← 辛普里丘

亚里士多德《论天》注释

§343.3-344.27

论复合物不存在时间的限定性

关于亚里士多德所言事物在限定的时间内存在与不存在,辛普利丘介绍了亚历山大提出的疑难(复合实体毁灭后的不存在时间是否为无限)及其解答,随后立足于质料与元素的循环以及形式的重现,阐述了复合物的不存在时间亦可视作被限定的独特论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.125#4

“ἐπιζητήσοι γὰρ ἄν τις, φησί, πῶς εἴρηται τὸ ποσὸν ἄρα τινὰ καὶ ὡρισμένον χρόνον ἔσται1 καὶ πάλιν οὐκ ἔσται· δοκεῖ γὰρ τοῦ μὲν εἶναι ἑκάστου τῶν ἐν γενέσει ὡρισμένος τις εἶναι χρόνος, οὐκέτι δὲ καὶ τοῦ μὴ εἶναι· ἐπὶ μὲν γὰρ τῶν ἁπλῶν ἐξ ἐναντίων τε καὶ ὡρισμένων εἰς ἐναντία τε καὶ ὡρισμένα τὴν μεταβολὴν εἶναι, οἷον ἐκ θερμῶν εἰς ψυχρὰ ἢ ἀνάπαλιν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ὡρισμένος ἂν εἴη χρόνος τοῦ τε πυρὸς τουδὶ καὶ τοῦ ὕδατος, ἐν ᾧ ἔστι τε καὶ οὐκ ἔστιν ἑκάτερον, ἐπὶ δὲ τῶν συνθέτων, οἷον φυτῶν καὶ ζῴων, τοῦ μὲν εἶναι χρόνος ὡρισμένος ἐστί, τοῦ δὲ μὴ εἶναι οὐκέτι· φθαρὲν γὰρ ἕκαστον τούτων ἄπειρον χρόνον τὸ λοιπὸν οὐκ ἔστιν, ὥσπερ καὶ τὸν πρὸ τοῦ γενέσθαι· καὶ γὰρ ἐκεῖνον ἄπειρον ὄντα οὐκ ἦν. τοιγαροῦν ὁ Σωκράτης φθαρεὶς οὐχ ὡρισμένον τινὰ χρόνον δύναμιν ἔχει τοῦ μὴ εἶναι, εἴπερ μὴ ἀνάγκη πάλιν αὐτὸν γενέσθαι· καὶ καθόλου δέ, φησίν, ἐφ’ ὧν ἡ ὑποκειμένη ὕλη εἰς πλείω μεταβάλλειν οἵα τε καὶ μὴ εἰς ἕν τι, ὡς ἐπὶ τῆς τοῖς ζῴοις καὶ τοῖς φυτοῖς ὑποκειμένης ὕλης ὁρῶμεν, πῶς ἐπὶ τούτων ὡρισμένος ὁ τοῦ μὴ εἶναι χρόνος ἑκάστου δυναμένου γε τοῦ ὑποκειμένου αὐτοῖς ἄλλοτε εἰς ἄλλο μεταβάλλειν2 καὶ κατὰ τοῦτο μηδέποτε πάλιν ἀνακάμπτειν ἐπὶ τὸν ἄνθρωπον;” ταῦτα ἀπορήσας ἐπάγει, ὅτι πρὸς τὸ δεῖξαι τὸ αὐτὸ γενητόν τε ὂν ἅμα καὶ φθαρτόν, ὅπερ ἐστὶν αὐτῷ προκείμενον, αὔταρκες καὶ τὸ ὡρισμένον χρόνον ἕκαστον εἶναι τῶν ἐν γενέσει καὶ φθορᾷ, κἂν ὁ τοῦ μὴ εἶναι χρόνος μή ἐστιν ὡρισμένος. εἰ γὰρ ἐφ’ ἑκάτερα ὡρισμένος ἐστὶν ὁ τοῦ εἶναι χρόνος τῶν μὴ ἀϊδίων, ὡς καὶ ἀρχὴν ἔχειν καὶ τέλος, εἴη ἂν γενητά τε καὶ φθαρτά. ἀλλὰ πῶς ὁ Ἀριστοτέλης οὐκ ἠρκέσθη τῷ εἶναι ὡρισμένον χρόνον τὰ ἐν τῇ γενέσει πρὸς τὸ ἀκολουθεῖν ἀλλήλοις τὸ γενητὸν καὶ τὸ φθαρτόν, ἀλλὰ καὶ τὸ μὴ εἶναι ὡρισμένον χρόνον προστέθεικεν; “ἢ εἴη ἄν, φησὶν Ἀλέξανδρος, τοῦτο προσθείς, οὐχ ὡς ὁμοίως ὡρισμένον χρόνον ἐσομένων3 τε καὶ οὐκ ἐσομένων, ἀλλὰ κυρίως μὲν ὡρισμένον ἐσομένων, ἤδη δὲ καὶ ὡρισμένον οὐκ ἐσομένων τῷ μὴ ἄπειρον· πρὸς γὰρ τὸ ἄπειρον ἀντιτιθεὶς τὸ ὡρισμένον εἶπεν· ὁρίζεται γὰρ ὁ χρόνος, ὃν οὐκ ἔστιν ἕκαστον, ὑπὸ τοῦ χρόνου, ἐν ᾧ ἔστι, καὶ ἀναιρεῖται αὐτοῦ ἡ ἀπειρία. οὕτως οὖν ὡρισμένος καὶ ὁ τοῦ μὴ εἶναι χρόνος, ὅτι μὴ ἄπειρος.” Δυνατὸν δὲ καὶ οὕτως ὡρισμένον λέγειν τὸν τοῦ μὴ εἶναι χρόνον ὡς μεμετρημένον τι ποσὸν ἔχοντα, ὥσπερ τὸν τοῦ εἶναι. ἐπὶ μὲν γὰρ τῶν ἁπλῶν σωμάτων φανερὸν τοῦτο· ὡρισμένος γὰρ ὁ χρόνος ἑκάστου ἔσται τῶν καθ’ ἃ ἡ μεταβολὴ τῷ ὑποκειμένῳ γίνεται, εἴπερ ἐξ ἐναντίου καὶ ὡρισμένου εἰς ἐναντίον καὶ ὡρισμένον ἡ μεταβολή· καὶ τὰ μεταξὺ γὰρ ἐναντία πώς ἐστιν· ἐπὶ δὲ τῶν συνθέτων, οἷον φυτῶν καὶ ζῴων, τὰ μὲν ἐξ ὧν ἕκαστόν ἐστιν αὐτῶν ἁπλᾶ σώματα ταῦτα ὡρισμένον χρόνον ἔσται τε καὶ οὐκ ἔσται διὰ τὴν εἰς τὰ ἐναντία ἐν μέρει μεταβολήν, αὐτὰ δὲ οὐ κεκώλυται μὲν πάλιν γενέσθαι κατ’ εἶδος· οὐ γὰρ τὸ κατ’ ἀριθμὸν ταὐτὸν οἷόν τε ἐν τοῖς τοιούτοις σῴζεσθαι, οὔτε ἀδύνατον τὰ ἐξ ὧν ἦν τι μετὰ τὴν φθορὰν αὐτοῦ πάλιν μεταβάλλοντα δέξασθαι τὸ εἶδος ἐκεῖνο, ὥστε τὰ τοῦ ἵππου στοιχεῖα μετὰ τὴν τοῦ ἵππου φθορὰν εἰς σφηκῶν στοιχεῖα μεταβαλόντα καὶ δεξάμενα τὸ τῶν σφηκῶν εἶδος πάλιν τούτου φθειρομένου ἢ ἀμέσως ἢ δι’ ἄλλων μέσων μεταβαλεῖν ἐπὶ τὰ τοῦ ἵππου στοιχεῖα καὶ δέχεσθαι τὸ τοῦ ἵππου εἶδος. οὐ μὴν καὶ ἐξ ἀνάγκης ἔσται ἐνεργείᾳ τοῦτο πάλιν, ὡς φησιν Ἀλέξανδρος, τῷ δύνασθαι ταῦτα, ἐξ ὧν ὁ ἵππος ἦν, ἄλλα τινὰ γενέσθαι καὶ μὴ πάλιν ἵππον. ἀίδιον μέντοι εἶναί τι τῶν τοιούτων ἀδύνατον τῷ δύνασθαι τὰ ἐξ ὧν ἔστι μεταβάλλειν ἐξ ἀνάγκης· μήποτε δὲ τῆς γενέσεως ἐπ’ ἄπειρον προϊούσης τὴν μὲν ὕλην τὴν αὐτὴν τῷ ἀριθμῷ τὰ αὐτὰ πάλιν εἴδη δέχεσθαι ἀναγκαῖόν ἐστι,4 καὶ τὸ σῶμα δέ, εἴπερ καὶ αὐτὸ ἀίδιόν ἐστι· καὶ τὰ προσεχῶς δὲ τοῖς συνθέτοις εἴδεσιν ὑποκείμενα τέσσαρα στοιχεῖα οὐδὲν θαυμαστὸν τὰ αὐτὰ τῷ ἀριθμῷ μένοντα, οἷον πῦρ τοδὶ καὶ ὕδωρ, κἂν ἀλλοιοτέραν ἴσχῃ διάθεσιν πρὸ τοῦ εἰς τὰ ἐναντία μεταβάλλειν, πάλιν ὡσαύτως διατεθέντα καὶ συναρμοσθέντα τῶν αὐτῶν εἰδῶν ζῴου ἢ φυτοῦ δεκτικὰ γενέσθαι· ὥστε ἀληθὲς καὶ ἐπὶ τῶν συνθέτων εἰπεῖν μὴ μόνον τὸν τοῦ εἶναι χρόνον ὡρισμένον εἶναι, ἀλλὰ καὶ τὸν τοῦ μὴ εἶναι, εἰ τὰ μὲν στοιχεῖα καὶ τῷ ἀριθμῷ τὰ αὐτά, τὰ δὲ σύνθετα τῷ εἴδει ἀνακάμπτοντα φαίνοιτο.

“因为有人会追问,”他[亚历山大]说,“‘因此它将在某个定量的且被限定的时间内存在,并再次不存在’这句话是如何说的。因为在生成中的各事物看来,存在的时间是某个被限定的时间,但不存在的时间却不再是如此了。因为在简单事物中,变化是从相反且被限定者走向相反且被限定者——例如从热走向冷,或反之亦然——且在其他事物中同样,对于此火和此水而言,它们各自在其中存在与不存在的[时间作为]被限定的时间都会存在;但在复合事物中,如植物与动物,存在的时间是被限定的,而不存在的时间却不再是如此了。因为这些事物中的每一个在毁灭之后,在余下的无限时间内都不存在,正如此前在生成之前的时间一样;因为在那段同样是无限的时间里它亦曾不存在。因此苏格拉底在毁灭之后,如果他并非必然再次生成,他便不是在某个被限定的时间内具有不存在的潜能;而且总的来说,”他[亚历山大]说,“凡是基底的质料能够变化为更多的东西而非仅仅变化为一个东西的那些事物——正如我们在动物和植物的基底质料中所见到的那样——在它们身上,既然它们的基底能够时而变化为此物,时而变化为彼物,并因此而绝不再回转到人,那么它们各自不存在的时间又怎么能是被限定的呢?”在提出了这些疑难之后,他[亚历山大]补充道:为了证明同一事物既是可生成的又是可毁灭的——这正是他[亚里士多德]所拟定的课题——仅仅各个处于生成与毁灭中的事物存在被限定的时间便已足够,即使不存在的时间并非被限定的。因为如果非永恒事物存在的时间在两端都被限定,以至于既具有开端又具有终结,它们就将既是可生成的又是可毁灭的。然而,亚里士多德为何不满足于生成中的事物在被限定的时间内存在以确立可生成者与可毁灭者彼此相随,反而还补充了不存在亦是在被限定的时间内呢?“抑或是,”亚历山大说,“他加上这一点,并非因为它们同样将在被限定的时间内存在与不存在,而是在严格意义上它们将在被限定的〔时间〕内存在,同时凭借并非在无限的〔时间〕内,它们亦已将在被限定的〔时间〕内不存在;因为他是针对无限而说‘被限定的’;因为每一事物所不在的时间被它所在的时间所限定,且其无限性被取消了。因此这样一来,不存在的时间亦是因为它并非无限而被限定的。” 然而,亦可以这样把不存在的时间称为被限定的,即正如存在的时间一样具有某种被度量的量。因为在简单物体上,这是显而易见的:如果变化是从相反且被限定者走向相反且被限定者,那么对于基底而言发生变化的每一个[相反状态]的时间都将是被限定的;因为中间事物在某种意义上亦是相反者。而在复合事物中,如植物和动物,它们各自所由构成的简单物体本身将由于轮流向相反者变化而在限定的时间内存在与不存在,但它们自身在形式上再次生成亦未尝受阻;因为在诸如此类的事物中,数目上的同一固然不可能被保全,但某物所由构成的那些东西在它毁灭之后再次变化并接受那个形式,却并非不可能,从而马的元素在马毁灭之后变化为黄蜂的元素并接受黄蜂的形式,当它反过来毁灭时,便直接地或通过其他中间媒介变化为马的元素并接受马的形式。当然,正如亚历山大所言,这并不必然在现实中再次发生,因为马所由构成的这些东西亦能够生成为某些其他东西而非再次生成为马。然而,诸如此类的事物中有任何一个是永恒的,这是不可能的,因为其所由构成的要素必然能够变化;但或许随着生成走向无限,数目同一的质料必然会再次接受相同的形式,且物体亦然,如果物体自身亦是永恒的话;而直接作为复合物形式之基底的四元素在数目上保持同一——例如此火与水,即便在转向相反者之前具有迥异的性态——在重新以同样方式被配置与调和之后,变得能够接受动物或植物的相同形式,这亦不足为奇;因此,如果元素在数目上保持同一,而复合物在形式上展现出回转,那么即使在复合物身上,说不仅存在的时间是被限定的,而且不存在的时间亦是被限定的,这亦是真的。

语法注4 条
  1. 1.125ἐπιζητήσοι γὰρ ἄν τις, φησί, πῶς εἴρηται τὸ ποσὸν ἄρα τινὰ καὶ ὡρισμένον χρόνον ἔσται καὶ πάλιν οὐκ ἔσται

    由 ἄν 与祈愿语气(ἐπιζητήσοι ἄν)构成的潜在虚拟句。引文从句“πῶς εἴρηται τὸ...”中,中性定冠词 τὸ 用于将亚里士多德的引述命题(“ποσὸν ἄρα τινὰ...”)名词化。

  2. 1.125ἑκάστου δυναμένου γε τοῦ ὑποκειμένου αὐτοῖς ἄλλοτε εἰς ἄλλο μεταβάλλειν

    属格独立结构。逻辑主语是 τοῦ ὑποκειμένου αὐτοῖς(它们的基底),分词 δυναμένου 支配不定式 μεταβάλλειν,构成反问句(πῶς...)的前提理由或让步背景。

  3. 1.125ἢ εἴη ἄν, φησὶν Ἀλέξανδρος, τοῦτο προσθείς, οὐχ ὡς ὁμοίως ὡρισμένον χρόνον ἐσομένων τε καὶ οὐκ ἐσομένων

    由潜在祈愿语气 εἴη ἄν 与不定过去时分词 προσθείς 构成的迂说法(periphrasis),表达对过去行为的推测(“他加上这一点想必是……”)。其后带有 οὐχ ὡς 的属格独立结构(ἐσομένων τε καὶ οὐκ ἐσομένων)表达被否定的动机或理由(“并非因为……”)。

  4. 1.125μήποτε δὲ τῆς γενέσεως ἐπ’ ἄπειρον προϊούσης τὴν μὲν ὕλην τὴν αὐτὴν τῷ ἀριθμῷ τὰ αὐτὰ πάλιν εἴδη δέχεσθαι ἀναγκαῖόν ἐστι

    μήποτε 引导委婉推测(“或许……未尝不是如此”)。句子核心结构是非人称表达 ἀναγκαῖόν ἐστι 支配不定式 δέχεσθαι,其逻辑主语为宾格 τὴν μὲν ὕλην;τῆς γενέσεως ἐπ’ ἄπειρον προϊούσης 是作时间/条件从句的属格独立结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:343.3-344.27