- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:334.21-336.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在282a22中论证可生成或可毁灭之物绝非永恒的段落,辛普利丘对比考察了亚历山大的解释与自己的理解。进而探讨了亚里士多德为何要论证这一看似自明的公理,指出其在驳斥《蒂迈欧篇》等相反观点时所发挥的关键作用(借助第二格三段论)。
" Δῆλον δέ, ὅτι, εἰ καὶ γενητὸν ἢ φθαρτὸν ἕως τοῦ δέδεικται πρότερον." Δείξας, ὅτι τὸ ἀεὶ ὂν οὔτε γενητὸν οὔτε φθαρτόν ἐστι, δείκνυσιν ἐφεξῆς, ὅτι καὶ ἀντιστρέφει ταῦτα, καὶ οὔτε τὸ γενητὸν οὔτε τὸ φθαρτὸν ἀΐδιά ἐστιν. ἂν γὰρ ὑποτεθῇ, φησίν, ἀΐδιον τὸ γενητὸν ἢ τὸ φθαρτόν, ἅμα ἔσται τὸ αὐτὸ δυνάμενον εἶναι καὶ μὴ εἶναι, ὡς μὲν ὁ Ἀλέξανδρός φησιν, ὅτι τὸ μὲν ἀεὶ ὂν ἀεὶ ἐστι καὶ οὐκ ἔχει δύναμιν τοῦ ποτὲ μὴ εἶναι, τὸ δὲ γενητὸν καὶ τὸ φθαρτὸν δύναμιν ἔχει τοῦ ποτὲ μὴ εἶναι· ἐὰν οὖν ὑποτεθῇ τὸ ποτὲ δυνάμενον μὴ εἶναι μὴ ὄν, οὐκ ἔσται μὲν διὰ τὴν ὑπόθεσιν, ἔσται δέ, διότι ἀΐδιον ἦν, καὶ ψευδὴς μὲν ἡ ὑπόθεσις ἡ τὸ δυνάμενον μὴ εἶναι μὴ ὂν λαβοῦσα, οὐ μὴν ἀδύνατος, ἀδύνατον δὲ τὸ συναχθὲν τὸ τὸ αὐτὸ ἅμα ὄν τε καὶ μὴ ὂν εἶναι·1 οὐ παρὰ τὴν ὑπόθεσιν ἄρα, ἀλλὰ παρὰ τὸ τεθῆναι τὸ γενητὸν ἀΐδιον εἶναι. οὕτως μὲν ὁ Ἀλέξανδρος τῷ δυνάμενον μὴ εἶναι2 ἀκολουθήσας, ὡς οἶμαι. εἰ δὲ τὸ δυνάμενον εἶναι καὶ δυνάμενον μὴ εἶναι ἀντὶ τοῦ ἔστι καὶ οὐκ ἔστιν εἶπεν, ὡς πολλάκις καὶ αὐτὸς ὁ Ἀλέξανδρος ἐπεσημήνατο, διὰ τί μὴ ἁπλούστερον ἐκδεχόμεθα, ὅτι τὸ αὐτὸ κατὰ ταὐτὸν ποτὲ ἔστι τε καὶ οὐκ ἔστιν; ἔστι μέν, ὅτι ἀεὶ ὂν ὑπόκειται, οὐκ ἔστι δέ, ὅτι τὸ γενητὸν καὶ τὸ φθαρτόν, ὥσπερ ποτὲ ὄν, οὕτως καὶ ποτὲ μὴ ὄν ἐστιν. ὅτι γὰρ τὸ δυνάμενον μὴ εἶναι οὐχ οὕτως εἶπεν ὁ Ἀριστοτέλης ὡς ἐνεργείᾳ μὲν ὄν, δυνάμει δὲ μὴ ὄν, ἀλλ’ ἀντὶ τοῦ μὴ εἶναι τέθεικεν αὐτό, δηλοῖ τὸ δυνάμενον εἶναι ἐπὶ τοῦ ἀεὶ ὄντος ῥηθέν· οὐ γὰρ δὴ καὶ ἐπὶ τούτου τὸ κατ’ ἐνέργειαν μὲν μὴ ὄν, δυνάμει δὲ ὂν σημαίνει· τὸ γὰρ ἀεὶ ὂν ἐνεργείᾳ ὄν ἐστιν. ἀλλὰ δυνάμενον νῦν οὐ τὸ δυνάμει λέγει, ἀλλὰ τὸ δύναμιν ἔχον τὴν τῇ ἐνεργείᾳ συνοῦσαν· διὸ εἰς ταὐτὸν ἔρχεται τὸ δυνάμενον εἶναι καὶ δυνάμενον μὴ εἶναι τῷ ὄντι καὶ τῷ μὴ ὄντι. Ἐπιζητήσοι δὲ ἄν τις, οἶμαι, δικαίως, τί δήποτε τοσούτους Ἀριστοτέλης κατέτεινε λόγους τὸ ὄντως προφανέστατον δεικνύναι βουλόμενος. τί γάρ ἐστιν ἐναργέστερον τοῦ τὸ ἀεὶ ὂν μήτε γενητὸν μήτε φθαρτὸν εἶναι καὶ πάλιν τοῦ τὸ γενητὸν καὶ φθαρτὸν μὴ ἀεὶ ὂν εἶναι, εἴπερ γενητὸν καὶ φθαρτόν ἐστιν τὸ ποτὲ μὲν εἶναι, ποτὲ δὲ μὴ εἶναι δυνάμενον; τί δὲ τῶν παραληφθέντων εἰς τὴν τούτου ἀπόδειξιν οὐκ ἔστιν ἀσαφέστερον τούτου; πῶς οὖν οὐκ ἄτοπον τὸν Ἀριστοτέλην τὸν πάντων ἐν τούτοις μάλιστα διδάσκαλον ἀγνοεῖν, τί μέν ἐστι τὸ δι’ ἑαυτὸ πιστὸν καὶ ἄμεσον, τί δὲ τὸ τῆς ἄλλου βοηθείας μέσης εἰς πίστιν δεόμενον; δεύτερον δὲ ἄν τις ἐπιζητήσοι, τίνα χρείαν ὅλως αὐτῷ παρέσχεν ἡ τούτου τοῦ ἐναργοῦς ἀξιώματος ἀπόδειξις. τὸ μὲν γὰρ προκείμενον ἦν ἐκείνοις ἀντειπεῖν, οἷς ἐνδέχεσθαι δοκεῖ καὶ ἀγένητόν τι ὂν φθαρῆναι καὶ γενόμενον ἄφθαρτον διατελεῖν, ὥσπερ ἐν τῷ Τιμαίῳ· πρὸς δὲ τοῦτο ἤρκεσεν ἂν ἡ ἀντιστροφὴ παραδοθεῖσα τοῦ τε γενητοῦ πρὸς τὸ φθαρτὸν καὶ τοῦ ἀγενήτου πρὸς τὸ ἄφθαρτον, ἅπερ ἐφεξῆς νῦν παραδίδωσι. μήποτε οὖν νῦν ἀντιλέγων πρὸς τοὺς γενητὸν μὲν ἄφθαρτον δὲ ἢ ἀγένητον μὲν φθαρτὸν δὲ λέγοντας δείκνυσιν, ὅτι οὐ δύναται ταῦτα συνδυάζεσθαι ἀλλήλοις, εἴπερ τὸ μὲν ἀγένητον καὶ τὸ ἄφθαρτον ἀΐδια δειχθῇ, τὸ δὲ γενητὸν καὶ φθαρτὸν οὐκ ἀΐδια, ἀλλ’ ἐν ὡρισμένῳ χρόνῳ τὸ εἶναι καὶ τὸ μὴ εἶναι ἔχοντα· οὕτως γὰρ ἐν δευτέρῳ σχήματι συνάγεται διὰ μέσου τοῦ ἀϊδίου, ὅτι οὔτε τὸ ἀγένητον φθαρτὸν οὔτε τὸ γενητὸν ἄφθαρτον δύναται εἶναι. δείκνυσιν οὖν οὐ μόνον, ὅτι τὸ γενητὸν καὶ φθαρτὸν οὐ δύναται εἶναι ἀΐδια· τοῦτο γὰρ τῷ ὄντι προφανὲς ἦν· ἀλλὰ καὶ τίς αὐτῶν ἡ φύσις καὶ πῶς ἔχουσι πρὸς τὸ ἀεὶ ὄν, καὶ ὅτι μεταξύ εἰσι τοῦ τε ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος, ὡς ἀμφοῖν ἐν μέρει μετέχειν, καὶ ἐκ τοῦ μεταξὺ τούτου, ὅτι καὶ ἀκολουθοῦσιν ἀλλήλοις, ὃ χρησιμεύσει αὐτῷ πρὸς τὸ δεῖξαι, ὅτι καὶ τὸ ἀγένητον καὶ ἄφθαρτον ἀκολουθοῦσιν ἀλλήλοις. καὶ δείξας οὕτως ταύτην τὴν πρότασιν τὴν λέγουσαν· τὸ γενητὸν καὶ φθαρτὸν οὐκ ἀεὶ ἔστιν οὕτως ὡς οὐκ ἀεὶ μὴ ὄν· δείκνυσιν ἐφεξῆς, ὅτι τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον ἀεὶ ἔστι, τοῦτο δὲ διὰ τοῦ δεῖξαι ἀντακολουθοῦντα αὐτὰ ἀλλήλοις, τοῦτο δὲ διὰ τοῦ δεῖξαι τὸ γενητὸν καὶ φθαρτὸν ἀλλήλοις ἀκολουθοῦντα.
“但显然,即使它是可生成或可毁灭的”直至“前面已经证明”。 在证明了永远存在之物既非可生成亦非可毁灭之后,他接下去证明这些亦是可换位的,并且可生成之物和可毁灭之物都不是永恒的。因为他说,如果假定可生成之物或可毁灭之物是永恒的,同一事物将同时能够存在和能够不存在——按照亚历山大的说法,是因为永远存在之物永远存在,并且不具有有时不存在的能力,而可生成之物和可毁灭之物则具有有时不存在的能力。因此,如果假定有时能够不存在之物为不存在,它固然由于该假定而将不存在,但又因为它是永恒的而将存在;虽然采纳能够不存在之物为不存在的这一假定是假的,却绝非不可能的,然而所推导出的结论——同一事物同时存在与不存在——则是不可能的;所以,这并非源于该假定,而是源于设定了可生成之物是永恒的。我认为,亚历山大是这样顺应着“能够不存在”这一词句来解释的。但是,正如亚历山大本人也屡次指出的那样,如果他〔亚里士多德〕是用“能够存在”和“能够不存在”来代替“存在”和“不存在”,我们为何不更纯朴地理解为:同一事物在同一方面有时既存在又不存在?它存在,是因为假定它是永远存在的;它不存在,是因为可生成且可毁灭之物正如有时存在一样,亦有时不存在。因为就永远存在之物所说的“能够存在”表明,亚里士多德说“能够不存在”并非指现实上存在而潜能上不存在,而是用它来代替不存在;因为对此他肯定亦非指现实上不存在而潜能上存在之物;因为永远存在之物乃是现实上存在之物。相反,他现在说“能够”并非指“在潜能中”,而是指具有与现实并存的能力之物;因此,“能够存在”和“能够不存在”便与“存在”和“不存在”归结为同一回事。 我认为,人们可以合理地探问,亚里士多德究竟为何要展开如此繁多的论述,来试图证明真正最显而易见的事情。因为,如果可生成且可毁灭之物乃是有时能够存在、有时能够不存在之物,那么有什么比永远存在之物既非可生成亦非可毁灭、反之可生成且可毁灭之物并非永远存在更为自明的呢?而在用于此项证明而被采纳的前提中,又有哪一个不比这件事情本身更为晦涩呢?那么,在这些事情上尤其作为众人之师的亚里士多德竟然不知道什么是凭自身可信且无中介的、什么是需要另一中介的帮助以确证的,这岂不是荒谬的吗?其次,人们可以追问,对这一显而易见的公理的证明究竟为他提供了何种用途。因为摆在面前的任务本是反驳那些认为某物作为不生之物亦可能毁灭、生成之物亦可能保持不灭的人(正如在《蒂迈欧篇》中那样);而对于这一点,给出可生成者与可毁灭者之间、不生者与不灭者之间的换位就足够了,这正是他现在接下去所给出的。那么,莫非他现在在反驳那些主张生成但不可灭、或不生但可灭的人时,是在表明这些事物不能彼此结合吗?如果确实表明不生之物和不灭之物是永恒的,而可生成之物和可毁灭之物不是永恒的,而是在有限的时间中具有其存在和不存在〔,便是如此〕;因为这样一来,在第二格中以“永恒”为中项,便可以推导出不生之物不可能可毁灭,可生成之物亦不可能不可灭。因此,他不仅表明了可生成且可毁灭之物不可能永恒——因为这一点真正说来是显而易见的——而且还表明了它们的本性是什么,它们与永远存在之物处于何种关系,以及它们介于永远存在之物与永远不存在之物之间从而在部分上分有两者,并且从这种中介状态出发表明它们亦彼此相随,而这对于他证明不生之物与不灭之物亦彼此相随将是有用的。在以这种方式证明了表述为“可生成且可毁灭之物并非永远存在,正如并非永远不存在”的这一命题之后,他紧接着证明不生之物与不灭之物永远存在,而这是通过证明它们彼此互随,而这又是通过证明可生成之物与可毁灭之物彼此相随来证明的。
- 1.122οὐ παρὰ τὴν ὑπόθεσιν ἄρα, ἀλλὰ παρὰ τὸ τεθῆναι τὸ γενητὸν ἀΐδιον εἶναι
介词 παρά 接宾格在此表示原因(“由于……”、“归因于……”),是归谬法中指出矛盾根源的固定句式:矛盾并非源自临时假设(设定能够不存在者为不存在),而是源自可生成之物为永恒这一根本设定。
- 1.122οὕτως γὰρ ἐν δευτέρῳ σχήματι συνάγεται διὰ μέσου τοῦ ἀϊδίου, ὅτι οὔτε τὸ ἀγένητον φθαρτὸν οὔτε τὸ γενητὸν ἄφθαρτον δύναται εἶναι
此处说明了三段论结构:以“永恒”(τὸ ἀΐδιον)作为中项(διὰ μέσου),在第二格(ἐν δευτέρῳ σχήματι)中通过肯定与否定前提的组合,推导出全称否定结论(ὅτι οὔτε... οὔτε...),即不生者非可灭,生成者非不灭。
