- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:344.28-346.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德如何借助字母符号(Ε、Ζ、Η、Θ)与归谬法,根据一项普遍的逻辑定理证明不生者与不灭者彼此互随,并因此二者皆为永恒。
" Ἔστω δὴ ἐφ’ ᾧ Ε ἀγένητον ἕως τοῦ καὶ τὸ ἄφθαρτον, ἐφ’ ᾧ Η, πρὸς τὸ φθαρτόν, ἐφ’ ᾧ Θ." Προθέμενος δεῖξαι, ὅτι καὶ τὸ ἀγένητον ἀίδιόν ἐστι καὶ τὸ ἄφθαρτον ἀίδιον, οὐκ ἄλλως φησὶ τοῦτο δείκνυσθαι, εἰ μὴ ἀντακολουθοῦντα ἀλλήλοις δειχθῇ τό τε ἀγένητον καὶ τὸ ἄφθαρτον, τοῦτο δὲ δείκνυσθαι, ἐὰν δειχθῇ, ὅτι τὸ γενητὸν καὶ τὸ φθαρτὸν ἀντακολουθοῦσιν ἀλλήλοις. δείξας οὖν τοῦτο καὶ προσχρώμενος αὐτῷ ἐφεξῆς δείκνυσιν, ὅτι καὶ τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον ἀντακολουθεῖ ἀλλήλοις. καὶ δείκνυσιν αὐτὸ διὰ καθολικοῦ θεωρήματος τοιούτου· ἐὰν δύο ὅροι ληφθῶσιν οὕτως ἔχοντες πρὸς ἀλλήλους ὡς τὰ ἀντιφατικῶς ἀλλήλοις ἀντικείμενα, ὥστε ἄμφω μὲν ἀδύνατον τῷ αὐτῷ ὑπάρχειν, παντὶ δὲ τῷ λαμβανομένῳ ἐξ ἀνάγκης θάτερον ὑπάρχειν, ὡς ἔχει τὸ γενητὸν καὶ ἀγένητον· κἂν γὰρ μὴ ἀντιφατικῶς ἀντίκειται ταῦτα, διότι καὶ τὸ ἀγένητον κατάφασιν δηλοῖ, ἀλλ’ οὖν οὕτως ἔχει ὡς ἄμφω μὲν μηδενὶ ὑπάρχειν· ἀδύνατον γὰρ τὸ αὐτὸ γενητὸν εἶναι καὶ ἀγένητον· παντὶ δὲ τῷ ληφθέντι ἀνάγκη θάτερον ὑπάρχειν· ἢ γὰρ γενητὸν ἢ ἀγένητον ἀνάγκη εἶναι πᾶν τὸ ὄν· ληφθῶσι δὲ καὶ ἄλλοι δύο ὅροι ὁμοίως ἐκείνοις ἔχοντες, ὡς τὸ φθαρτὸν καὶ τὸ ἄφθαρτον· καὶ γὰρ ταῦτα οὐδενὶ μὲν ἄμφω ὑπάρχει, παντὶ δὲ θάτερον· τῶν δὲ ὕστερον ληφθέντων θάτερος ἀκολουθεῖ τῷ ἑτέρῳ τῶν προτέρων, καὶ ὁ λοιπὸς ἀκολουθήσει τῷ λοιπῷ.1 ἔδειξε δὲ τοῦτο οὕτως ἔχον καὶ ἐν τῷ δευτέρῳ τῶν Προτέρων Ἀναλυτικῶν, δείκνυσι δὲ αὐτὸ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ νῦν ἐπὶ στοιχείων διὰ τὸ καθολικὴν οὕτως γενέσθαι τὴν ἀπόδειξιν καὶ τίθησι τὸ μὲν Ε ἀγένητον, τὸ δὲ Ζ γενητόν, καὶ τὸ μὲν Η ἄφθαρτον, τὸ δὲ Θ φθαρτόν. ἐπεὶ οὖν ἐδείχθη ἀκολουθοῦντα ἀλλήλοις τὸ γενητὸν καὶ τὸ φθαρτόν, τουτέστι τὸ Ζ καὶ τὸ Θ, λέγω, ὅτι ἀντακολουθοῦσιν ἀλλήλοις καὶ τὰ λειπόμενα, καὶ τῷ αὐτῷ ὑπάρξει τὸ Ε καὶ τὸ Η, ταὐτὸν δὲ εἰπεῖν καὶ τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον. εἰ γὰρ μὴ ἀκολουθεῖ τῷ Η τὸ Ε, τουτέστι τῷ ἀφθάρτῳ τὸ ἀγένητον, ἀνάγκη τὸ Ζ τῷ Η ἀκολουθεῖν· παντὶ γὰρ τὸ Ε ἢ τὸ Ζ ἀνάγκη ὑπάρχειν· ἀκολουθήσει ἄρα τῷ ἀφθάρτῳ τὸ γενητόν. ἀλλὰ τὸ Ζ καὶ τὸ Θ, ταὐτὸν δὲ εἰπεῖν τὸ γενητὸν καὶ φθαρτόν, ἐδείχθη ἀκολουθοῦντα ἀλλήλοις· ὥστε καὶ τῷ Η, τουτέστι τῷ ἀφθάρτῳ, τὸ Θ τὸ φθαρτὸν ἀκολουθήσει, ὅπερ ἀδύνατον· ὑπέκειτο γὰρ οὕτως ἔχειν πρὸς ἄλληλα τὸ Η καὶ τὸ Θ, ὡς μηδενὶ ἄμφω ὑπάρχειν· ἀλλὰ μὴν καὶ τὸ φθαρτὸν καὶ ἄφθαρτον οὕτως ἔχει πρὸς ἄλληλα· ἀδύνατον γὰρ τὸ αὐτὸ φθαρτὸν ἅμα καὶ ἄφθαρτον εἶναι. εἰ οὖν ὑποθεμένων ἡμῶν μὴ ἀκολουθεῖν τὸ Ε τῷ Η, τουτέστι τὸ ἀγένητον τῷ ἀφθάρτῳ, ἀδύνατόν τι συνέβη τὸ τὸ αὐτὸ φθαρτόν τε ἅμα καὶ ἄφθαρτον εἶναι,2 δῆλον, ὅτι ἀδύνατον τὸ ὑποτεθέν· ἀκολουθεῖ ἄρα τῷ Η τὸ Ε, τουτέστι τῷ ἀφθάρτῳ τὸ ἀγένητον. διὰ δὲ τὴν αὐτὴν ἀνάγκην καὶ τῷ Ε τὸ Η ἀκολουθήσει, τουτέστι τῷ ἀγενήτῳ τὸ ἄφθαρτον· εἰ γὰρ μὴ τοῦτο, τὸ Θ, τουτέστι τὸ φθαρτόν· ἀνάγκη γὰρ θάτερον· τῷ δὲ Θ τὸ Ζ ἐδείχθη ἀκολουθοῦν, τουτέστι τῷ φθαρτῷ τὸ γενητόν· καὶ τὸ Ε ἄρα καὶ τὸ Ζ ἀκολουθήσει, καὶ ἔσται τὸ αὐτὸ ἅμα γενητὸν καὶ ἀγένητον, ὅπερ ἀδύνατον· ἀκολουθεῖ ἄρα καὶ τῷ ἀγενήτῳ τὸ ἄφθαρτον. ὥστε καὶ ἑκατέρῳ αὐτῶν τὸ ἀίδιον· τὸ γὰρ ἀγένητον ἅμα καὶ ἄφθαρτον ὂν δῆλον ὅτι ἀίδιόν ἐστι μήτε ἀρχὴν ἔχον τοῦ εἶναι, εἴπερ ἀγένητον, μήτε τέλος, εἴπερ ἄφθαρτον. εἰ οὖν τὸ μὲν γενητὸν καὶ φθαρτὸν ἐν μέρει χρόνου τὸ εἶναι ἔχοντα οὐκ ἀίδια, οὔτε γενητόν τι ἄφθαρτον εἶναι δυνατὸν οὔτε ἀγένητον φθαρτόν, ἵνα μὴ τὸ αὐτὸ ἀίδιόν τε ἅμα καὶ οὐκ ἀίδιον ᾖ. καὶ οὕτως διὰ μέσου τοῦ ἀιδίου τὴν ὅλην ἀπόδειξιν προήγαγε τοῦ μήτε ἀγένητόν τι φθαρτὸν εἶναι μήτε γενητὸν ἄφθαρτον,3 ὅπερ ἐπὶ μὲν τοῦ οὐρανοῦ φυσικῶς πρότερον ἀπέδειξεν, ὅτε ἀγένητον αὐτὸν ἐδείκνυ καὶ ἄφθαρτον ἐκ τοῦ μηδὲν ἔχειν ἐναντίον, νῦν δὲ καθόλου προὐβάλετο σκοπεῖν ὡς τῆς καθολικῆς ἀποδείξεως τοῦ μήτε ἀγένητόν τι φθαρτὸν εἶναι μήτε γενητὸν ἄφθαρτον καὶ τῷ οὐρανῷ ἐφαρμοττούσης.
“设Ε为不生者”直至“且作为Η的不灭者之于作为Θ的可灭者亦然。” 在拟定证明不生者是永恒的且不灭者亦是永恒的之后,他[亚里士多德]说,除非证明不生者与不灭者彼此互随,否则这一点就无法通过其他方式被证明,而如果证明了可生者与可灭者彼此互随,这一点便得以证明。因此,在证明了这一点并运用它之后,他接着证明不生者与不灭者亦彼此互随。并且他是通过如下这样一个普遍定理来证明这一点的:如果设定两个项彼此具有如矛盾对立者一般的关系,从而使得二者不可能属于同一事物,但必然有一方属于所取的每一个事物,正如同可生者与不生者的关系一样——因为即便它们并非矛盾对立,由于不生者亦表示一种肯定,但它们无论如何处于这样一种关系中,即二者绝不属于任何事物;因为同一事物不可能既是可生的又是不生的;且所取的每一个事物都必然具有其中之一;因为一切存在之物都必然要么是可生的要么是不生的——如果再取另外两个与它们关系相似的项,正如可灭者与不灭者——因为这两者亦绝不共同属于任何事物,而是其中之一属于每一个事物——而后取的两项中有一项跟随先前的两项之一,那么余下的一项亦将跟随余下的一项。他不仅在《前分析篇》第二卷中表明过这一点是如此成立的,而且现在亦在字母上通过归谬法证明这一点,以便使证明以这种方式成为普遍的,并且他将Ε设为不生者,Ζ设为可生者,Η设为不灭者,Θ设为可灭者。因此,既然已经证明可生者与可灭者,即Ζ与Θ彼此相随,我主张,余下的两项亦彼此互随,且Ε与Η,即换言之不生者与不灭者,将属于同一事物。因为如果Ε不跟随Η,即不生者不跟随不灭者,那么必然是Ζ跟随Η;因为对于每一个事物而言,必然具有Ε或Ζ;因此可生者将跟随不灭者。但Ζ与Θ,即换言之可生者与可灭者,已被证明是彼此相随的;从而对于Η,即对于不灭者而言,作为可灭者的Θ亦将跟随,而这是不可能的;因为曾假定Η与Θ彼此的关系是二者绝不共同属于任何事物;而且可灭者与不灭者彼此之间确实亦是如此;因为同一事物不可能同时是可灭的又是不灭的。因此,如果我们假定Ε不跟随Η,即不生者不跟随不灭者,结果导致了某种不可能的事情,即同一事物同时既是可灭的又是不灭的,那么显然被假定的前提是不可能的;因此Ε跟随Η,即不生者跟随不灭者。且基于同样的必然性,Η亦将跟随Ε,即不灭者跟随不生者;因为如果不跟随此项,便跟随Θ,即可灭者;因为必然是两者之一;而Ζ已被证明跟随Θ,即可生者跟随可灭者;因此Ζ亦将跟随Ε,且同一事物将同时是可生的又是不生的,而这是不可能的;因此不灭者亦跟随不生者。从而永恒者亦跟随它们各自;因为同时是不生者与不灭者之物,显而易见是永恒的,因为它既然是不生的便没有存在的开端,既然是不灭的便没有终结。因此,如果可生者与可灭者在时间的一部分中具有其存在因而不是永恒的,那么既不可能有任何可生者是不灭的,亦不可能有任何不生者是可灭的,以免同一事物同时既是永恒的又不是永恒的。这样,他就通过永恒者作为中项推进了整个证明,证明没有任何不生者是可灭的,亦没有任何可生者是不灭的;这一结论对于天而言他此前曾在自然学意义上加以证明,当时他是从天没有任何相反者这一事实来证明它是不可生且不可灭的,但现在他旨在从普遍层面予以考察,因为证明既无不生者是可灭的、亦无可生者是不灭的这一普遍证明,亦同样适用于天。
- 1.126ἐὰν δύο ὅροι ληφθῶσιν ... τῶν δὲ ὕστερον ληφθέντων θάτερος ἀκολουθεῖ τῷ ἑτέρῳ τῶν προτέρων, καὶ ὁ λοιπὸς ἀκολουθήσει τῷ λοιπῷ
在表述这一普遍定理时,在紧接着前两个假设条件(ἐὰν δύο ὅροι ληφθῶσιν ... ληφθῶσι δὲ καὶ ἄλλοι δύο ὅροι)之后,第三个条件以并列形式提出(τῶν δὲ ὕστερον ληφθέντων θάτερος ἀκολουθεῖ...),并由连词 καί 引出整个定理的结论主句(ὁ λοιπὸς ἀκολουθήσει τῷ λοιπῷ)。
- 1.126ἀδύνατόν τι συνέβη τὸ τὸ αὐτὸ φθαρτόν τε ἅμα καὶ ἄφθαρτον εἶναι
在双重定冠词 τὸ τὸ αὐτό 中,第一个定冠词 τὸ 将整个不定式短语(τὸ αὐτὸ ... εἶναι)名词化,作为 ἀδύνατόν τι 的同位语/解释从句,第二个定冠词 τὸ 则直接限定 αὐτό。
- 1.126διὰ μέσου τοῦ ἀιδίου τὴν ὅλην ἀπόδειξιν προήγαγε τοῦ μήτε ἀγένητόν τι φθαρτὸν εἶναι μήτε γενητὸν ἄφθαρτον
带属格定冠词的不定式短语 τοῦ μήτε ἀγένητόν τι φθαρτὸν εἶναι... 作为先行名词短语 τὴν ὅλην ἀπόδειξιν 的同位/解释性属格,界定所证明的内容。此外,διὰ μέσου 指逻辑上“通过中项/媒名辞”。
