- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:341.16-343.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘承接亚历山大的论述,考察证明可生成者与可毁灭者互为相随的两个论证(基于相反者之否定以及基于相互变化的接受能力),并探讨了由可生成但不可毁灭者所引发的疑难及其解决方案。
“ἔτι, φησί, καὶ ἐπὶ τοῦ φαιοῦ καὶ τοῦ ἐρυθροῦ ἀληθές ἐστιν εἰπεῖν, ὅτι ἐπί τι ἑκατέρου τῶν ἐναντίων μετέχουσι τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος, ἀλλ’ οὐ διὰ τοῦτο ἤδη καὶ ἕπεται ταῦτα ἀλλήλοις.” Τούτοις καλῶς ἐπιστήσας ἐπάγει, ὅτι ἡ ἰσχὺς τοῦ ἐπιχειρήματος ἤρτηται τῷ Ἀριστοτέλει ἐκ τοῦ1 τὸ γενητὸν καὶ τὸ φθαρτὸν ποσόν τινα καὶ ὡρισμένον χρόνον ἐπ’ ἀμφότερα δύναμιν ἔχειν τοῦ εἶναι καὶ μὴ εἶναι· τοῦτο δὲ ἤρτηται πάλιν τοῦ ἐπαληθεύειν αὐτοῖς τὰς ἀποφάσεις. ὃ γὰρ οὕτως ἔστιν ὡς μὴ ἀεὶ εἶναι, δῆλον, ὅτι εἰς ὡρισμένον τινὰ καὶ πεπερασμένον χρόνον τοῦ εἶναι δύναμιν ἔχει· διὰ τοῦτο γὰρ οὐκ ἀληθὲς ἐπ’ αὐτοῦ τὸ ἀεὶ εἶναι· μεταβάλλον ἄρα ἐκ τοῦ εἶναι εἰς τὸ μὴ ὂν φθαρτόν ἐστιν, εἴπερ μὴ ἀεὶ ἔστι. πάλιν δὲ αὖ τὸ οὕτως μὴ ὂν ὡς μὴ ἀεὶ μὴ εἶναι, ἀλλὰ ποτέ, καὶ τοῦτο ἀνάγκη προελθεῖν εἰς τὸ εἶναι, εἴπερ μὴ ἀεὶ μὴ ὄν ἐστι· γενητὸν ἄρα τὸ ἀπὸ τοῦ μὴ εἶναι μεταβάλλον εἰς τὸ εἶναι. εἰ οὖν ἐπὶ τοῦ αὐτοῦ ἀληθεῖς αἱ ἀποφάσεις, ἡ μὲν οὐκ ἀεὶ ὂν τὸ φθαρτὸν σημαίνουσα, ἡ δὲ οὐκ ἀεὶ μὴ ὂν τὸ γενητόν, τοῦτο, ὅπερ ἐστὶ γενητόν, καὶ φθαρτόν ἐστιν, καὶ ὅπερ φθαρτόν, καὶ γενητόν, καὶ ἀκολουθοῦσιν ἀλλήλοις ὡρισμένον τινὰ χρόνον ἑκάτερον τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι δύναμιν ἔχοντα. ἐδείχθη δὲ καὶ πρότερον, ὅτι ἀνάγκη τὸ γενητὸν καὶ φθαρτὸν εἶναι· εἰ γὰρ γέγονεν, ἐπειδὴ ἐξ ὄντος γίνεται τὸ γινόμενον, καὶ μεταβολή τίς ἐστιν ἡ γένεσις, ἐκ δύναμιν ἔχοντος μεταβάλλειν εἰς τοῦτο γέγονε· καὶ μεταβαλὸν ἄρα εἰς τοῦτο δύναμιν ἕξει τοῦ πάλιν εἰς ἐκεῖνο μεταβάλλειν, ἐξ οὗ τοῦτο ἐγένετο· καὶ γὰρ καὶ ἡ εἰς τοῦτο μεταβολὴ γίνεται σῴζοντι τὴν οἰκείαν φύσιν,2 ἦν δὲ αὕτη τὸ δεκτικὸν τῶν ἐναντίων παρὰ μέρος. εἰ οὖν μεταβάλλει πάλιν τὸ γεγονός, φθαρτὸν ἔσται, καὶ ἀκολουθήσει τῷ γενητῷ τὸ φθαρτόν. πάλιν δὲ τὸ φθαρτὸν δύναμιν ἕξει τοῦ οὕτως ἔχειν, ὡς εἶχε πρὸ τοῦ φθαρῆναι καὶ ἐφθάρθαι· φθαρέντος ἄρα τὸ εἰς ὃ ἐφθάρη ἕξει τὴν δύναμιν τῆς εἰς τὸ ἐναντίον, ἀφ’ οὗ καὶ γέγονε, μεταβολῆς, ὥστε καὶ τῷ φθαρτῷ τὸ γενητὸν ἀντακολουθεῖ. Ἄρα οὖν πρὸς τὸ ἀντιστρέφειν τὸ γενητὸν καὶ τὸ φθαρτὸν αὗται αἱ πίστεις ἱκαναί; ἢ πρὸς μὲν τὸν ἀπὸ τῶν ἀποφάσεων λόγον δυνατὸν εἰπεῖν, ὅτι αἱ ἀποφάσεις αὗται τό τε μὴ ἀεὶ εἶναι καὶ τὸ μὴ ἀεὶ μὴ εἶναι οὐ μόνον τῷ γενητῷ καὶ φθαρτῷ ἐφαρμόζουσιν, ἀλλὰ καὶ τῷ γενητῷ μὲν ἀφθάρτῳ δέ; καὶ γὰρ καὶ τοῦτο οὐκ ἀεὶ μὲν ἔστιν, ὅτι ἐκ τοῦ πρότερον μὴ εἶναι εἰς τὸ εἶναι προελθὸν οὕτως γενητὸν ὑπέστη, οὐκ ἀεὶ δὲ μὴ ὄν ἐστιν, εἴπερ ἄφθαρτον ὂν ἐπ’ ἄπειρον ὂν ἔστι τοῦ λοιποῦ.3 ἀλλ’ ὁ μὲν Ἀλέξανδρος ἐνδούς, ὡς ἔοικε, τῇ ἀπορίᾳ ταύτῃ ἐπὶ τὴν ἑτέραν ἀπόδειξιν καταφεύγει μᾶλλον τοῦ ἀντακολουθεῖν ἀλλήλοις τὸ γενητὸν καὶ φθαρτὸν τὴν λέγουσαν ἕπεσθαι τῷ μεταξὺ ὄντι μήτε τοῦ εἶναι εἰς ἄπειρον δύναμιν ἔχειν μήτε τοῦ μὴ εἶναι, ἀλλ’ εἰς ὡρισμένον· εἰ δὲ τοῦτο, τό τε δυνάμενον γενέσθαι ὡρισμένον χρόνον ἕξει τοῦ μὴ εἶναι, ὃ δύναται, τό τε ἐξ ἐκείνου γενόμενον ὡρισμένον χρόνον πάλιν 〈τοῦ〉 εἶναι δύνασθαι, καὶ τὸ οὕτως γενόμενον πάλιν εἰς τὸ 〈μὴ〉 εἶναι μεταβάλλει· οὕτως δὲ ἔσται τὸ γενητὸν καὶ φθαρτόν. Μήποτε δὲ καὶ τὴν ἀπορίαν ἐκείνην διαλύειν δυνατὸν λέγοντα, ὅτι τὸ οὐκ ἀεὶ εἶναι οὐκ ἀληθεύει ἐπὶ τοῦ γενητοῦ μὲν ἀφθάρτου δέ· εἰ γὰρ τὸ ἄφθαρτον ἐπ’ ἄπειρον τοῦ λοιποῦ τὸ εἶναι ἔχει, τὸ δὲ ἐπ’ ἄπειρον ἀεί τί ἐστιν, ἀληθὲς ἐπ’ αὐτοῦ εἰπεῖν τὸ ἀεὶ εἶναι, κἂν ἐπὶ θάτερον μόνον ἔχῃ τὸ ἀεί. Καὶ μέντοι πρὸς τὴν δευτέραν ἀπόδειξιν τοῦ ἀντακολουθεῖν ἀλλήλοις τὸ γενητὸν καὶ τὸ φθαρτὸν τὴν ἀπὸ τοῦ ὡρισμένον χρόνον ἔχειν τοῦ εἶναι καὶ μὴ εἶναι ἑκάτερον καὶ αὐτὸς ὁ Ἀλέξανδρος ἀπορεῖ καλῶς.
“此外,”他[亚历山大]说,“就灰色与红色而言,说它们在某种程度上分有白与黑这两个相反者各自,这亦是真的,但它们并不因此就已经彼此相随了。”在妥善地对此提出注意之后,他[亚历山大]补充道,对于亚里士多德而言,论证的力量取决于可生成者与可毁灭者在两方面都在某个定量的且被限定的时间内具有存在与不存在的潜能;而这又取决于否定对它们成立。因为以不永远存在的方式存在的事物,显而易见是在限定且有限的时间内具有存在的潜能;因为正因此故,永远存在对它而言不是真的;因此,既然它并非永远存在,则从存在转入不存在的它便是可毁灭的。而反过来,以不永远不存在、而是在某个时刻[不存在]的方式不存在的事物,如果它并非永远不存在,它亦必然走向存在;因此从不存在转入存在的事物便是可生成的。因此,如果这些否定对同一事物为真——一者即‘不永远存在’表示可毁灭者,另一者即‘不永远不存在’表示可生成者——那么这作为可生成者的事物亦是可毁灭的,而作为可毁灭者的事物亦是可生成的,且它们彼此相随,各自都在限定的时间内具有存在与不存在的潜能。 此前亦已证明,可生成者必然亦是可毁灭的。因为如果它已经生成,既然生成者是从存在者中生成的,且生成是某种变化,它便是从具有转入此物的潜能者中生成的;因此在转入此物之后,它亦将具有重新转入此前由此生成此物的那个事物的潜能;因为转入此物的变化亦是在[基底]保持其固有本性的情况下发生的,而这[固有本性]乃是轮流接受相反者。因此,如果已生成者再次发生变化,它就将是可毁灭的,且可毁灭者将伴随可生成者。反过来,可毁灭者亦将具有保持它在毁灭之前及已毁灭之前所具有的状态之潜能;因此当它毁灭时,它所毁灭成的那个事物将具有转入它由此生成的相反者之变化的潜能,从而可生成者亦与可毁灭者互为相随。 那么,这些确证对于可生成者与可毁灭者的换位而言是否充分呢?抑或针对基于否定的论证可以说,‘不永远存在’与‘不永远不存在’这些否定不仅适用于既可生成又可毁灭者,亦适用于可生成但不可毁灭者?因为这[可生成但不可毁灭者]亦非永远存在,因为它从先前的并不存在走向存在,从而作为可生成者得以成立;且它亦非永远不存在,如果它作为不可毁灭者在余下的时间里无限地存在的话。但亚历山大看来在屈服于这一疑难之后,宁可求助于可生成者与可毁灭者互为相随的另一证明,即声称中间事物所随附的是,既不无限地具有存在的潜能,亦不无限地具有不存在的潜能,而是在限定的[时间内具有];若果真如此,则能够生成者将在限定的时间内具有它所能处于的不存在,而由其生成者反过来亦将在限定的时间内能够存在,且这样生成者又将转入不存在;而如此一来,可生成者亦将是可毁灭的。 不过,或许亦可以通过这样说来消除那个疑难:‘不永远存在’在可生成但不可毁灭者身上并不是真的;因为如果不可毁灭者在余下的时间里无限地具有存在,而无限者乃是某种‘永远’,那么即使它仅在单向度上具有‘永远’,对它说‘永远存在’亦是真的。然而,对于可生成者与可毁灭者互为相随的第二个证明——即基于两者各自具有存在与不存在的限定时间的证明——亚历山大本人亦妥当地提出了疑难。
- 1.125ἤρτηται τῷ Ἀριστοτέλει ἐκ τοῦ
动词 ἤρτηται(取决于、依附于)所带的与格 τῷ Ἀριστοτέλει 是判断者或关涉与格,意为“对亚里士多德而言”。接下来的冠词性不定式短语 ἐκ τοῦ... 表示论证效力所依据的前提与来源。
- 1.125σῴζοντι τὴν οἰκείαν φύσιν
中性与格分词 σῴζοντι 的逻辑主语是在上下文中省略的底层基底(τῷ ὑποκειμένῳ),呼应前面的 δύναμιν ἔχοντος(具有潜能者)。它表达了变化发生时的伴随条件(“在[基底]保持其固有本性的情况下”)。
- 1.125τοῦ λοιποῦ
时间属格,作惯用语表示“在余下的时间里”或“今后”。它在未来时间维度上补充限定了前文的 ἐπ’ ἄπειρον(无限地)。
