← 辛普里丘

亚里士多德《论天》注释

§339.31-341.16

永恒之无界限与可生成可毁灭的相互随伴

辛普利丘阐释了亚里士多德的论证:永远存在者与永远不存在者皆无界限,而可生成者与可毁灭者因共有在限定时间内存在与不存在的同一规定(定义)而互为相随,并引介了亚历山大对此论证的解释及其提出的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.125#2

καὶ ὅτι μὲν ἐνεργείᾳ μὴ πρόσεστι πέρας τοῦ εἶναι τῷ ἀεὶ ὄντι ἢ τοῦ μὴ εἶναι τῷ ἀεὶ μὴ ὄντι, δῆλον, ὅτι δὲ οὐδὲ δυνάμει, μάθοις ἂν ἐκ τοῦ δύνασθαί ποτε καὶ ἐνεργείᾳ ὑπάρχειν αὐτοῖς, ὃ δυνάμει εἶχον· εἰ οὖν τὸ μὲν ἀεὶ ὂν δυνάμει πέρας εἶχε τοῦ εἶναι, τὸ δὲ ἀεὶ μὴ ὂν δυνάμει πέρας εἶχε τοῦ μὴ εἶναι, εἴ τις ὑπόθοιτό ποτε ὑπάρχειν αὐτοῖς ἐνεργείᾳ, ὃ δύνανται, τὸ μὲν ἀεὶ ὂν ἔσται μὴ ὄν, τὸ δὲ ἀεὶ μὴ ὂν ἔσται ὄν, ὥστε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, ὅπερ ἀδύνατον, οὐ διὰ τὸ ὑποθέσθαι τὸ δυνάμει εἰς ἐνέργειάν ποτε ἐκβαῖνον (τοῦτο γὰρ ψευδὲς μὲν ἦν, οὐ μέντοι καὶ ἀδύνατον)· ἀλλ’ εἰ τὸ ἀδύνατον ἀδυνάτῳ ἕπεται·1 εἵπετο δὲ τὸ αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι τῷ δυνάμει ὑπάρχειν τῷ μὲν ἀεὶ ὄντι τὸ μὴ εἶναι, τῷ δὲ ἀεὶ μὴ ὄντι τὸ εἶναι. εἰπὼν δὲ διὰ μέσου περὶ τούτων ἐπήγαγε τὸ περὶ τοῦ γενητοῦ συμπέρασμα, ὅτι ποσόν ἄρα τινὰ καὶ ὡρισμένον χρόνον καὶ ἔσται καὶ πάλιν οὐκ ἔσται. κεῖται γὰρ πέρας ἔχειν τοῦ χρόνου τὸ γενητόν, ἐν ᾧ ἔστι τε καὶ οὐκ ἔστιν ἢ ἐνεργείᾳ ἢ δυνάμει· τούτῳ δὲ ἕπεται, ὃ ἐπιφέρει, τὸ ποσόν τινα καὶ ὡρισμένον αὐτὸ χρόνον καὶ εἶναι καὶ μὴ εἶναι· ὁ γὰρ μὴ ἄπειρος ὡρισμένος. τούτοις δὲ ἐπαγαγών, ὅτι ὁμοίως ἔχει ταῦτα· ὡς γὰρ ἐπὶ τοῦ Γ γενητοῦ, οὕτως καὶ ἐπὶ τοῦ Δ τοῦ φθαρτοῦ· καὶ τοῦτο γὰρ ἀνάγκη πέρας τι τοῦ χρόνου ἔχειν καὶ ὡρισμένον αὐτὸ χρόνον εἶναί τε καὶ μὴ εἶναι· καὶ τὸν αὐτὸν ἀμφοτέροις ὁρισμὸν ἐφαρμόσας ἐπήγαγε γενητὸν ἄρα καὶ φθαρτὸν ἑκάτερον, εἴπερ ἑκατέρῳ αὐτῶν πρόσεστι τὸ ὡρισμένον χρόνον εἶναί τε καὶ μὴ εἶναι. εἰ δὲ καὶ τὸ γενητὸν φθαρτόν ἐστι καὶ τὸ φθαρτὸν γενητόν, καὶ ὁ αὐτὸς ἀμφοῖν λόγος, ἀκολουθοῦσιν ἄρα ἀλλήλοις τὸ γενητὸν καὶ τὸ φθαρτόν, ὅπερ αὐτῷ δεῖξαι προέκειτο. Ταῦτα δὲ καὶ πρότερον φθάνει δεδειχώς, δι’ ὧν ἐδείκνυ τὰς τῶν ἐναντίων ἀποφάσεις τοῦ τε ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος ἐπὶ τοῦ αὐτοῦ ἀληθεύεσθαι. οὐ χρὴ δὲ ὑπολαμβάνειν αὐτὸν καθόλου τοῦτο λέγειν, ὅτι, εἴ τινα μεταξύ τινῶν ἐστιν, οἷς αἱ ἀποφάσεις τῶν ἐναντίων ἐπαληθεύονται, ταῦτα ἀντακολουθεῖ ἀλλήλοις· οὐ γὰρ ἀληθὲς οὕτως λεγόμενον. τὸ γοῦν φαιὸν καὶ τὸ ἐρυθρὸν μεταξὺ μέν ἐστι τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος ἐναντίων ὄντων, καὶ καθ’ ἑκατέρου αὐτῶν ἀληθεύονται αἱ τῶν ἐναντίων τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος ἀποφάσεις, οὐ μὴν καὶ ἀκολουθεῖ ἀλλήλοις. ἀλλ’ ὥσπερ ἴδιον ἦν τῶν ἐναντίων τούτων τοῦ τε ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος τὸ πάντως μέσον εἶναί τι αὐτῶν, ἐφ’ οὗ ἡ ἑκατέρου ἀπόφασις· οὐ γὰρ εἶχεν ἐπὶ τῶν ἄλλων ἐναντίων οὕτως καθόλου οὔτε ἐπὶ τῶν ἀμέσων οὔτε ἐπὶ τῶν ἐμμέσων· οὕτως δὲ καὶ τὸ τὰ μεταξὺ τούτων ἀντακολουθεῖν ἀλλήλοις ἴδιον αὐτῶν. τῷ γὰρ τὰ μεταξὺ αὐτῶν ἐπί τι μετέχοντα ἑκατέρου αὐτῶν ποτὲ μὲν εἶναι, ποτὲ δὲ μὴ εἶναι, καὶ ὡρισμένον χρόνον ἑκάτερον τούτων καὶ εἶναι καὶ μὴ εἶναι, εἷς ὁ λόγος αὐτῶν· ὧν δὲ εἷς καὶ ὁ αὐτὸς λόγος, τὰ αὐτὰ ἀλλήλοις ἐν τῷ ὀνόματι μόνῳ τὴν διαφορὰν ἔχοντα, ὡς ὁ Ἀλέξανδρός φησιν· ὥστε ἀντακολουθοίη ἂν ἀλλήλοις ὄντα γε τὰ αὐτά. “ὅτι δὲ ὁ αὐτὸς λόγος αὐτῶν, δῆλον, φησίν, ἐκ τοῦ ἑκάτερον μὲν αὐτῶν δύναμιν ἔχειν τοῦ εἶναι καὶ μὴ εἶναι, δεδεῖχθαι δέ, ὅτι πᾶν τὸ δύναμιν ἔχον τοῦ εἶναί τε καὶ μὴ εἶναι ὡρισμένον χρόνον ἑκατέρου αὐτῶν ἔχει τὴν δύναμιν· οὐδὲ γὰρ οἷόν τε εἰς ἄπειρον δύναμιν ἔχειν τοῦ εἶναί τε καὶ μὴ εἶναι· ὥστε καὶ γένοιτο ἂν ἐν μέρει ἑκάτερον αὐτῶν καὶ φθείροιτο.” Ταῦτα εἰπὼν ὁ Ἀλέξανδρος ἐφιστάνει, μήποτε οὔπω περὶ τῆς δείξεως τοῦ ἀντακολουθεῖν ἀλλήλοις τὸ γενητὸν καὶ τὸ φθαρτὸν ἱκανῶς εἰρῆσθαι δόξει·2 οὔτε γὰρ ὁ αὐτὸς αὐτῶν ὁρισμός· κοινὸν μὲν γὰρ αὐτοῖς τὸ ἐνδέχεσθαι ποτὲ μὴ εἶναι, οὐ μὴν τὸ ποτὲ ταὐτὸν ἐπ’ ἀμφοῖν· τὸ μὲν γὰρ τὸν πρότερον χρόνον, τὸ δὲ τὸν ὕστερον δηλοῖ· οὐκ ἀνάγκη δὲ ἐκ τῶν κειμένων τὸ δυνάμενον πρότερον μὴ εἶναι καὶ ὕστερον δύνασθαι μὴ εἶναι.

而在现实中,存在的界限并不伴随于永远存在者,不存在的界限亦不伴随于永远不存在者,这是显而易见的;但在潜能中也并不伴随,你可以从它们在潜能中所具有的状态亦能够在某个时刻于现实中属于它们这一事实获知。因此,如果永远存在者在潜能中具有存在的界限,而永远不存在者在潜能中具有不存在的界限,若有人假定它们所能成为的状态在某个时刻于现实中属于它们,则永远存在者将成为不存在的,永远不存在者将成为存在的,从而同一事物在同一方面既存在又不存在,而这是不可能的——这并非因为假定了处于潜能者在某个时刻转入现实(因为这虽是假的,却并非不可能),而是因为不可能的结论随附于不可能的前提;而同一事物同时既存在又不存在的结论,乃是随附于不存在在潜能中属于永远存在者、存在在潜能中属于永远不存在者这一前提的。在插话式地论述了这些之后,他得出了关于可生成者的结论:“因此它将在某个定量的且被限定的时间内存在,并且又将不存在。”因为此前已设定,可生成者具有时间的界限,在其中它或在现实中或在潜能中既存在又不存在;而在他补充陈述中随之而来的结论是,它在某个定量的且被限定的时间内既存在又不存在;因为非无限者即是被限定的。他又补充道,这些情况是相似的——因为对于作为可生成者的Γ是怎样,对于作为可毁灭者的Δ亦是怎样;因为这一者同样必然具有时间的某种界限,并在限定的时间内既存在又不存在——并且将同一限定定义应用于两者之后,他补充道:“因此每一者都是可生成的且可毁灭的,如果限定的时间内既存在又不存在确实属于它们各自的话。”而如果可生成者亦是可毁灭的,可毁灭者亦是可生成的,且两者的定义说明是同一的,那么可生成者与可毁灭者就彼此相随,这正是他此前企图证明的。 而通过他此前用来证明相反者(即永远存在者与永远不存在者)的否定对同一事物为真的那些论证,他早已证明了这些。但绝不可认为他是普遍地这样说:若某些事物处于某些事物之中间,而相反者的否定对它们成立,则这些事物便互为相随;因为若是这样说就不是真实的。例如,灰色和红色处于白与黑这两个相反者之中间,且对它们各自而言,相反者(即白与黑)的否定都是真的,但它们却绝不彼此相随。然而,正如对永远存在者与永远不存在者这对相反者而言,其特有之处在于必定存在它们两者的某种中介物、两者各自的否定对该中介物成立(因为在其他相反者中,无论是在无中介者还是在有中介者中,都并非普遍地具有这种特质);同样,它们之间的中介物互为相随亦是其特有的。因为由于它们之间的中介物因在某种程度上分有它们各自,而在某个时刻存在而在另一时刻不存在,且这些〔中介物〕各自都在限定的时间内既存在又不存在,所以它们的定义说明是同一的;而凡定义说明是一个且相同的,它们彼此就是同一事物,仅在名称上具有差异,正如亚历山大所言;因此,既然它们确实是同一事物,它们就当互为相随。“而它们的定义说明是同一的,”他[亚历山大]说,“显而易见在于它们各自都具有存在与不存在的潜能,并且已经证明凡具有存在与不存在之潜能者,在限定的时间内具有它们各自的潜能;因为不可能无限地具有存在与不存在的潜能;因此它们各自都会轮流生成并毁灭。”在说了这些之后,亚历山大提出疑难:是否或许人们会认为,关于可生成者与可毁灭者互为相随的证明尚未得到充分的论述;因为它们的定义并非同一;因为尽管对它们而言可能在某个时刻不存在是共同的,但这个“在某个时刻”在两者身上绝非同一;因为一者表示更早的时间,另一者表示更晚的时间;而从已设定的前提中,并不能必然得出先前能够不存在者在随后亦能够不存在。

语法注2 条
  1. 1.125ἀλλ’ εἰ τὸ ἀδύνατον ἀδυνάτῳ ἕπεται

    承接前文 οὐ διὰ τὸ ὑποθέσθαι... 的省略句。在 ἀλλά 之后省略了主句谓词(如 ἐγένετο 或 συνέβη,“这一结果发生乃是因为……”)。借助逻辑学原理“不可能的推论随附于不可能的前提”(τὸ ἀδύνατον ἀδυνάτῳ ἕπεται),指出结论的不可能性直接溯源于前提(即假定永远存在者等在潜能中具有界限)的不可能性。

  2. 1.125ἐφιστάνει, μήποτε οὔπω περὶ τῆς δείξεως τοῦ ἀντακολουθεῖν ἀλλήλοις τὸ γενητὸν καὶ τὸ φθαρτὸν ἱκανῶς εἰρῆσθαι δόξει

    动词 ἐφιστάνει 意为“停步思考/提出注意/提出疑难”。其后的 μήποτε 引导表达疑虑或审慎推测的从属从句,与将来时直陈语气 δόξει 连用,构成惯用结构:“提出疑难,是否或许会显得……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:339.31-341.16