- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:332.1-332.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了是否存在无中介的相反者,并解释了为何相反者的否定在其上为真之物并非皆为中介,从而限定了亚里士多德主张的适用范围。随后他介绍了 Alexander 关于“永远存在之物”与“永远不存在之物”如何作为命题相反者而成立的探究。
ζητεῖν δὲ ἄξιον, εἰ ἔστιν ὅλως ἄμεσα ἐναντία. καὶ γάρ, ὅτι μὲν ὑγεία καὶ νόσος οὐκ ἔστιν ἄμεσα, δηλοῖ ἡ παρὰ τοῖς ἰατροῖς οὐδετέρα λεγομένη κατάστασις, ὅτι δὲ καὶ τοῦ ἀρτίου καὶ περιττοῦ μεσότητές εἰσι, δηλοῖ τὸ ἀρτιοπέρισσον καὶ περισσάρτιον· καὶ καθόλου δέ, εἰ ἐναντία ἐστὶ τὰ ὑπὸ τὸ αὐτὸ γένος πλεῖστον ἀλλήλων διεστηκότα, τὸ δὲ πλεῖστον δηλοῖ καὶ ἐλάττονα διάστασιν, οὐκ ἂν εἴη1 ἄμεσα. ἀλλ’ οὐδὲ ἐπὶ τῶν ἐμμέσων ἐναντίων2 ἀληθὲς τό, καθ’ οὗ αἱ τῶν ἐναντίων ἀποφάσεις ἀληθεύονται, μέσον εἶναι τῶν ἐναντίων· κατὰ γὰρ στιγμῆς ἀληθὴς καὶ ἡ τοῦ λευκοῦ καὶ ἡ τοῦ μέλανος ἀπόφασις, καὶ οὐκ ἔστι μεταξὺ λευκοῦ καὶ μέλανος ἡ στιγμή. ἀληθεύεται μὲν γὰρ ἐπὶ τῶν ἐμμέσων ἐναντίων ἡ ἑκατέρου τῶν ἐναντίων ἀπόφασις καὶ κατὰ τοῦ μεταξύ, οὐ μὴν ἤδη καί, καθ’ ὧν ἀληθεύεται πάντων, ταῦτα μεταξύ ἐστιν, οὐδὲ ὁ Ἀριστοτέλης τοῦτο λέγει ὡς καθόλου ὄν, ἀλλὰ τὸ μὲν τὰς τῶν ἐναντίων ἀποφάσεις ἐπὶ τοῦ αὐτοῦ ἀληθεύεσθαι ὡς καθόλου ὂν τέθεικε, τὸ δέ, ἐφ’ οὗ ἀληθεῖς αἱ ἀμφοῖν τῶν ἐναντίων ἀποφάσεις, τοῦτο μέσον εἶναι ἰδίως ἐπὶ τούτου συμβέβηκεν, ἐφ’ οὗ αἱ τοῦ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος ἀποφάσεις ἐπαληθεύονται. καὶ τὴν αἰτίαν αὐτὸς προστέθεικεν εἰπὼν ἡ γὰρ ἑκατέρου ἀπόφασίς ποτε ὑπάρξει, εἰ μὴ ἀεί· τὸ γὰρ ἀεὶ ἀναιροῦσαι ἄμφω τὸ ποτὲ καταλιμπάνουσιν, ἡ μὲν τὸ ποτὲ εἶναι, ἡ δὲ τὸ ποτὲ μὴ εἶναι. ἐφ’ ὧν οὖν αἱ τῶν ἐναντίων ἀποφάσεις οὕτως εἰσὶν ἀληθεῖς, ὥς πῃ μετέχειν αὐτὰ τῶν ἐναντίων, ταῦτα μεταξὺ τῶν ἐναντίων εἰσίν, ἀλλ’ οὐχ ἁπλῶς πάντα, καθ’ ὧν αἱ ἀποφάσεις ἀληθεῖς. Ζητεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς ἐναντία τό τε ἀεὶ ὂν καὶ τὸ ἀεὶ μὴ ὄν. τί γὰρ ἂν εἴη γένος αὐτῶν κοινόν; καὶ λέγει, ὅτι, εἰ καὶ οὐ συγχωρηθείη τὰ ἐναντία ἀλλήλοις πάντα ὑπὸ τὸ αὐτὸ γένος εἶναι, ἀλλὰ τὰ ἁπλῶς καὶ κυρίως ἐναντία τοιαῦτα ἂν εἴη· ταῦτα δέ ἐστι τὰ χωρὶς συμπλοκῆς λεγόμενα, ὡς λευκὸν καὶ μέλαν· τὰ δὲ κατὰ συμπλοκὴν οὐκέτι· ἄλλη γὰρ ἡ ἐν προτάσεσιν ἐναντίωσις. ὡς οὖν συγχωρεῖται ἐναντίας εἶναι προτάσεις τὰς ‘ἐξ ἀνάγκης ἐστίν’ — ‘ἐξ ἀνάγκης οὐκ ἔστιν’, καίτοι οὐδὲν ἔχουσι κοινὸν γένος, οὕτως καὶ αἱ ‘ἀεὶ ἔστιν’ — ‘ἀεὶ οὐκ ἔστιν’ ἐναντίαι ἀλλήλαις εἰσὶν ἴσον ἐκείναις δυνάμεναι· ἔστι γὰρ ἡ μὲν ‘ἀεὶ ἔστιν’ ἴση τῇ ‘ἐξ ἀνάγκης ἔστιν’, ἡ δὲ ‘ἀεὶ μὴ ἔστιν’ ἴση τῇ ‘ἐξ ἀνάγκης οὐκ ἔστιν’. ἔστι δέ, φησί, καὶ τούτων κοινὸν γένος λέγειν τὴν πρότασιν ἢ τὴν κατάφασιν ἔτι μᾶλλον.
但值得探究的是,究竟是否存在无中介的相反者。因为健康与疾病并非无中介,这由医者们所谓的“中立状态”所表明;而奇数与偶数之间亦存在中介,这由偶奇数与奇偶数所表明;并且普遍而言,如果相反者是在同一属下彼此相距最远的事物,而“最远”亦表明存在较小的间距,那么它们便不会是无中介的。然而,即便在有中介的相反者情况中,凡相反者的否定命题在其上为真之物即是相反者的中介,这一说法亦非真实;因为对点而言,白的否定与黑的否定皆为真,但点并非介于白与黑之间。因为在有中介的相反者情况中,相反者各自的否定命题固然在中介之上亦为真,但这绝不意味着凡它们在其上为真的一切事物就都是中介,亚里士多德亦非将此作为普遍命题而说的;相反,他将相反者的否定命题在同一事物上为真确立为普遍的,但凡两相反者的否定命题在其上为真之物即是中介,则是特有地发生于这种情形之中的,即永远存在之物与永远不存在之物的否定命题在其上得到证实的情形。他自己亦补充了原因,说:“因为各自的否定命题将在某个时候属于,如果不永远属于的话”;因为两者去除了“永远”,便留下了“有时”,一者留下有时存在,另一者留下有时不存在。因此,凡相反者的否定命题在其上如此为真、以至于它们〔这些事物〕以某种方式分有相反者之物,这些事物是相反者的中介,而非凡否定命题在其上为真的一切事物皆纯然如此。 亚历山大探究的是,永远存在之物与永远不存在之物如何是相反者。因为它们的共同之属会是什么呢?他说,即使不承认所有彼此相反者都在同一属下,但纯然且严格意义上的相反者亦当是如此的;而这些是“不带结合而述说的事物”,如白与黑;但“带结合而述说的事物”则不再如此;因为命题中的相反关系是另一回事。因此,正如命题“必然存在”与“必然不存在”尽管没有任何共同之属,却被公认为相反命题一样,“永远存在”与“永远不存在”亦彼此相反,具有与那些命题同等的效力;因为“永远存在”等同于“必然存在”,而“永远不存在”等同于“必然不存在”。他说,亦可能将“命题”,或者更确切地将“肯定命题”,作为它们的共同之属来述说。
- 1.121εἰ καὶ οὐ συγχωρηθείη τὰ ἐναντία ἀλλήλοις πάντα ὑπὸ τὸ αὐτὸ γένος εἶναι, ἀλλὰ τὰ ἁπλῶς καὶ κυρίως ἐναντία τοιαῦτα ἂν εἴη
在跟随 εἰ καί 从句(带希求式 οὐ συγχωρηθείη)的归结从句开头的 ἀλλά 是归结从句中的 ἀλλά(apodotic ἀλλά),用以引出主句并强调对比限制(“即使……不被承认,然而至少……”)。
- 1.121ἀλλ’ οὐδὲ ἐπὶ τῶν ἐμμέσων ἐναντίων ἀληθὲς τό, καθ’ οὗ αἱ τῶν ἐναντίων ἀποφάσεις ἀληθεύονται, μέσον εἶναι τῶν ἐναντίων
全句的主语是由中性单数定冠词 τό 引导的带冠词的不定式短语(τό ... μέσον εἶναι τῶν ἐναντίων),其表语形容词为 ἀληθές。紧接在定冠词 τό 之后的关系从句 καθ' οὗ αἱ τῶν ἐναντίων ἀποφάσεις ἀληθεύονται 充当不定式 εἶναι 的逻辑主语(“凡相反者的否定在其上为真之物”)。
