← 辛普里丘

亚里士多德《论天》注释

§330.19-331.34

作为中介的生成物与可毁灭物之论证

辛普利丘阐释了亚里士多德在 282a4 的论述,基于生成与可毁灭之物构成永远存在与永远不存在之中介这一基础,分析了永远存在之物既非生成亦非可毁灭的证明,并阐明了其与无中介相反者的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.121#1

" Ἐπεὶ δὲ ἀπόφασις τοῦ μὲν ἀεὶ δυναμένου εἶναι ἕως τοῦ οὔτε δὴ τὸ ἀεὶ ὂν γενητὸν οὐδὲ φθαρτὸν οὔτε τὸ ἀεὶ μὴ ὄν." Ὁ μὲν Ἀλέξανδρος διὰ τούτων δείκνυσθαί φησιν, ὅτι τὸ γενητὸν καὶ φθαρτὸν τῇ αὐτῇ φύσει ὑπάρχει· καί ἐστι μὲν ἀληθὲς καὶ τοῦτο, μήποτε δὲ οὐ τοῦτο προηγούμενόν ἐστιν,1 ἀλλὰ διὰ τούτου τὸ αὐτὸ ἔτι δείκνυται, ὅτι τὸ ἀεὶ ὂν οὔτε γενητὸν οὔτε φθαρτόν ἐστιν. εἰς τοῦτο γοῦν ὁ λόγος τελευτᾷ τὸ συμπέρασμα λέγων οὔτε δὴ τὸ ἀεὶ ὂν γενητὸν οὐδὲ φθαρτὸν οὔτε τὸ ἀεὶ μὴ ὄν· καὶ τοῦτο γὰρ συνανεφάνη τοῖς εἰρημένοις. συντελέσει δὲ ὁ λόγος οὗτος καὶ πρὸς τὸ δεῖξαι, ὅτι ἀκολουθοῦσιν ἀλλήλοις τό τε γενητὸν καὶ τὸ φθαρτόν, ἐξ οὗ δειχθήσεται, ὅτι καὶ τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον ἀκολουθοῦσιν ἀλλήλοις. νῦν δὲ τέως, ὅτι οὔτε τὸ ἀεὶ ὂν οὔτε τὸ ἀεὶ μὴ ὂν οὔτε γενητὸν οὔτε φθαρτόν ἐστιν, δείκνυσιν ἐκ τοῦ τὰς ἀποφάσεις τοῦ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος ἀληθεύεσθαι κατά τινος μέσης ἀμφοῖν φύσεως, ἥτις τῷ γενητῷ καὶ φθαρτῷ προσήκει. ἐπειδὴ γάρ, φησί, τοῦ ἀεὶ δυναμένου εἶναι, τουτέστι τοῦ ἀεὶ ὄντος (οὕτως γὰρ πανταχοῦ φαίνεται χρώμενος), ἡ μὲν ἀπόφασίς ἐστι τὸ μὴ ἀεὶ δυνάμενον εἶναι, ἡ δὲ ἐναντία κατάφασις τὸ ἀεὶ δυνάμενον μὴ εἶναι, ταύτης δὲ ἀπόφασις τὸ μὴ ἀεὶ δυνάμενον μὴ εἶναι, ἀνάγκη τὰς ἀποφάσεις ἀμφοῖν τοῖν καταφάσεοιν τῷ αὐτῷ ὑπάρχειν ἄλλῳ ὄντι παρὰ τὰ ἐναντία· τοῦτο γὰρ προστέθεικεν ὁ Ἀλέξανδρος, διότι δυνατὸν τὴν τῆς ἑτέρας καταφάσεως ἀπόφασιν ὑπάρχειν τῇ ἐναντίᾳ καταφάσει· τὸ γὰρ οὐ λευκὸν καὶ κατὰ τοῦ μέλανος ἀληθεύεται, ἀλλ’ οὐκέτι καὶ τὸ οὐ μέλαν. ὥστε, καθ’ οὗ ἀμφοῖν τοῖν ἐναντίοιν αἱ ἀποφάσεις ἀληθεύονται, ἀνάγκη ἄλλο εἶναι παρ’ ἄμφω, καὶ περιττῶς ἡμεῖς ὡς ἐλλεῖπον αὐτὸ τῇ ἑρμηνείᾳ προστίθεμεν.2 ᾧ γὰρ αἱ καταφάσεις μὴ ὑπάρχουσιν, ἀνάγκη τούτῳ τὰς ἀποφάσεις αὐτῶν ὑπάρχειν, εἴπερ παντὶ ἀναγκαῖον ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ὑπάρχειν τὰς ἀντιφατικῶς ἀντικειμένας. Ἀνάγκη δέ, φησίν, ᾧ αἱ ἀποφάσεις τοῦ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος ὑπάρχουσι, τοῦτο μέσον ἀμφοῖν εἶναι τοῖν καταφάσεοιν δυνάμενον εἶναι καὶ μὴ εἶναι, εἶναι μέν, ὅτι οὐκ ἀεὶ μὴ ὄν3 ἐστιν, οὐκ εἶναι δέ, ὅτι οὐκ ἀεὶ ὄν· ἡ γὰρ ἑκατέρου ἀπόφασις τὸ ἀεὶ ἀναιροῦσα τοῦ τε εἶναι καὶ μὴ εἶναι, κἂν μὴ ἀεί, ἀλλὰ ποτὲ ὑπάρχειν καὶ ποτὲ μὴ ὑπάρχειν συγχωρεῖ, διότι καὶ τὸ ἀεὶ μὴ εἶναι ἀναιρεῖ, ὥστε καὶ τὸ μὴ ἀεὶ μὴ ὂν καὶ τὸ μὴ ἀεὶ ὂν ἔσται ποτὲ καὶ οὐκ ἔσται. τοιαῦτα δὲ τό τε γενητόν ἐστι καὶ τὸ φθαρτόν, οἷς τὸ μὲν ποτὲ ὑπάρχειν ἡ τοῦ ἀεὶ μὴ ὑπάρχειν ἀπόφασις δίδωσι, τὸ δὲ ποτὲ μὴ ὑπάρχειν ἡ τοῦ ἀεὶ ὑπάρχειν, καὶ ἔστι μέσον ὄντως τὸ τοιοῦτον τὸ ποτὲ μὲν ὄν, ποτὲ δὲ μὴ ὂν τοῦ τε ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος, ὡς τοῦ ποτὲ καὶ εἶναι καὶ μὴ εἶναι μετέχον· αἱ γὰρ ἀποφάσεις τὸ ἀεὶ ἀνελοῦσαι τὸ ποτὲ καταλελοίπασιν. οὐ τοῦτο δὲ λέγει, ὅτι πᾶν, καθ’ οὗ αἱ τῶν ἐναντίων ἀποφάσεις ἀληθεῖς, τοῦτο μέσον ἔσται τῶν ἐναντίων· οὐ γὰρ ἀληθὲς καθόλου τοῦτο· οὔτε γὰρ τῶν ἀμέσων ἐναντίων ἔστι τι μεταξύ, καίτοι ἔστι τι καὶ ἐπ’ ἐκείνων, καθ’ οὗ αἱ ἀμφοτέρων τῶν ἐναντίων ἀποφάσεις ἀληθεύονται. τὸ γὰρ νοσεῖν καὶ τὸ ὑγιαίνειν καὶ τὸ ἄρτιον καὶ τὸ περιττὸν ἐναντία ἄμεσα δοκεῖ, καὶ οὐκ ἔστι τι μέσον τοῦ νοσεῖν καὶ τοῦ ὑγιαίνειν, καθ’ οὗ ἀληθὲς τὸ μήτε νοσεῖν μήτε ὑγιαίνειν (ἐπὶ γὰρ τοῦ ξύλου ἄμφω ἀληθῆ), ἀλλ’ οὐδὲ ἀρτίου καὶ περιττοῦ τὸ μήτε ἄρτιον μήτε περιττὸν κατὰ μέσου λέγεταί τινος, ὅταν κατὰ συνεχοῦς ποσοῦ ἀληθεύηται.

“既然永远能够存在之物的否定是”至“因此,永远存在之物既非生成的亦非可毁灭的,永远不存在之物亦非如此”。 Alexander 说,通过这些论述表明了生成之物与可毁灭之物属于同一种本性;而这一点固然也是真实的,但或许这并非首要目的,而是通过这一点进一步表明了同一结论,即永远存在之物既非生成的亦非可毁灭的。无论如何,论证归结到这一结论,说道“因此,永远存在之物既非生成的亦非可毁灭的,永远不存在之物亦非如此”;因为这一点亦伴随所言之事一同显现出来。诚然,这一论证亦将有助于表明生成之物与可毁灭之物彼此相随,由此将表明不生之物与不灭之物亦彼此相随。但目前暂时而言,他通过永远存在之物与永远不存在之物的否定在介于两者之间的某种本性——即适合于生成之物与可毁灭之物的本性——上为真,来表明永远存在之物与永远不存在之物既非生成的亦非可毁灭的。因为他说,既然永远能够存在之物——即永远存在之物(因为他似乎在各处都这样使用)——的否定是“非永远能够存在之物”,而相反的肯定命题是“永远能够不存在之物”,此命题的否定是“非永远能够不存在之物”,那么两肯定命题的否定命题必然属于不同于这对相反者的同一事物;因为 Alexander 添加了这一点,是因为某一肯定命题的否定有可能属于相反的肯定命题;因为“非白”在黑上亦为真,但“非黑”在它上面却不再为真。因此,凡两相反者的否定在其上为真之物,必然是不同于两者的另一物,而我们在解释中如同它有所欠缺似地多余地添加了它。因为凡肯定命题不属于的事物,它们的否定命题必然属于它,如果确实必然或者肯定命题或者否定命题——作为矛盾对立者——属于一切事物的话。 他说,永远存在之物与永远不存在之物的否定所属于的事物,必然是两肯定命题之中介,能够存在亦能够不存在:能够存在,是因为它并非永远不存在之物;能够不存在,是因为它并非永远存在之物。因为各自的否定命题去除了存在与不存在上的“永远”,便容许——即使并非永远——在某个时候属于而在某个时候不属于,因为它亦去除了永远不存在,以致非永远不存在之物与非永远存在之物都将有时存在且有时不存在。生成之物与可毁灭之物正是这类事物,永远不属于的否定赋予它们有时属于,而永远属于的否定赋予它们有时不属于;并且这样一种有时存在有时不存在之物,作为同时分有有时存在与有时不存在之物,确实是永远存在之物与永远不存在之物的中介;因为否定命题去除了“永远”,留下了“有时”。但他并不是说,凡相反者的否定命题在其上为真的一切事物,都将是相反者的中介;因为这在普遍意义上并非真实;因为在无中介的相反者之间没有任何中介,尽管在它们的情况中亦有某种事物,两相反者的否定命题在其上都为真。因为患病与健康、偶数与奇数似乎是无中介的相反者,而在患病与健康之间没有任何既不患病亦不健康在其上为真的中介(因为在木头上两者皆为真),在偶数与奇数的情况中,当“既非偶数亦非奇数”在连续量上为真时,它亦不被述说于任何中介之上。

语法注3 条
  1. 1.121μήποτε δὲ οὐ τοῦτο προηγούμενόν ἐστιν

    连词 μήποτε 与直陈式现在时连用,用作表达审慎断言或推测的句式(“或许……并不是”)。主语 τοῦτο 指前文提到的 Alexander 的观点(即论证旨在表明生成之物与可毁灭之物属于同一本性)。

  2. 1.121περιττῶς ἡμεῖς ὡς ἐλλεῖπον αὐτὸ τῇ ἑρμηνείᾳ προστίθεμεν

    副词 περιττῶς 修饰动词 προστίθεμεν,意为“我们多余地添加它”。这里指注释家们在亚里士多德的文本中补入“不同于相反者的另一物”(ἄλλῳ ὄντι παρὰ τὰ ἐναντία),好像原文有所欠缺一样,辛普利丘指出从矛盾命题的逻辑来看这必然成立,因而在严格意义上是多余的补充。

  3. 1.121δυνάμενον εἶναι καὶ μὴ εἶναι, εἶναι μέν, ὅτι οὐκ ἀεὶ μὴ ὄν ἐστιν, οὐκ εἶναι δέ, ὅτι οὐκ ἀεὶ ὄν

    分词 δυνάμενον 与 τοῦτο(中介之物)构成同格修饰,随后的 εἶναι μέν 与 οὐκ εἶναι δέ 是受 δυνάμενον 支配的不定词。各自紧随的 ὅτι 从句分别解释了为何能够“存在”以及为何能够“不存在”的原因,构成了对称的 μέν...δέ 结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:330.19-331.34