← 辛普里丘

亚里士多德《论天》注释

§336.12-338.10

不生与不灭的定义及其互随之证明

辛普利丘注解Bekker 282a25–282a30,解释亚里士多德在不生与不可灭的定义中加入“但又是存在的”是为了排除歧义,并批判性地考察了亚历山大的解读,进而梳理了由不生与不可灭的互随推导出二者的永恒性以及可生成与可毁灭之互随的逻辑结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.123

" Ἆρα οὖν, εἰ καὶ ἀγένητον, ὂν δὲ ἕως τοῦ ὃ νῦν ὂν ὕστερον μὴ ἀληθὲς ἔσται εἰπεῖν μὴ εἶναι." Δείξας, ὅτι τὸ ἀΐδιον οὔτε γενητὸν οὔτε φθαρτόν ἐστιν, οἷς ἀκολουθεῖ τὸ ἀεὶ ὂν ἀγένητον καὶ ἄφθαρτον εἶναι· πᾶν γὰρ τὸ ὂν ἢ γενητὸν ἢ ἀγένητον καὶ ἢ φθαρτὸν ἢ ἄφθαρτον· καὶ αὖ πάλιν δείξας, ὅτι τὸ γενητὸν καὶ φθαρτὸν οὐκ ἔστιν ἀΐδια, ἐφεξῆς ζητεῖ, εἰ τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον ἀΐδιά ἐστιν. προσέθηκε δὲ καὶ τῷ ἀγενήτῳ τὸ ὂν δὲ καὶ τῷ ἀφθάρτῳ,1 διότι πλεοναχῶς λεγομένων τούτων δυνατὸν καὶ κατὰ τοῦ μηδὲ ὅλως ὄντος καὶ κατὰ τοῦ μὴ δυναμένου γενέσθαι κατηγορεῖν τό τε ἀγένητον καὶ τὸ ἄφθαρτον, οἷον τὸ τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρᾷ· οὔτε γὰρ γενέσθαι τοῦτο δυνατὸν οὔτε φθαρῆναι τὸ μὴ ὄν· ἀλλὰ καὶ κατὰ τοῦ ποτὲ μὲν ὄντος, ποτὲ δὲ μὴ ὄντος, μὴ διὰ γενέσεως δὲ ἢ φθορᾶς εἰς ταῦτα μεταβάλλοντος ἀληθεύει τὸ ἀγένητον καὶ ἄφθαρτον. πολλαχῶς οὖν λεγομένων τούτων διὰ μὲν τῆς τοῦ ὂν δὲ προσθήκης ἀπέκρινεν αὐτὰ τῶν μὴ ὄντων, διὰ δὲ τῆς τῶν κυρίως λεγομένων ἐκθέσεως καὶ τῶν μὴ ὄντων καὶ τῶν ἄλλως ὁπωσοῦν λεγομένων ἐχώρισε· περὶ γὰρ τῶν κυρίως λεγομένων ὁ λόγος αὐτῷ νῦν πρόκειται. Ὁ μέντοι Ἀλέξανδρος, καίτοι ἐν τῇ τῆς λέξεως ἐκθέσει γράψας ὁμοίως δὲ καὶ εἰ ἄφθαρτον, ὂν δέ, ἐν τῇ ἐξηγήσει ὡς οὕτως ἔχουσαν τὴν γραφὴν ἐξηγεῖται ὁμοίως δὲ καὶ εἰ ἀΐδιον, ὂν δέ, καὶ λέγει τὸ ἀγένητον λέγεσθαι καὶ κατὰ τοῦ ὃ ἀδύνατον γενέσθαι· ἀγένητον γὰρ οὕτως τὸ τὴν διάμετρον εἶναι τῇ πλευρᾷ σύμμετρον,2 τὸ αὐτὸ δὲ τοῦτο καὶ ἀίδιον οἷόν τε εἰπεῖν· ἀιδίως γὰρ ἀδύνατον εἶναι σύμμετρον. “ἵνα οὖν, φησί, τὰ οὕτως λεγόμενα ἀίδια καὶ ἀγένητα ἢ τῷ μήτε εἶναι μήτε ἔσεσθαί ποτε ἢ κατά τι ἄλλο τῶν κατ’ αὐτὸ σημαινομένων χωρίσῃ τῶν λεγομένων, διὰ τοῦτο προσέθηκεν ἑκατέρῳ αὐτῶν τὸ ὄν.” καίτοι καὶ τὰ τοῦ Ἀριστοτέλους βιβλία, ὅσα εἰς ἐμὲ ἦλθεν, οὕτως γέγραπται· ὁμοίως δὲ καὶ εἰ ἄφθαρτον, ὂν δέ. καὶ μέντοι καὶ περὶ ἀμφοῖν ἡ ζήτησις τοῦ τε ἀγενήτου καὶ ἀφθάρτου, εἰ ἀίδιά ἐστι· διὸ καὶ ἄμφω ταῦτα ὡρίσατο τό τε κυρίως ἀγένητον καὶ τὸ κυρίως ἄφθαρτον, ἅπερ ἀντίκειται τῷ κυρίως γενητῷ καὶ φθαρτῷ· καὶ γὰρ γενητὸν κυρίως ἔλεγεν, ὃ νῦν ὂν πρότερον οἷόν τε μὴ εἶναι, καὶ φθαρτὸν κυρίως, ὃ πρότερον ὂν ὕστερον οἷόν τε μὴ εἶναι.

“那么,即使是不生的,但又是存在的……直到:现在存在而后来称其不存在不会是真的。” 在证明了永恒之物既非可生成亦非可毁灭——由这些得出永远存在之物是不生的且不可灭的,因为凡存在之物或为可生成或为不生,或为可毁灭或为不可灭——并且反过来又证明了可生成之物和可毁灭之物不是永恒的之后,他接下去探问不生之物和不可灭之物是否是永恒的。他在“不生的”和“不可灭的”上面都加上了“但又是存在的”,这是因为既然这些说法有多重含义,就可能把“不生”和“不可灭”述谓于根本不存在之物以及不能够生成之物,例如对角线与边可通约;因为这既不可能生成,不存在之物亦不可能毁灭;而且对于有时存在有时不存在、却并非通过生成或毁灭而转变为这些状态的事物而言,“不生”和“不可灭”也是真实的。因此,既然这些说法有多重含义,他一方面通过加上“但又是存在的”将它们与非存在之物区分开来,另一方面通过对本义所说之物的陈述,将它们既与非存在之物又与以任何其他方式所说之物分离开来;因为摆在他面前的讨论现在关乎本义所说之物。然而,亚历山大虽然在文字的陈述中写道“同样,即使是不可灭的,但又是存在的”,但在解释中却将其解释为仿佛异文是“同样,即使是永恒的,但又是存在的”,并说“不生”亦可用于不可能生成之物;因为对角线与边可通约以此种方式是不生的,并且称这同一件事为永恒的也是可以的;因为它是永恒地不可能可通约的。“因此,”他说,“为了将以此种方式所称的永恒者和不生者(无论是因为它们决不存在亦决将不会存在,还是根据其固有的其他某种含义)与所讨论的事物分离开来,为此缘故他对它们两者都加上了‘存在’。”然而,传到我手中的所有亚里士多德著作的抄本都这样写道:“同样,即使是不可灭的,但又是存在的。”而且确实,探问的主题关乎不生者和不可灭者两者,即它们是否是永恒的;因此他也定义了这两者,即本义的不生者和本义的不可灭者,它们与本义的可生成者和可毁灭者相对立;因为他把现在存在而先前能够不存在之物称为本义的可生成者,把先前存在而后来能够不存在之物称为本义的可毁灭者。

§1.124

"Ἢ εἰ μὲν ταῦτα ἀλλήλοις ἀκολουθεῖ ἕως τοῦ οὔτε τὸ ἀγένητον οὔτε τὸ ἄφθαρτον3 ἀίδιον εἶναι." Ζητήσας, εἰ τῷ ἀγενήτῳ καὶ ἀφθάρτῳ τὸ ἀίδιον ἀκολουθεῖ, λέγει νῦν, ὅτι, εἰ μὲν ταῦτα ἀλλήλοις ἀκολουθεῖ, ὡς τὸ ἀγένητον ἄφθαρτον εἶναι καὶ τὸ ἄφθαρτον ἀγένητον, ἀνάγκη καὶ τὸ ἀίδιον ἑκατέρῳ τούτων ἀκολουθεῖν. τὸ γὰρ ἀγένητον ἅμα καὶ ἄφθαρτον, ὂν δέ, δῆλον ὅτι καὶ ἀίδιόν ἐστιν· οὔτε γὰρ πρότερον αὐτὸ μὴ εἶναι δυνατόν, εἴπερ ἀγένητόν ἐστιν, οὔτε ὕστερον, εἴπερ ἄφθαρτον, ὃ δὲ μήτε πρότερον ἀληθὲς ἦν εἰπεῖν ὅτι μὴ ἔστι μήτε ὕστερον, τοῦτο ἀνάγκη ἀίδιον εἶναι. καλῶς οὖν εἶπεν, ὅτι ἐκ τοῦ ὁρισμοῦ τοῦ ἀγενήτου καὶ τοῦ ἀφθάρτου δῆλον, ὅτι ἀκολουθούντων ἀλλήλοις τοῦ τε ἀγενήτου καὶ τοῦ ἀφθάρτου ἀκολουθήσει καὶ τὸ ἀίδιον αὐτοῖς. παρεπισημαίνεται δέ, ὅτι, εἰ τὸ ἀγένητον καὶ ἄφθαρτον ἀκολουθοῦσιν ἀλλήλοις, ἀνάγκη καὶ τὸ γενητὸν καὶ φθαρτὸν ἀλλήλοις ἀκολουθεῖν. εἰ γὰρ μή ἐστι τὸ φθαρτὸν γενητόν, ἀγένητον ἂν εἴη· τὸ δὲ ἀγένητον ἄφθαρτον ὑπόκειται· τὸ ἄρα φθαρτὸν ἄφθαρτον ἂν εἴη, ὅπερ ἀδύνατον. ὁμοίως δὲ καί, εἰ γενητόν τι εἴη, ἀνάγκη καὶ φθαρτὸν αὐτὸ εἶναι· εἰ γὰρ ἄφθαρτον, καὶ ἀγένητον. τὸ δὲ ἀλλ’ εἰ ἄφθαρτον, ἀγένητον ὑπόκειται ἐπήγαγε τῷ καὶ εἰ γενητὸν δή, φθαρτὸν ἀνάγκη παραλιπὼν τὸ μεταξὺ διὰ συντομίαν τὸ ἢ γὰρ φθαρτὸν ἢ ἄφθαρτον. ἢ ἀκολούθως ἐπάγεται τὸ ἀλλ’ εἰ ἄφθαρτον, ἀγένητον ὑπόκειται; θαυμαστὸν δέ, ὅτι μέλλων τὴν τοῦ ἀγενήτου καὶ ἀφθάρτου ἀκολουθίαν διὰ τῆς τοῦ γενητοῦ καὶ φθαρτοῦ ἀκολουθίας δεικνύναι νῦν τὴν τοῦ γενητοῦ καὶ φθαρτοῦ ἀκολουθίαν ἕπεσθαί φησι τῇ τοῦ ἀγενήτου καὶ ἀφθάρτου· ἀλλ’ ἔοικε δείκνυσθαι διὰ τούτων, ὅτι, ὁποτέρα τούτων τῶν ἀκολουθιῶν ὑπάρχει, καὶ τὴν ἑτέραν ὑπάρχειν ἀνάγκη. εἰ δὲ μὴ ἀκολουθοῦσιν ἀλλήλοις τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον, οὐκ ἀνάγκη, φησίν, οὔτε τὸ ἀγένητον οὔτε τὸ ἄφθαρτον ἀΐδια εἶναι· οὔτε γὰρ τὸ ἀγένητον μὲν φθαρτὸν δὲ οὔτε τὸ ἄφθαρτον μὲν γενητὸν δὲ δυνατὸν ἀΐδια εἶναι.

“或者,如果这些彼此相随……直到:不生之物和不可灭之物都不是永恒的。” 在探问了永恒是否随附于不生者和不可灭者之后,他现在说,如果这些彼此相随,即不生者是不可灭的且不可灭者是不生的,那么永恒也必然随附于它们两者中的每一方。因为同时是不生且不可灭的、但又是存在的事物,显然亦是永恒的;因为如果它是不生的,先前便不可能不存在,如果它是不可灭的,后来亦不可能不存在,而无论先前还是后来称其不存在都不是真的事物,必然是永恒的。因此他恰当地说,由不生者和不可灭者的定义显而易见的是,当不生者和不可灭者彼此相随的时候,永恒亦将伴随它们。而且他还附带指出,如果不生者和不可灭者彼此相随,可生成者和可毁灭者亦必然彼此相随。因为如果可毁灭者不是可生成的,它就会是不生的;但不生者被假定为不可灭的;因此可毁灭者就会是不可灭的,而这是不可能的。同样,如果某物是可生成的,它亦必然是可毁灭的;因为如果是不可灭的,它亦是不生的。他在“并且如果确实是可生成的,就必然是可毁灭的”之后附加上了“但如果它是不可灭的,便被假定为不生的”,这是为了简略而略去了中间的前提“因为或者可毁灭或者不可灭”。或者说,“但如果它是不可灭的,便被假定为不生的”是依序附加的吗?令人惊异的是,他本打算通过可生成者与可毁灭者的相随来证明不生者与不可灭者的相随,现在却说可生成者与可毁灭者的相随跟随着不生者与不可灭者的相随;但是通过这些似乎表明,无论这两种相随关系中的哪一种成立,另一方亦必然成立。他说,但如果不生之物和不可灭之物不彼此相随,那么不生之物和不可灭之物就都不必然是永恒的;因为既非不生而可毁灭之物、亦非不可灭而可生成之物能够是永恒的。

语法注3 条
  1. 1.123προσέθηκε δὲ καὶ τῷ ἀγενήτῳ τὸ ὂν δὲ καὶ τῷ ἀφθάρτῳ

    καὶ τῷ ἀγενήτῳ ... καὶ τῷ ἀφθάρτῳ 是由 προσέθηκε 所支配的与格间接宾语,直接宾语则是引用的短语 τὸ ὂν δέ。通过倒装隔置(hyperbaton),直接宾语被夹在两个并列的与格短语之间。

  2. 1.123τὸ τὴν διάμετρον εἶναι τῇ πλευρᾷ σύμμετρον

    由冠词 τὸ 引导的带不定式的宾格从句,充当前置谓词(ἀγένητον οὕτως)的主语。

  3. 1.124τὸ δὲ ἀλλ’ εἰ ἄφθαρτον, ἀγένητον ὑπόκειται ἐπήγαγε τῷ καὶ εἰ γενητὸν δή, φθαρτὸν ἀνάγκη παραλιπὼν τὸ μεταξὺ διὰ συντομίαν τὸ ἢ γὰρ φθαρτὸν ἢ ἄφθαρτον

    该句的句法骨架为:τὸ δὲ [引文] ἐπήγαγε τῷ [引文] παραλιπὼν τὸ μεταξὺ ... τὸ [引文]。主语为未明言的亚里士多德,主要动词为 ἐπήγαγε,支配由与格 τῷ 引出的前提引文,分词 παραλιπών 则支配宾格宾语 τὸ μεταξύ,其后并列同格说明引文 τὸ ἢ γὰρ φθαρτὸν ἢ ἄφθαρτον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:336.12-338.10