到他们身上。因为在不生者先前存在于其中的无限时间里,“现在”是无限的,它或者在所有“现在”中同样具有毁灭的能力,或者在某个确定的“现在”中具有。但这后者显然是荒谬的;因为那在先前无限时间中一直持存之物,为何宁可在这个“现在”而非在那个“现在”毁灭,其原因会是什么呢?因此亚里士多德亦通过“先前总是存在之物,为何宁可在此点上毁灭”指明了这一点,随后转向了另一分支,即如果确实没有任何理由在这个点而非在那个点上,则它在所有“现在”中同样具有毁灭的能力。而由于“现在”是无限的,在不生者存在于其中的先前无限时间里,它一直具有已经毁灭和不存在的能力;因此,不生而可灭者在现实地存在的同时,将具有不存在的能力,从而如果我们设定它所能做到的属性属于它,不生者将成为不存在者;因此它将同时既是存在者又是不存在者,而这是不可能的。同样地,可生者在先前无限时间中作为不存在者,亦绝非宁可在这个“现在”而非在那个“现在”具有生成的能力,而是在一切“现在”中同样具有;因此,如果我们对这在现实上是不存在者、却具有存在能力的事物,亦设定它所能做到的属性属于它,则同一事物将同时既是不存在者又是存在者,这同样是不可能的。如果说,设定它所能做到的属性属于它是虚假的而非不可能的,而同一事物同时既存在又不存在、或既不存在又存在不仅是虚假的而且是不可能的,那么显而易见,不可能的结果并非随“设定它所能做到的属性属于它”而来――这虽是虚假的却非不可能――,而是随“在先前的无限时间中具有对立者的能力”而来;因此,正是这一点是不可能的。所以,不可能有任何事物是可生而不灭的,或不生而可灭的,如果这些事物确实必然在先前的无限时间中具有对立者的能力的话。这便是整个论证的旨趣。而在文句上,关于“或者作为不存在者无限地生成了”,亚历山大说这句话表达得有所欠缺;因为完整的表达是“或者在无限的时间中作为不存在者而生成了”。但或许“无限地”是作为副词代指“走向无限地”,因而并无任何欠缺。而他[亚里士多德]将它在其中毁灭或生成的时刻称为“点”,是因为毁灭与生成是在时间之中的,而已经毁灭与已经生成则是在无时间之中以及在“现在”之中的,正如在《物理学》中所证明的那样。不过亚里士多德简要地提出论证,且处处将两者并提――即不生而可灭者与可生而不灭者――,却在“因此它能在无限的时间中不存在”一句中由于未加上“且存在”而造成了晦涩,而这一补充在可生而不灭者身上是真实的。但他认为这显而易见且可从另一方共同领会,便因追求简短而略去了。
- 1.128τὸ τὰ ἐν χρόνῳ ποιοῦντα ἢ πάσχοντα ἢ ἐν ἀπείρῳ ἢ πεπερασμένῳ χρόνῳ ποιεῖν ἢ πάσχειν ἢ εἶναι ἢ μὴ εἶναι
由中性单数定冠词 τὸ 引导的整个不定式短语与前面的 τι τῶν κειμένων καὶ δεδομένων(“既定与公认的前提之一”)构成同位语关系,用于具体阐明被否定之内容的实质。
- 1.128τὸ ἄπειρον ἀντὶ τοῦ ἐπ’ ἄπειρον ἐπιρρηματικῶς ῥηθὲν
辛普里丘在此提出句法分析,认为 τὸ ἄπειρον 并非省略了 χρόνον 的名词,而是作为宾格副词(ἐπιρρηματικῶς)替代 ἐπ' ἄπειρον(“走向无限地”),从而无需像亚历山大那样假定文句存在缺漏。
- 1.128ἐὰν ὑπάρχειν θῶμεν, ἃ δύνανται
基于亚里士多德模态逻辑中“设定真实潜能实现不应导致不可能”之原理的条件从句。θῶμεν(τίθημι 的不定过去时虚拟语气)的宾语为不定式 ὑπάρχειν,而关系从句 ἃ δύνανται(“它们所能做到的属性”)则充当该不定式的逻辑主语。
未在正文中定位
