← 辛普里丘

亚里士多德《论天》注释

§338.11-339.31

生成毁灭的中介性与借助字母的时间论证

针对亚里士多德通过可生成者与可毁灭者的互为相随来证明不生者与不可灭者的互为相随,辛普利丘解释了作为“永远存在者”与“永远不存在者”之中介的生成与毁灭的概念界定,并注释了利用字母Α、Β、Γ、Δ展开的时间界限论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.125#1

" Ὅτι δὲ ἀνάγκη ἀκολουθεῖν ἕως τοῦ ἀκολουθοῦσιν ἄρα ἀλλήλοις τὸ γενητὸν καὶ τὸ φθαρτόν." Προθέμενος δεῖξαι, ὅτι τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον ἀντακολουθεῖ ἀλλήλοις, δείκνυσιν αὐτὸ διὰ τοῦ τὸ γενητὸν καὶ τὸ φθαρτὸν ἀντακολουθεῖν. κἂν γὰρ ἀληθές, ὅτι, ὁποῖα ἂν αὐτῶν ἀντακολουθοῦντα ληφθῇ, καὶ τὰ ἕτερα ἀντακολουθήσει,1 ἀλλὰ προχειρότερος ἔδοξεν ἡ τοῦ γενητοῦ καὶ φθαρτοῦ ἀκολουθία διὰ τῆς μεσότητος τοῦ τε ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος. δείξας γάρ, ὅτι αἱ ἀποφάσεις τοῦ τε ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος ἐπὶ τοῦ αὐτοῦ ἀληθεύονται τοῦ ἀμφοῖν μεταξύ, καὶ ὅτι τοῦτό ἐστι τὸ δυνατὸν ποτὲ εἶναι καὶ ποτὲ μὴ εἶναι, ὅπερ ἐστὶ τὸ γενητὸν καὶ φθαρτόν, συνήγαγεν, ὅτι ἀκολουθεῖ ἀλλήλοις τὸ γενητὸν καὶ τὸ φθαρτόν, εἴπερ ἐπὶ τοῦ αὐτοῦ τοῦ μεταξὺ ἑνὸς ὄντος ἄμφω ὑπάρχει. ταύτης οὖν τῆς ἀποδείξεως ἡμᾶς καὶ νῦν ὑπομιμνήσκων, ὅτι τὸ γενητὸν καὶ τὸ φθαρτὸν ἀκολουθοῦσιν ἀλλήλοις, δῆλόν φησιν εἶναι ἐκ τῶν πρότερον, ἃ καὶ νῦν ἀναλαμβάνων φησίν, ὅτι τοῦ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος ἔστι μεταξὺ ἐκεῖνο, ᾧ μηδέτερον ἀκολουθεῖ μήτε τὸ ἀεὶ ὂν μήτε τὸ ἀεὶ μὴ ὄν· ἀνάγκη οὖν τὰς τούτων ἀποφάσεις ἀκολουθεῖν ἐκείνῳ, εἴπερ κατὰ παντὸς ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθεύειν ἀνάγκη. ᾧ δὲ ἀκολουθοῦσιν αἱ ἐκείνων ἀποφάσεις, τοῦτό ἐστι τὸ γενητὸν καὶ φθαρτόν· τὸ γὰρ οὐκ ἀεὶ ὂν καὶ οὐκ ἀεὶ μὴ ὂν δυνατὸν καὶ εἶναι καὶ μὴ εἶναι, οὐδέτερον δὲ τούτων ἀεί, εἴπερ καὶ ἐν τῷ ‘οὐκ ἀεὶ ὂν’ καὶ ἐν τῷ ‘οὐκ ἀεὶ μὴ ὂν’ ἀνῄρηται τὸ ‘ἀεί’· δυνατὸν οὖν ἑκάτερον καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι τῷ μέσῳ κατὰ ὡρισμένον χρόνον ὑπάρχειν, ἐπειδὴ μὴ ἀεί. ταὐτὸν γὰρ καὶ διὰ ταύτης λέγει τῆς λέξεως τῆς δυνατὸν γὰρ καὶ εἶναι καὶ μὴ εἶναι ὡρισμένον χρόνον ἑκάτερον, ὅπερ δι’ ἐκείνης ἔλεγεν “ἡ γὰρ ἑκατέρου ἀπόφασις ποτὲ ὑπάρξει, εἰ μὴ ἀεί”· εἰ γὰρ μήτε δυνατὸν εἶναι ἀεὶ μήτε μὴ εἶναι ἀεί, ἐν μέρει ἑκάτερον αὐτῶν ὑπάρξει. εἰ οὖν ἔστι τι ὅλως ἐν τῇ φύσει τῶν ὄντων γενητὸν καὶ φθαρτόν, καὶ τῶν ἐναντίων αἱ ἀποφάσεις κατὰ ὄντος φέρονταί τινος, τοῦτό ἐστι τὸ μεταξύ, ᾧ τὸ εἶναι καὶ τὸ μὴ εἶναι ἐν μέρει ὑπάρχει κατὰ ὡρισμένον χρόνον. καὶ δείκνυσιν αὐτὸ πάλιν διὰ τῆς τῶν στοιχείων ἐκθέσεως. λαβὼν γὰρ πάλιν τὸ μὲν Α ἐπὶ τοῦ ἀεὶ ὄντος, τὸ δὲ Β ἐπὶ τοῦ ἀεὶ μὴ ὄντος, τὸ δὲ Γ, ὅπερ ἦν ἀπόφασις τοῦ Α, ἐπὶ τοῦ γενητοῦ, καὶ τὸ Δ, ὃ ἦν ἀπόφασις τοῦ Β, ἐπὶ τοῦ φθαρτοῦ, πρῶτον μέν, ὅτι τὸ Γ, ὅπερ ἐστὶ τὸ γενητόν, μεταξύ ἐστι τοῦ τε ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος, δείκνυσι ἐκ τοῦ τῶν μὲν ἐναντίων τοῦ τε ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος μὴ εἶναι χρόνον ὡρισμένον· τοῦτο γὰρ προσυπακουστέον ‘ἐπ’ οὐδέτερον τὸ πέρας’2 μήτε ἐπὶ τὸ πρότερον μήτε ἐπὶ τὸ ὕστερον· οὔτε γὰρ ἐν προτέρῳ τινὶ χρόνῳ τὸ ἀεὶ ὂν οἷόν τε μὴ εἶναι ἢ τὸ ἀεὶ μὴ ὂν οἷόν τε εἶναι οὔτε ἐν ὑστέρῳ· τοῦ δὲ γενητοῦ ἀνάγκη εἶναί τινα χρόνον ὡρισμένον καὶ πέρας τοῦ χρόνου, ἐν ᾧ ἢ ἐνεργείᾳ ἦν ἢ οὐκ ἦν ἢ δυνάμει. ἐνεργείᾳ μὲν γὰρ οὐκ ἦν, ὅτε μήπω ἐγεγόνει γενητὸν ὄν, ἦν δὲ ἐνεργείᾳ γεγονὸς ἤδη καὶ ὄν· δυνάμει δὲ οὐκ ἦν μέν, ὅτι ἤδη ἔστιν γεγονός· τὸ γὰρ ἤδη ὂν καὶ γεγονὸς δύναμιν ἔχει τοῦ ἐν προτέρῳ χρόνῳ μὴ εἶναι·3 ἦν δὲ δυνάμει πρὸ τοῦ γενέσθαι. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ φθαρτοῦ ταῦτα θεωρεῖν δυνατὸν ἀντεστραμμένως. ἔστι μὲν γὰρ ἐνεργείᾳ πρὸ τοῦ φθαρῆναι, δυνάμει δὲ μετὰ τὸ φθαρῆναι, καὶ οὐκ ἔστιν ἐνεργείᾳ μὲν φθαρέν, δυνάμει δὲ ἔτι ὄν· καθόλου γὰρ τὸ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὂν ἐν παντὶ χρόνῳ τὸ μὲν ἕτερον ἐνεργείᾳ ἐστὶ τούτων, τὸ δὲ ἕτερον δυνάμει. εἰπὼν δὲ περὶ τοῦ γενητοῦ, ὅτι ἀνάγκη εἶναι πέρας τι τοῦ χρόνου, ἐν ᾧ ἔστιν ἢ οὐκ ἔστιν ἢ ἐνεργείᾳ ἢ δυνάμει, ἐπάγει περὶ τοῦ ἀεὶ ὄντος καὶ ἀεὶ μὴ ὄντος, ἅπερ ἦν τὰ Α Β, ὅτι τούτοις οὐδετέρως πρόσεστι τὸ πέρας ἔχειν, τῷ μὲν τοῦ εἶναι, τῷ δὲ τοῦ μὴ εἶναι, οὔτε ἐνεργείᾳ οὔτε δυνάμει.

“至于它们必然相随……直到:因此可生成者与可毁灭者彼此相随。” 在打算证明不生者与不可灭者互为相随之后,他通过可生成者与可毁灭者互为相随来证明这一点。因为即便这是真的:无论把它们之中的哪一组取为互为相随,另一组亦将互为相随,但通过永远存在者与永远不存在者之间的中介,可生成者与可毁灭者的相随关系显得更为便利。因为在证明了永远存在者的否定和永远不存在者的否定对于同一事物——即两者的中介——是真实的,并且这就是能够有时存在有时不存在之物,即是可生成者与可毁灭者之后,他得出结论说,可生成者与可毁灭者彼此相随,既然两者都属于同一个单一的中介事物。因此,现在他提醒我们记起可生成者与可毁灭者彼此相随的这一论证,说由前述显而易见,并且他现在重新提起前述内容,说道:在永远存在者与永远不存在者之间,存在着那两者皆不随附的中介物,既非永远存在者亦非永远不存在者随附于它;既然对每一事物而言要么肯定要么否定必然为真,那么它们的否定就必然随附于那一中介物。而那些事物的否定所随附之物,就是可生成者与可毁灭者;因为非永远存在且非永远不存在之物,既能够存在亦能够不存在,但两者皆非永远,如果在“非永远存在”和“非永远不存在”中“永远”都已被取消的话;因此,存在与不存在两者各自都可能在限定的时间内属于该中介物,既然并非永远。因为通过“因为两者各自在限定的时间内既能够存在亦能够不存在”这一说法,他所说的正是通过那句“因为若非永远,则两者的否定将在某个时刻成立”所说的事情;因为如果它既不可能永远存在,亦不可能永远不存在,它们两者各自就将轮流成立。因此,如果在存在事物的本性中根本存在着某种可生成且可毁灭之物,并且相反者的否定是针对某种存在者而言的,那么这就是那一中介物,存在与不存在在限定的时间内轮流属于它。他又通过字母的陈述来证明这一点。因为他再次将Α取为永远存在者,Β取为永远不存在者,Γ(曾是Α的否定)取为可生成者,Δ(曾是Β的否定)取为可毁灭者,首先他通过相反者(即永远存在者与永远不存在者)不存在限定的时间,证明了作为可生成者的Γ处于永远存在者与永远不存在者之中间;因为必须在思想中补充“不朝向任何一个界限”,既不朝向更早者亦不朝向更晚者;因为既不可能在某种更早的时间内永远存在者不存在或永远不存在者存在,在更晚的时间内亦不可能;但对于可生成者而言,必然存在某个限定的时间以及时间的界限,在其中它或是在现实中或是在潜能中存在或不存在。因为在它虽是可生成之物却尚未生成时,在现实中并不存在,而在它已经生成并存在时,在现实中存在;但在潜能中它并不存在,因为它已经是生成的了;因为已经存在且生成的事物具有在更早时间内不存在的能力[潜能];但在生成之前它在潜能中是存在的。同样,关于可毁灭者亦可以反过来观察这些事情。因为在毁灭之前它在现实中存在,在毁灭之后它在潜能中存在,并且当毁灭时它在现实中不存在,而在它仍存在时在潜能中〔不存在〕;因为普遍而言,有时存在有时不存在之物,在一切时间内这些状态中的一者是在现实中的,另一者是在潜能中的。在论及可生成者必然存在时间的某种界限、在其中它或在现实中或在潜能中存在或不存在之后,他针对曾是Α和Β的永远存在者和永远不存在者附带指出:具有界限并不以任何一种方式伴随于它们,既不作为存在的[界限]伴随于前者,亦不作为不存在的[界限]伴随于后者,无论在现实中还是在潜能中。

语法注3 条
  1. 1.125κἂν γὰρ ἀληθές, ὅτι, ὁποῖα ἂν αὐτῶν ἀντακολουθοῦντα ληφθῇ, καὶ τὰ ἕτερα ἀντακολουθήσει

    由 κἂν(καὶ εἰ ἄν)引导的让步从句中省略了系动词(ᾖ 或 ἐστί)。由 ὅτι 引导的名词性从句作为所省略动词的真正主语或补足谓语(“因为即便……是真的”)。

  2. 1.125τοῦτο γὰρ προσυπακουστέον ‘ἐπ’ οὐδέτερον τὸ πέρας’

    προσυπακουστέον 为动词性形容词,意为“应当在思想中补充领会”。所引用的短语 ‘ἐπ’ οὐδέτερον τὸ πέρας’(“不朝向任何一个界限”)指根据亚里士多德原文脉络应当补足的用语,紧接着由 μήτε ἐπὶ τὸ πρότερον μήτε ἐπὶ τὸ ὕστερον(“既不朝向更早者亦不朝向更晚者”)加以转述说明。

  3. 1.125δυνάμει δὲ οὐκ ἦν μέν, ὅτι ἤδη ἔστιν γεγονός· τὸ γὰρ ἤδη ὂν καὶ γεγονὸς δύναμιν ἔχει τοῦ ἐν προτέρῳ χρόνῳ μὴ εἶναι·

    带冠词的属格不定式短语 τοῦ ... μὴ εἶναι 作为名词 δύναμιν 的宾格性或说明性补足语(“在更早时间内不存在的能力[潜能]”),表明已经生成之物对于过去非存在的时间模态转移。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:338.11-339.31