← 辛普里丘

亚里士多德《论天》注释

§333.1-334.20

可生灭物之中介性与永恒者之不灭性

辛普利丘阐明了亚里士多德使用字母(Α、Β、Γ、Δ、Ε)证明可生成与可毁灭之物处于中介地位的论证,介绍了亚历山大关于“中介”一词含义的解释,并阐述了得出“永远存在之物既非可生成亦非可毁灭”这一结论的推理过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.121#3

Τοῦτο οὖν, φησίν, ᾧ αἱ ἀμφοῖν ἀποφάσεις ἐπαληθεύουσιν, ἔσται ποτὲ καὶ οὐκ ἔσται· ἡ αὐτὴ ἄρα φύσις ἀμφοῖν ἐστι δεκτικὴ τοῦ τε εἶναι δύνασθαι καὶ τοῦ μὴ εἶναι. τοιαῦτα δὲ τό τε φθαρτὸν καὶ τὸ γενητόν· τὸ μὲν γὰρ φθαρτόν ἐστι τὸ δυνατὸν μὴ εἶναι, τὸ δὲ γενητὸν τὸ δυνατὸν εἶναι. τὸ αὐτὸ ἄρα γενητόν τε καὶ φθαρτόν, εἴπερ τὸ αὐτὸ δυνάμενον εἶναι καὶ μή, ὡς Ἀριστοτέλης φησί, κἂν τὸ μὲν γενητὸν ἔχῃ κατὰ τὸ δύνασθαι εἶναι, τὸ δὲ φθαρτὸν κατὰ τὸ δύνασθαι μὴ εἶναι, ἓν ὂν τὸ αὐτὸ μεταξὺ τῶν ἐναντίων τὸ καὶ εἶναι καὶ μὴ εἶναι δυνάμενον·1 ὥστε ἀντιστρέφοι ἂν ἀλλήλοις τό τε γενητὸν καὶ τὸ φθαρτόν. Ὅτι δὲ καλῶς εἴληπται τό, καθ’ οὗ ἡ θατέρου τῶν ἐναντίων ἀπόφασις ἀληθής, κατὰ τούτου καὶ ἡ τοῦ ἑτέρου, καὶ ὅτι καθολικὸς ὁ λόγος, ἐπὶ στοιχείων, ὥσπερ εἴωθεν ἐπὶ τῶν καθολικῶν ἀποδείξεων, δείκνυσι προορίσας, ὅτι καθολικὸς ὁ λόγος. τίθησι δὲ τὸ Α καὶ τὸ Β ὡς ἐναντία· τὰ γὰρ ἐναντία ἐστὶ τὰ μηδενὶ τῷ αὐτῷ δυνάμενα ὑπάρχειν· εἶτα τὴν ἑκατέρου ἀπόφασιν προσθεὶς τοῦ μὲν Α τὸ Γ, τοῦ δὲ Β τὸ Δ, δύο πεποίηκεν ἀντιφάσεις, ἃς ἐσήμανε διὰ τοῦ ἅπαντι γὰρ τὸ Α ἢ τὸ Γ καὶ τὸ Β ἢ τὸ Δ· τοῦτο γὰρ ἀντιφάσεως ἴδιον. εἰ οὖν καταφάσεις μὲν τὰ Α Β ἐναντίαι, ἀποφάσεις δὲ ἀντιφατικῶς αὐταῖς ἀντικείμεναι τὰ Γ Δ, ἀνάγκη, ᾧ μήτε τὸ Α ὑπάρχει μήτε τὸ Β, τούτῳ παντὶ ὑπάρχειν τὰ Γ Δ, εἴπερ παντὶ ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ὑπάρχειν ἀνάγκη τῶν ἀντιφατικῶς ἀντικειμένων ἀλλήλαις προτάσεων. λαβὼν δὴ τὸ Ε, ᾧ τὸ Α καὶ τὸ Β οὐχ ὑπάρχει, ἐξ ἀνάγκης, φησί, τούτῳ τὸ Γ καὶ τὸ Δ ὑπάρξει. εἰπόντος δὲ αὐτὸ τὸ Ε τὸ μεταξὺ εἶναι τῶν Α Β καὶ ἐπαγαγόντος2 ἐναντίων γὰρ τὸ μηδέτερον μέσον, “τοῦτο, φησὶν ὁ Ἀλέξανδρος, οὕτως ἁπλῶς λεγόμενον οὐκ ἔστιν ἀληθές· οὐ γὰρ ἀνάγκη μέσον εἶναι, καθ’ οὗ αἱ ἀμφοῖν τοῖν ἐναντίοιν ἀποφάσεις, ὡς δέδεικται. ἀλλὰ μήποτε, φησίν, οὐ τὸ κυρίως μεταξὺ νῦν λαμβάνει, ἀλλὰ κοινότερον μεταξὺ τοῦτο λέγει τῶν ἐναντίων, καθ’ οὗ αἱ ἀμφοῖν ἀποφάσεις ἀληθεύονται, καθ’ ὅσον μηδετέρῳ αὐτῶν ἐστι ταὐτόν. ἢ δύναται, φησί, καὶ ἐλλιπέστερον εἰρῆσθαι ἀντὶ τοῦ ‘μηδέτερον ἐκείνων ὁλοκλήρως ὂν μέσον’· τὸ γὰρ μὴ ὁλοκλήρως μὲν ὂν ἐκεῖνα, ἔχον δέ τι ἐκείνων τοιοῦτόν ἐστι. τοιαῦτα δέ ἐστι, περὶ ὧν ὁ λόγος· τὸ γὰρ μήτε ἀεὶ ὂν μήτε ἀεὶ μὴ ὂν ἀμφοτέρων ἐπί τι μετέχει τοῦ τε ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος, τοῦ μὲν καθ’ ὅσον ποτὲ ἔστι, τοῦ δὲ καθ’ ὅσον ποτὲ οὐκ ἔστιν.” ὅτι δὲ κατὰ ταύτην τὴν ἔννοιαν ἔλαβε τὸ μέσον Ἀριστοτέλης ὡς ἀμφοῖν ἐπί τι μετέχον, ἐδήλωσε πρότερον εἰπὼν τὸ αὐτὸ ἄρα ἔσται δυνατὸν εἶναι καὶ μή, καὶ τοῦτό ἐστιν ἀμφοῖν μέσον, καὶ ἔτι μᾶλλον ἐν τοῖς πρὸ τούτων τὸ αὐτὸ δηλοῦται. Προθέμενος δὲ δεῖξαι, ὅτι τὸ ἀεὶ ὂν οὔτε γενητὸν οὔτε φθαρτόν ἐστι, καὶ δείξας, ὅτι αἱ ἀποφάσεις τοῦ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος ἐπαληθεύουσι κατὰ τοῦ γενητοῦ καὶ φθαρτοῦ τοῦ αὐτοῦ ὄντος, εἰκότως συμπεραινόμενος ἐπήγαγεν οὔτε δὴ τὸ ἀεὶ ὂν γενητὸν οὐδὲ φθαρτὸν οὔτε τὸ ἀεὶ μὴ ὄν· εἰ γὰρ ἡ ἀντιφατικῶς ἀντικειμένη ἀπόφασις τῷ ἀεὶ εἶναι ἡ οὐκ ἀεὶ εἶναι ὑπάρχει τῷ γενητῷ καὶ τῷ φθαρτῷ, οὐκ ἂν εἴη τὸ ἀεὶ ὂν οὔτε γενητὸν οὔτε φθαρτόν, ἵνα μὴ συναληθεύσῃ ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ τοῦ γενητοῦ καὶ φθαρτοῦ τῆς τε καταφάσεως ἀληθευούσης τῆς λεγούσης ἀεὶ εἶναι διὰ τὴν ὑπόθεσιν καὶ τῆς ἀποφάσεως τῆς λεγούσης οὐκ ἀεὶ εἶναι3 διὰ τὸ δεῖν τὰς τῶν ἐναντίων ἀποφάσεις κατὰ τοῦ αὐτοῦ ἀληθεύεσθαι. ἐντεῦθεν οὖν γέγονε δήλη καὶ ἡ χρεία τῆς τοῦ ἐναντίου τοῦ ἀεὶ μὴ εἶναι παραθέσεως· οὐ γὰρ προὔκειτό τι περὶ τούτου ζητεῖν, ἀλλ’ ἵνα τοῦ γενητοῦ καὶ φθαρτοῦ μεταξὺ τοῦ τε ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος εὑρεθέντος καὶ τῶν ἀποφάσεων ἀληθευουσῶν ἐπ’ αὐτοῦ δεδειγμένον ᾖ λαμπρῶς, ὅτι ἀδύνατον τὸ ἀεὶ ὂν καὶ τὸ οὐκ ἀεὶ ὂν ἅμα γενητὸν ἢ φθαρτὸν εἶναι.

因此,他说,凡两者的否定命题在其上皆为真的这一事物,将在某个时候存在,亦在某个时候不存在;所以同一本性能够同时接纳能够存在和能够不存在这两者。而可毁灭之物与可生成之物正是这类事物;因为可毁灭之物是能够不存在之物,而可生成之物是能够存在之物。因此,正如亚里士多德所说,既然能够存在和能够不存在之物是同一的,那么即使可生成之物是基于能够存在,而可毁灭之物是基于能够不存在,可生成之物与可毁灭之物亦是同一的,因为介于相反者之间既能够存在又能够不存在之物是同一且唯一的;所以可生成之物与可毁灭之物能够彼此换位。 至于凡相反者之一的否定命题在其上为真之物,另一者的否定命题在其上亦为真这一命题被正确地采纳,以及这一论证是普遍的,他像在普遍证明中惯常所做的那样,在预先规定论证具有普遍性之后,用字母表明了这一点。他将Α和Β设定为相反者;因为相反者就是不能属于任何同一事物的事物。接着,他补充了各自的否定命题,Α的否定为Γ,Β的否定为Δ,构成了两对矛盾对立,他通过“因为要么Α要么Γ,以及要么Β要么Δ,属于一切事物”指明了这一点;因为这是矛盾对立所特有的性质。因此,如果作为肯定命题的Α和Β是相反的,而与它们矛盾对立的否定命题是Γ和Δ,那么,凡Α和Β皆不属于的事物,Γ和Δ必然属于其全体,如果在彼此矛盾对立的诸命题中,肯定命题或否定命题必然属于一切事物的话。于是他设定了Α和Β皆不属于的Ε,他说,Γ和Δ必然属于这一事物。 在他说Ε本身是Α与Β的中介并补充说“因为相反者中哪个都不是的事物即是中介”时,亚历山大说:“这一点这样纯然表述并不是真实的;因为正如已经指明的,凡两相反者的否定命题在其上为真之物,并不必然是中介。但他或许”,他说,“现在并未采纳严格意义上的中介,而是在更一般的意义上将两者的否定命题在其上皆为真的事物称为相反者的中介,只要它与它们中的任何一者皆不相同即可。或者”,他说,“这也可能是省略式的表述,用来代替‘并非完全是那些事物中之任何一者而是其中介之物’;因为并非完全是那些事物但具有那些事物的某些特征之物就是如此的。而当前讨论的事物正是如此;因为既非永远存在亦非永远不存在之物,在某种程度上分有着永远存在之物与永远不存在之物这两者,在它有时存在的限度上分有着前者,在它有时不存在的限度上分有着后者。”而亚里士多德是按照这种理解将中介视为在某种程度上分有两者之物,这一点他此前已通过说“因此同一事物将能够存在亦能够不存在,而这就是两者的中介”表明了,并且在此之前的内容中同一观点体现得更为明确。 在确立了证明永远存在之物既非可生成亦非可毁灭这一课题,并证明了永远存在之物与永远不存在之物的否定命题在作为同一事物的可生成且可毁灭之物上为真之后,他在作结时理所当然地补充道:“因此,永远存在之物既非可生成亦非可毁灭,永远不存在之物亦非如此。”因为如果与永远存在矛盾对立的否定命题“并非永远存在”属于可生成之物与可毁灭之物,那么永远存在之物便既非可生成亦非可毁灭,以免矛盾命题在同一可生成且可毁灭之物上同时为真——由于假设,说它永远存在的肯定命题为真;而由于相反者的否定命题必然在同一事物上为真,说它并非永远存在的否定命题亦为真。因此,从这里并置其相反者“永远不存在”的必要性亦变得清楚了;因为本来并非要就此进行探究,而是为了使可生成且可毁灭之物被发现介于永远存在之物与永远不存在之物之间,并且否定命题在其上为真之后,能够极为确凿地证明:永远存在之物与非永远存在之物绝不可能同时是可生成或可毁灭的。

语法注3 条
  1. 1.121κἂν τὸ μὲν γενητὸν ἔχῃ κατὰ τὸ δύνασθαι εἶναι, τὸ δὲ φθαρτὸν κατὰ τὸ δύνασθαι μὴ εἶναι, ἓν ὂν τὸ αὐτὸ μεταξὺ τῶν ἐναντίων τὸ καὶ εἶναι καὶ μὴ εἶναι δυνάμενον

    由 κἂν(即 καὶ ἐάν)引导的让步从句,其内部包含分词短语 ἓν ὂν τὸ αὐτὸ...。动词 ἔχῃ 作不及物或带隐含主语使用(“即使可生成之物基于……而可毁灭之物基于……”)。分词 ἓν ὂν 表达原因,指明尽管在概念上有分别,但作为介于相反者之间的实体,能够存在且能够不存在者乃是同一且唯一的(ἓν ὂν τὸ αὐτό)。

  2. 1.121εἰπόντος δὲ αὐτὸ τὸ Ε τὸ μεταξὺ εἶναι τῶν Α Β καὶ ἐπαγαγόντος

    独立属格结构(genitive absolute),根据前文,亚里士多德是隐含的逻辑主语。分词 εἰπόντος 和 ἐπαγαγόντος 引出了后文亚历山大的批评意见(φησὶν ὁ Ἀλέξανδρος)。αὐτὸ τὸ Ε 是不定式 εἶναι 的宾格主语,τὸ μεταξὺ 为其表语。

  3. 1.121ἵνα μὴ συναληθεύσῃ ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ τοῦ γενητοῦ καὶ φθαρτοῦ τῆς τε καταφάσεως ἀληθευούσης τῆς λεγούσης ἀεὶ εἶναι διὰ τὴν ὑπόθεσιν καὶ τῆς ἀποφάσεως τῆς λεγούσης οὐκ ἀεὶ εἶναι

    在 ἵνα 引导的目的/结果从句中,主语 ἡ ἀντίφασις 与谓语动词 συναληθεύσῃ 之后附有两个成对的独立属格结构(τῆς τε καταφάσεως ἀληθευούσης ... καὶ τῆς ἀποφάσεως [ἀληθευούσης] ...),具体阐明肯定命题与否定命题同时为真的悖论情形。介词短语 ἐπὶ τοῦ αὐτοῦ τοῦ γενητοῦ καὶ φθαρτοῦ 修饰 συναληθεύσῃ,意为“在同一可生成且可毁灭之物上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:333.1-334.20