← 辛普里丘

亚里士多德《论天》注释

§328.24-330.18

永远存在的否定与相反者及基于两项的论证

辛普里丘从语言学和逻辑学角度阐明了“永远存在”的否定(“非永远存在”)与相反者(“永远不存在”)之间的区别,并论述了永远存在之物如何因与否定发生矛盾而既非可毁灭亦非生成的。他进一步主张基于两项列举的论证同样立足于这一否定,并对将之视为独立证明的亚历山大等人的解释提出了批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.120

" Ἀλλὰ μὴν οὐδὲ τὴν ἀπόφασιν ἕως τοῦ ἀδύνατον καὶ γενητὸν εἶναι." Εἰπών, ὅτι οὐκ ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν ἀεί τε δύνασθαι εἶναι καὶ ἀεὶ μὴ εἶναι, καὶ ἐννοήσας, ὅτι τὸ ἀεὶ εἶναι πρὸς τὸ ἀεὶ μὴ εἶναι ὡς ἐναντίον ἀντίκειται, διότι συναληθεύουσι μὲν οὐδέποτε, συμψεύδονται δὲ ἐπὶ τῶν ποτὲ μὲν ὄντων, ποτὲ δὲ μὴ ὄντων, ὥσπερ ἐπὶ τῶν ἀτόμων τῶν γινομένων καὶ φθειρομένων, εἰκότως ἐπήγαγεν, ὅτι τῷ ἀεὶ εἶναι οὐ μόνον τὸ ἐναντίον, ὅπερ ἐστὶ τὸ ἀεὶ μὴ εἶναι, ἀδύνατόν ἐστι συνυπάρχειν, ἀλλ’ οὐδὲ τὴν ἀπόφασιν τὴν λέγουσαν οὐκ ἀεὶ εἶναι δυνατόν ἐστι συναληθεύειν τῇ καταφάσει τῇ λεγούσῃ ἀεὶ εἶναι· οὐ γὰρ δυνατόν ἐστι συναληθεύειν τὴν ἀντίφασιν. εἰ δὲ ἀεὶ ὂν ἢ φθαρτὸν ἢ γενητόν ἐστι, δῆλον, ὅτι οὐκ ἀεὶ ὄν ἐστιν, ὥστε συναληθεύει ἡ ἀντίφασις τοῖς λέγουσιν ἀεὶ ὂν φθαρτὸν ἢ γενητὸν εἶναι. ἐπειδὴ δὲ πρότερον τὸ ἀεὶ ὂν φθαρτὸν ὑπέθετο καὶ τότε τὸ ἀεὶ ὂν γενητόν, διὰ τοῦτο καὶ ἐν τῷ ἐκ τῆς ἀποφάσεως ἐπιχειρήματι πρώτου πάλιν ἐμνημόνευσε τοῦ φθαρτοῦ. ὅτι δὲ τοῦ ἀεὶ εἶναι ἀπόφασις τὸ οὐκ ἀεὶ εἶναι, δῆλον μὲν καὶ ἐκ τοῦ ἐπὶ πάντων μερίζειν αὐτὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· οὔτε γὰρ συναληθεύειν οὔτε συμψεύδεσθαι δυνατὸν αὐτάς. δῆλον δὲ καὶ ἐκ τοῦ τῶν καταφάσεων τῶν τὸ ἔστι χρόνον προσσημαῖνον ἐχουσῶν τὰς ἀποφάσεις γίνεσθαι τῷ ἔστι τοῦ ἀρνητικοῦ μορίου προστιθεμένου, ὥστε καί, ὅπου τὸ μὲν ἔστιν οὐ προσσημαίνει χρόνον, ἄλλο δέ τι ἐστι χρόνου σημαντικόν, ἐκείνῳ δεῖ προστίθεσθαι τὸ ἀρνητικὸν μόριον, ὥστε γενέσθαι ἀπόφασιν. εἰ οὖν ἐπὶ τοῦ ἀεὶ ὄν ἐστι τὸ μὲν ἔστιν οὐ προσσημαίνει χρόνον (οὐ γὰρ ἀφώρισται ἐπ’ ἐκείνων ὁ ἐνεστώς), τὸ δὲ ἀεὶ δηλωτικὸν ἐπ’ αὐτῶν χρόνου (ἀεὶ γάρ, ὅτι τὸν πάντα χρόνον ἐστὶ καὶ οὐκ ἔν τινι τῶν πολλῶν ἀφωρισμένῳ), εἰκότως οὖν τῷ ἀεὶ τοῦ ἀρνητικοῦ προστεθέντος ἡ ἀπόφασις γίνεται, καί ἐστι τοῦ ἀεὶ εἶναι ἀπόφασις μὲν τὸ μὴ ἀεὶ εἶναι, ἐναντίον δὲ τὸ ἀεὶ μὴ εἶναι· πλεῖστόν τε γὰρ διέστηκεν αὐτοῦ καὶ ἅμα ποτὲ ψευδῆ λαμβάνεται, οὐδέποτε δὲ ἀληθῆ. ἔτι δὲ τὸ ἀεὶ τρόπος ὑπάρξεως εἶναι δοκεῖ, ὥσπερ τὸ ἐξ ἀνάγκης, αἱ δὲ ἀποφάσεις γίνονται τοῖς τρόποις τῶν ἀρνητικῶν μορίων προστιθεμένων ἐν ταῖς μετὰ τρόπου προτάσεσιν, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἐδιδάχθημεν. εἰπὼν δέ, ὅτι καὶ διὰ τὸ τὴν ἀπόφασιν μηδέποτε τῇ καταφάσει συναληθεύειν τὸ ἀεὶ ὂν ἀδύνατον μὴ ἀεὶ εἶναι καὶ διὰ τοῦτο ἀδύνατον ἀεὶ μέν τι εἶναι, φθαρτὸν δὲ εἶναι (τὸ γὰρ φθαρτὸν οὐκ ἀεὶ ὄν ἐστιν), ἐπήγαγεν· ὁμοίως δὲ οὐδὲ γενητόν ἐστι τὸ ἀεὶ ὄν· καὶ γὰρ καὶ τὸ γενητὸν οὐκ ἀεὶ ὄν ἐστιν ὥσπερ τὸ φθαρτόν, διὸ οὐδὲ τὸ γενητὸν τῷ ἀεὶ ὄντι συνυπάρχειν δύναται ὥσπερ οὐδὲ τὸ οὐκ ἀεὶ ὄν. δείκνυσι δὲ τὸ αὐτὸ καὶ διὰ τῆς τῶν δύο ὅρων ἐκθέσεως· καὶ γὰρ καὶ τοῦτο, οἶμαι, τὸ ἐπιχείρημα ἐκ τῆς ἀποφάσεως εἴληπται, διὸ καὶ τὸν γὰρ αἰτιολογικὸν σύνδεσμον προστέθεικεν εἰπὼν δυοῖν γὰρ ὅροιν καὶ τὰ ἑξῆς. ὥσπερ γάρ, εἰ ἀδύνατον τὸν Σωκράτην ἄνθρωπον εἶναι μὴ καὶ ζῷον ὄντα1 (ἔστι δὲ ὕστερον μὲν ἄνθρωπος, πρότερον δὲ ζῷον ὡς κοινότερον καὶ καθολικώτερον), ἀδύνατον δὲ εἴη τὸν Σωκράτην ζῷον εἶναι, ἀδύνατον καὶ ἄνθρωπον εἶναι· πῶς γὰρ ἄν εἴη τὸ μερικώτερον τοῦ ὁλικωτέρου καὶ περιέχοντος αὐτὸ μὴ ὄντος; οὕτως προτέρου μὲν ὄντος καὶ καθολικωτέρου τοῦ ποτὲ μὲν ὄντος, ποτὲ δὲ μὴ ὄντος, ὃ ταὐτόν ἐστι τῷ οὐκ ἀεὶ ὄντι, ὅπερ ἐστὶν ἀπόφασις τοῦ ἀεὶ ὄντος, ὑστέρου δὲ καὶ μερικωτέρου τοῦ γενητοῦ, διότι τὸ ποτὲ μὴ ὂν οὐ μόνον τῷ γενητῷ ἀλλὰ καὶ τῷ φθαρτῷ ὑπάρχει, εἰ ἀδύνατον τὸ τὸ ἀεὶ ὂν ποτὲ μὴ εἶναι,2 τουτέστιν οὐκ ἀεὶ εἶναι, ἀδύνατον καὶ τὸ γενητὸν αὐτῷ ὑπάρχειν. ὡς οὖν δέδεικται διὰ τῆς ἀποφάσεως, ὅτι τὸ ἀεὶ ὂν ἀδύνατον φθαρτὸν εἶναι, οὕτως διὰ τῆς αὐτῆς καί, ὅτι γενητὸν αὐτὸ εἶναι ἀδύνατόν ἐστιν, ἐδείχθη· διὸ καὶ ὁμοίως εἶπεν οὐδὲ γενητόν ἐστιν. Ὁ μέντοι Ἀλέξανδρος καὶ οἱ ἄλλοι ἐξηγηταὶ ὡς ἄλλην ἀπόδειξιν τοῦ τὸ ἀεὶ ὂν μὴ εἶναι γενητὸν παρὰ τὴν διὰ τῆς ἀποφάσεως ἐξεδέξαντο, καίτοι τοῦ Ἀριστοτέλους μετὰ τὸ δεῖξαι διὰ τῆς ἀποφάσεως, ὅτι τὸ ἀεὶ ὂν οὐκ ἔστι φθαρτόν, ἐπαγαγόντος ὁμοίως δὲ οὐδὲ γενητόν ἐστι τὸ ἀεὶ ὂν καὶ ἔτι καὶ ἄλλον τρόπον ἀποδείξεως προστιθέντος ἐκ τῆς ἀποφάσεως. αἴτιον δέ, οἶμαι, γέγονε τὸ τὸν Ἀριστοτέλην ἐν τῇ τῶν δύο ὅρων ἐκθέσει μὴ τὴν ἀπόφασιν ὀνομάσαι τοῦ ἀεὶ ὄντος τὸ οὐκ ἀεὶ ὄν, ἀλλὰ τὸ ταύτῃ ἰσοδυναμοῦν τὸ ποτὲ μὴ εἶναι.

“然而亦非否定”至“是不可能的,并且生成亦是不可能的”。 在说明了同一且单一之物不可能能够既永远存在又永远不存在之后,并且意识到永远存在与永远不存在作为相反者相对立(因为它们绝不会同时为真,但在有时存在、有时不存在的事物上——正如在生成和消灭的个别事物上一样——会同时为假),他顺理成章地推论道,对于永远存在而言,不仅相反者(即永远不存在)不可能并存,而且断言“非永远存在”的否定命题亦不可能与断言“永远存在”的肯定命题同时为真;因为矛盾命题不可能同时为真。而如果永远存在之物或是可毁灭的或是生成的,显然它就不是永远存在之物,以致对于那些声称永远存在之物是可毁灭的或生成的人而言,矛盾双方就同时为真了。既然此前他假定永远存在之物是可毁灭的,随后又假定永远存在之物是生成的,因此在出自否定的论证中,他又首先提到了可毁灭之物。 “永远存在”的否定是“非永远存在”,这一方面从它们在一切事物上区分真与假中是显而易见的;因为它们既不可能同时为真,亦不可能同时为假。另一方面,从含有兼表时间的“是”的肯定命题中通过将否定词加于“是”而形成否定命题这一点来看,亦是显而易见的,以致凡在“是”不兼表时间而有其他词表示时间之处,否定词必须加于彼词之上,以便形成否定命题。因此,如果在“是永远存在之物”中,“是”不兼表时间(因为在那些事物上现在时并未被限定),而“永远”在它们之上是指示时间的(因为“永远”意味着在全部时间内存在,而非在许多被限定的时间中的某一个内存在),那么顺理成章地,当否定词被加于“永远”时就形成了否定命题,而“永远存在”的否定是“非永远存在”,相反者则是“永远不存在”(因为这与它相距最远,并且它们有时被视为同时为假,但绝不会同时为真)。此外,“永远”似乎是一种存在的模态,正如“必然”一样,而正如我们在《解释篇》中所学到的那样,在含有模态的命题中,否定命题是通过将否定词加于模态词而形成的。 在说明了由于否定绝不会与肯定同时为真,永远存在之物不可能非永远存在,并因此某种东西既永远存在又是可毁灭的乃是不可能的(因为可毁灭之物是非永远存在之物)之后,他接着说道:“同样地,永远存在之物亦非生成的”;因为生成之物同可毁灭之物一样亦是非永远存在之物,所以生成之物亦不能与永远存在之物并存,正如非永远存在之物不能并存一样。他通过两项的列举亦表明了同一结论;因为我认为,这一论证亦是从否定中抽取的,所以他亦添加了表示原因的连词“因为”,说道“因为在两项中”等等。因为正如 Socrates 不可能在不是动物的同时是人(人是后出的,而动物作为更普遍、更共相之物是先在的),若 Socrates 不可能是动物,他亦不可能是人(因为当更整体且包含它的事物不存在时,更部分性的事物怎能存在呢?),同样地,在有时存在有时不存在之物(这与非永远存在之物相同,而后者是永远存在之物的否定)先在且更具普遍性,而生成之物后出且更具部分性(因为有时不存在不仅属于生成之物,亦属于可毁灭之物)的情况下,如果永远存在之物不可能有时不存在,即不可能非永远存在,那么生成之物属于它亦是不可能的。因此,正如通过否定证明了永远存在之物不可能是可毁灭的,同样地通过同一否定亦证明了它是不可能是生成的;因此他亦说道:“同样地它亦不是生成的”。 然而,Alexander 和其他注释家把这理解为除了通过否定的证明之外,永远存在之物不是生成的另一证明,尽管 Aristotle 在通过否定证明了永远存在之物不是可毁灭的之后,接着说道“同样地永远存在之物亦不是生成的”,并且进一步从否定中添加了另一证明方式。我认为,造成这一情况的原因在于,Aristotle 在两项的列举中并未将永远存在之物的否定称为“非永远存在之物”,而是称为与其等价的“有时不存在”。

语法注2 条
  1. 1.120ὥσπερ γάρ, εἰ ἀδύνατον τὸν Σωκράτην ἄνθρωπον εἶναι μὴ καὶ ζῷον ὄντα

    这是由 ὥσπερ... οὕτως... 构成长篇类比句结构。前半部分的 ὥσπερ 从句以 Socrates 为例提出假设(εἰ ἀδύνατον...)与推论结果(ἀδύνατον καὶ ἄνθρωπον εἶναι),并在其中插入了理由阐述(ἔστι δὲ ὕστερον... 与 πῶς γὰρ ἄν εἴη...),随后由 οὕτως 从句照应。在 οὕτως 从句中,首先以属格绝对结构(προτέρου μὲν ὄντος... ὑστέρου δὲ...)确立了普遍属性先在于部分属性的对应关系,进而将平行的条件推理(εἰ ἀδύνατον... ἀδύνατον καὶ...)应用于本论的概念(永远存在之物与生成之物)。

  2. 1.120τὸ τὸ ἀεὶ ὂν ποτὲ μὴ εἶναι

    在连续出现的两个定冠词中,前面的 τὸ 将不定式短语 ποτὲ μὴ εἶναι(“有时不存在”)名词化,充当条件从句(εἰ ἀδύνατον...)的主语;后面的 τὸ 则修饰分词 ὂν,构成该不定式在语义上的宾格主语 τὸ ἀεὶ ὄν(“永远存在之物”)。其句法骨架为:εἰ ἀδύνατόν [ἐστι] τὸ [τὸ ἀεὶ ὂν] ποτὲ μὴ εἶναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:328.24-330.18