← 辛普里丘

亚里士多德《论天》注释

§346.14-348.6

可生而不灭事物之不可能与无限的界定

关于亚里士多德在283a4中反驳宇宙可生却不灭的观点(如柏拉图),辛普利丘结合亚历山大的注疏,讨论了“否定既定前提”这一诘难、无限时间作为走向无限而非现实无限的界定,以及在某种程度上无限者缺乏确定性这一问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.127

" Τὸ δὲ φάναι μηδὲν κωλύειν ἕως τοῦ τὸ δὲ πῇ ἄπειρον οὔτε ἄπειρον οὔτε ὡρισμένον." Δείξας ἀντακολουθοῦντα ἀλλήλοις τό τε γενητὸν καὶ τὸ φθαρτὸν καὶ αὖ πάλιν τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον, καὶ ὅτι καὶ τὸ ἄφθαρτον ἀίδιον ὂν οὐ δύναται γενητὸν εἶναι καὶ τὸ ἀγένητον αὖ πάλιν ἀίδιον ὄν, εἴπερ καὶ ἄφθαρτον, οὐ δύναται φθαρτὸν εἶναι, ὑπαντᾷ λοιπὸν πρὸς τοὺς νομίζοντας μηδὲν κωλύειν γενητόν τι ἅμα καὶ ἄφθαρτον τὸ αὐτὸ λέγειν, ὡς ὁ Πλάτων κατὰ τὸ φαινόμενον καὶ γεγονέναι σαφῶς λέγων τὸν κόσμον ὑπὸ τοῦ δημιουργοῦ καὶ μὴ ἄν ποτε λυθῆναι· “τὸ γὰρ καλῶς ἁρμοσθέν, φησί, καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ·”1 ἢ ἀγένητον ἅμα καὶ φθαρτόν, ὅπερ οὐδεὶς μὲν φαίνεται λέγων, ἀλλ’ ὁ Ἀριστοτέλης κατὰ τὴν κοινωνίαν τοῦ λόγου καὶ ταύτην τοῖς ἐλέγχοις ὑπέβαλε τὴν ὑπόθεσιν· ὁ δὲ Ἀλέξανδρος καὶ αὐτὴν ἐκ συλλογισμοῦ τῷ Πλάτωνι ἐπάγει· “τῷ γὰρ τὸ γενητόν, φησίν, ἄφθαρτον λέγοντι καὶ τὸ ἀγένητον φθαρτὸν ἀκολουθεῖ λέγειν.” καὶ πρῶτον ἐπιφέρει τοῖς ταῦτα λέγουσι τὸ ἀναιρεῖν τι τῶν δεδομένων. καὶ γάρ, ὅτι ἄτοπον τὸ τὰ δεδομένα ἀναιρεῖν, πρόδηλον· τί δὲ τοῦτό ἐστιν, ὃ δεδομένον καὶ ἀποδεδειγμένον ἀναιροῦσιν οἱ ταῦτα λέγοντες; ὁ Ἀλέξανδρός φησι τὸ ἀντακολουθεῖν ἀλλήλοις τό τε γενητὸν καὶ τὸ φθαρτὸν καὶ τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον· ταῦτα γὰρ ἤδη δεδειγμένα ἀναιρεῖται ὑπὸ τῶν γενητὸν ἄφθαρτον ἢ ἀγένητον φθαρτὸν λεγόντων. ὑπώπτευσε δὲ καὶ αὐτὸς ἐν τοῖς ἐφεξῆς ἄλλα τινὰ τὰ ἀναιρούμενα λέγειν τὸν Ἀριστοτέλην, ἐν οἷς φησιν· ἢ γὰρ ἄπειρον ἢ ποσόν τινα ὡρισμένον χρόνον δύναται ἅπαντα ποιεῖν ἢ πάσχειν. καὶ μάτην τὸν γὰρ αἰτιολογικὸν σύνδεσμον ὁ Ἀλέξανδρος ἀφαιρεῖται σαφῶς συνάπτοντα2 τὸ ἀναιρούμενον δεδομένον ὑπὸ τῶν οὕτω λεγόντων. εἰ γὰρ δέδοται καὶ ὡμολόγηται περὶ τῶν ἐν χρόνῳ ποιούντων ἢ πασχόντων (τὰ γὰρ ὑπὲρ χρόνον ἐκτὸς ἂν εἴη τοῦ λόγου), ὅτι ἢ ἐν ἀπείρῳ χρόνῳ ποιεῖ ἢ πάσχει ἢ ἐν πεπερασμένῳ· ἐν ὡρισμένῳ μὲν γὰρ ὁπωσοῦν χρόνῳ δεῖ ποιεῖν ἢ πάσχειν ἢ εἶναι ἢ μὴ εἶναι, ὡρισμένος δὲ χρόνος ἐστὶ κυρίως μὲν ὁ ἀρχὴν καὶ πέρας ἔχων, ἤδη δὲ καὶ ὁ ἄπειρος ὥρισται τῇ νοήσει καὶ τῷ ἀεί, ὡς δέ φησιν Ἀλέξανδρος, καὶ τῷ μηδὲν εἶναι ἐκτὸς αὐτοῦ. οὐ χρὴ δὲ ἄπειρον τὸν ἐνεργείᾳ ἄπειρον ὄντα λαμβάνειν, ἀλλὰ τὸν ἐπ’ ἄπειρον· ὁ γὰρ ἐνεργείᾳ ἄπειρος χρόνος οὐκ ἔστιν, ἀλλ’ ὁ κατὰ τὸ ἐπ’ ἄπειρον προϊέναι θεωρούμενος. τοῦτον οὖν εἶπε τὸν ἄπειρον ὁ Ἀριστοτέλης, οὗ οὐκ ἔστι πλείων· τοῦ γὰρ ἐπ’ ἄπειρον προϊόντος χρόνου οὐκ ἔστιν ἄλλος πλείων, ἐπειδὴ ὁ κατ’ ἐνέργειαν ἄπειρος οὐκ ἔστιν οὐδὲ ὅλως τὸ τοιοῦτον ἄπειρον, ὡς ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται· τοῦ δὲ ἐπ’ ἄπειρον προϊόντος, κἂν ἀεί, ἔστι τις ἐκτὸς τοῦ λαμβανομένου, ἀλλὰ καὶ οὗτος μέρος ἐστὶν αὐτοῦ, καὶ τοῦ γε ὅλου τούτου οὐδὲν ἔστιν ἐκτός, ὥσπερ οὐδὲ πλείων ἔστι τις αὐτοῦ· καὶ οὗτός ἐστιν ὁ ἄπειρος χρόνος ὁ ἐπ’ ἄπειρον ὡρισμένος καὶ αὐτὸς τῷ ἀνεκλείπτῳ καὶ τῷ μὴ εἶναι πλείονα αὐτοῦ. τὸ δέ γε πῇ ἄπειρον, οἷόν ἐστι τὸ γενητὸν μὲν ἄφθαρτον δὲ ἢ τὸ ἀγένητον φθαρτόν, οὐδαμῶς ὡρισμένον ἐστὶν οὔτε ὡς ἀρχὴν καὶ πέρας ἔχον, ὡς τὸ πεπερασμένον, οὔτε τῷ μηδὲν αὐτοῦ πλεῖον εἶναι, ὡς τὸ ἄπειρον· ἑκατέρου γὰρ ἔστιν ἐκτὸς καὶ πλείων χρόνος, οὐ μέντοι ἐφ’ ἑκάτερα, ἀλλὰ τοῦ μὲν γενητοῦ καὶ ἀφθάρτου πρὸ τοῦ εἶναι, τοῦ δὲ ἀγενήτου καὶ φθαρτοῦ μετὰ τὸ εἶναι. “ἅμα δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ ἔνστασίν τινα λύει δυναμένην φέρεσθαι πρὸς τὴν τοῦ γενητοῦ καὶ φθαρτοῦ γεγενημένην ἀκολουθίαν. εἰ γάρ, ὅτι ὡρισμένος ἀμφοῖν ὁ χρόνος τοῦ τε εἶναι καὶ τοῦ μὴ εἶναι, διὰ τοῦτο ἀλλήλοις ἀκολουθοῦσιν, εἰ τοῦ μὲν γενητοῦ καὶ ἀφθάρτου τὸ μὲν μὴ εἶναι ὥρισται κατὰ τὴν ἀρχήν, τὸ δὲ εἶναι κατὰ τὸ πέρας, τοῦ δὲ ἀγενήτου καὶ φθαρτοῦ τὸ ἀνάπαλιν, οὐκ ἀνάγκη τὰ ὡρισμένον ἔχοντα χρόνον ἀκολουθεῖν ἀλλήλοις. ταύτην οὖν, φησί, λύει τὴν ἔνστασιν διὰ τοῦ δεῖν μὲν τὸ ποιοῦν ἢ πάσχον καὶ τὸ ὂν ἢ μὴ ὂν ἐν ὡρισμένῳ χρόνῳ ταῦτα ἔχειν, τὸ δὲ πῇ ἄπειρον μηδαμῶς ὡρίσθαι μήτε ὡς ἑκατέρωθεν πεπερασμένον μήτε ὡς τὸ ἀνέκλειπτον.”

“主张没有任何事物妨碍”直至“在某种程度上无限者既非无限亦非确定。” 在证明了可生者与可灭者彼此互随,且不生者与不灭者亦然,并且由于不灭者是永恒的因而不可能可生,而不生者又因是永恒的――如果确实亦是不灭的――便不可能是可灭的之后,他[亚里士多德]接着回应那些认为没有任何事物妨碍说同一事物既是可生的同时又是不灭的人,正如柏拉图表面上显明地声称宇宙既是由造物主所生成、又绝不会被解体一样;因为他[柏拉图]说:“意图解体那被优美地构建且状态良好之物乃是恶者的特征”;抑或是既不生同时又可灭的[,对于持此说者他亦加以反驳],虽然似乎没有任何人明确这样主张,但亚里士多德根据论证的一致性,将这一假说亦置于反驳之中;而亚历山大甚至通过推论将这一假说亦归于柏拉图,因为他[亚历山大]说:“对于主张可生者是不灭的人而言,主张不生者是可灭的亦是随之而来的结论。”并且他[亚里士多德]首先向主张这些观点的人提出:他们否定了某些既定的前提。因为否定既定前提是荒谬的,这一点显而易见;但主张这些观点的人所否定的这一既定且已被证明的前提究竟是什么呢?亚历山大说是可生者与可灭者彼此互随,以及不生者与不灭者彼此互随;因为这些已经证明的结论被那些主张可生而不灭或不生而可灭的人所否定。但他自己[亚历山大]在接下来的文句中亦怀疑亚里士多德谈论的是被否定的其他某些前提,在那些文句中他[亚里士多德]说:因为一切事物或者在无限的时间中、或者在某种确定的时间量中能够作用或承受。而亚历山大徒然地去除了那个表原因的连词(gar),而该连词清楚地连结了被如此主张者所否定的既定前提。因为如果关于在时间中作用或承受的事物(因为超越时间的事物本在讨论之外)已经被设定且公认:它们要么在无限的时间中、要么在有限的时间中作用或承受――因为事物必须在无论以何种方式被确定的时间中作用或承受,或存在或不存在,而严格意义上的确定时间是具有起点和终点的时间,但无限的时间亦已通过思想以及通过永恒存在而得以确定,正如亚历山大所说,亦因其外无任何事物而得以确定。然而不应当把无限理解为现实上无限之物,而应当理解为走向无限之物;因为现实上无限的时间是不存在的,存在的乃是被视为走向无限的时间。因此亚里士多德称之为无限的,正是没有比它更大的这般时间;因为对于走向无限的时间而言,不存在另一个更大的时间,既然现实上的无限并不存在,这类无限亦根本不存在,正如在《物理学》第三卷中所证明的那样;而对于走向无限者而言,即便总是如此,亦存在某种在所取者之外的事物,但这一事物亦是其一部分,且对于这一整体而言没有任何事物在其外,正如没有任何事物比它更大一样;而这就是走向无限的无限时间,它自身因不竭性以及因没有比它更大者而被确定。然而在某种程度上无限者,例如可生而不灭者或不生而可灭者,绝未被确定,它既不像有限者那样具有起点和终点,亦不像无限者那样因其外无更大者而被确定;因为在这两者的每一方之外都存在着更大的时间,尽管并非在两个方向上,而是对于可生而不灭者而言在存在之前,对于不生而可灭者而言在存在之后。“同时,”亚历山大说,“他[亚里士多德]亦消解了针对可生者与可灭者所确立的承续关系可能被提出的一种反驳。因为如果由于对于两者而言存在与不存在的时间都是确定的,从而因这一缘故它们彼此互随,那么如果对于可生而不灭者而言其不存在是依起点而确定的、而其存在是依终点而确定的,对于不生而可灭者而言反之,则具有确定时间的事物并不必然彼此互随。因此,”他说,“他正是通过作用或承受者以及存在或不存在者必须在确定时间内具有这些属性、而在某种程度上无限者则绝非被确定的――既非作为两端有限者亦非作为不竭者――来消解这一反驳的。”

语法注2 条
  1. 1.127τὸ γὰρ καλῶς ἁρμοσθέν, φησί, καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ

    引自柏拉图《蒂迈欧篇》(41a-b)。属格 κακοῦ 为表示所有或特征的属格,与省略的系动词 ἐστίν 结合,意为“是恶者的特征/体现”。

  2. 1.127μάτην τὸν γὰρ αἰτιολογικὸν σύνδεσμον ὁ Ἀλέξανδρος ἀφαιρεῖται σαφῶς συνάπτοντα

    动词 ἀφαιρεῖται(“去除/删除”)的直接宾语是 τὸν γὰρ αἰτιολογικὸν σύνδεσμον(“表原因的连词 gar”),分词短语 σαφῶς συνάπτοντα(阳性单数宾格)作其定语修饰该连词。辛普利丘在此批评亚历山大在文本或理解中擅自剔除了连词 γάρ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:346.14-348.6