- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:327.26-328.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘依据亚里士多德(281b25)阐释了永远存在之物亦必然是未生成之物。他分析了亚里士多德所用的两条路径:其一是基于“永远存在”概念的归谬法,其二是基于同时将存在与不存在的相反潜能现实化所导致的不可能性。
" Ὁμοίως δὲ καὶ ἀγένητον ἕως τοῦ ἀεί τε δύνασθαι εἶναι καὶ ἀεὶ μὴ εἶναι." Δείξας, ὅτι τὸ ἀεὶ ὂν ἄφθαρτόν ἐστιν, ἐφεξῆς δείκνυσιν, ὅτι καὶ ἀγένητον, καὶ ἑτέρᾳ τῆς πρόσθεν καὶ τῇ αὐτῇ1 καὶ νῦν ἐφόδῳ χρώμενος. ὑποθέμενος γὰρ αὐτὸ γενητὸν ἐπάγει, ὅτι ἔσται δυνατὸν χρόνον τινὰ μὴ εἶναι.2 ὡς γὰρ φθαρτὸν λέγομεν τὸ δυνάμενον μετὰ τὸ εἶναι μὴ εἶναι, οὕτως γενητὸν τὸ δυνάμενον πρὸ τοῦ εἶναι μὴ εἶναι, τὸ δὲ ὑποτεθὲν ἀεὶ εἶναι ἀδύνατον μὴ εἶναι· οὔτε οὖν τὸν ἄπειρον χρόνον δύναται μὴ εἶναι οὔτε τὸν πεπερασμένον· ὃν γὰρ ἄν τις ὑπόθοιτο πεπερασμένον χρόνον μὴ εἶναι αὐτό, ἀδύνατον ὑποτίθεται.3 εἰ γὰρ τὸν ἄπειρον χρόνον ἔστιν, ὅπερ αὐτὸς εἶπε δύναται εἶναι, δῆλον, ὅτι καὶ ἐκεῖνον τὸν πεπερασμένον ἔστι· πᾶς γὰρ πεπερασμένος ἐν τῷ ἀπείρῳ περιέχεται. οὕτως μὲν οὖν τῇ τοῦ ἀεὶ ὄντος ἐννοίᾳ χρησάμενος ἔδειξεν, ὅτι τὸ ἀεὶ ὂν καὶ ἀγένητόν ἐστιν, εἴπερ τὸ μὲν ἀεὶ ἔστι, τὸ δὲ γενητόν ποτε μὴ εἶναι ἀνάγκη. εἶτα ἐπήγαγεν οὐκ ἄρα ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν ἀεί τε δύνασθαι εἶναι καὶ ἀεὶ μὴ εἶναι τῆς ἐπὶ τοῦ φθαρτοῦ ῥηθείσης ἡμᾶς ἀποδείξεως ὑπομιμνήσκων. εἰ γὰρ ἀεὶ ὂν γενητὸν ὑποτεθῇ, ἐνεργείᾳ ὂν ἀεὶ δύναμιν ἔχει ἀεὶ τοῦ μὴ εἶναι· ἀεὶ γὰρ ὂν γενητόν ἐστιν· ἐὰν οὖν ὑποθώμεθα ὑπάρχειν αὐτῷ, ὃ δύναται, συμβήσεται τὸ αὐτὸ ἐνεργείᾳ εἶναί τε καὶ μὴ εἶναι, ὅπερ ἐστὶν ἀδύνατον. ἐπιτείνων δὲ τὸ ἀδύνατον ὁ Ἀριστοτέλης οὐκ ἄρα ἐνδέχεται φησὶ τὸ αὐτὸ καὶ ἓν ἀεί τε δύνασθαι εἶναι καὶ ἀεὶ μὴ εἶναι· ἐναντίον γὰρ τὸ ἀεὶ μὴ εἶναι τῷ ἀεὶ εἶναι, ὡς μαθησόμεθα. καὶ πρότερον μὲν ἀπὸ τῆς τοῦ ἀεὶ εἶναι ἐννοίας ἔδειξεν, ὅτι ἀδύνατον αὐτὸ ποτὲ μὴ εἶναι, νῦν δὲ ἀπὸ τοῦ τὸ ἀεὶ ὂν γενητὸν λεγόμενον ἀεὶ δύναμιν ἔχειν τοῦ μὴ εἶναι, εἰ ἄγοιτο εἰς ἐνέργειαν, ὃ δύναται, συμβαίνει ἀεί τε εἶναι καὶ ἀεὶ μὴ εἶναι· οὐ γὰρ εἰς ὡρισμένον τινὰ χρόνον εἶχε τὴν τοῦ μὴ εἶναι δύναμιν, ἐπεὶ πρὸ ἐκείνου καὶ μετ’ ἐκεῖνον οὐκ ἂν ἦν γενητόν, ἀλλ’ εἰς ἄπειρον ὑπόκειται ὥσπερ τοῦ εἶναι οὕτως καὶ τοῦ μὴ εἶναι τὴν δύναμιν ἔχον.
“同样地它亦是未生成的”至“能够既永远存在又永远不存在”。 在证明了永远存在之物是不可毁灭的之后,他接着证明它亦是未生成的,此时所采用的方法既不同于此前的方法,又与此前的方法相同。因为他假定它是生成的,进而推导出它将能够在某个时间内不存在。因为正如我们把能够在存在之后不存在之物称为可毁灭的一样,同样我们也把能够在存在之前不存在之物称为生成的;而已被假定为永远存在之物是不可能不存在的;因此它既不可能在无限时间内不存在,亦不可能在有限时间内不存在;因为无论有人假定它在何种有限时间内不存在,他所假定的都是不可能之事。因为如果它在无限时间内存在(这正是他自己所说的“能够存在”),显然它亦在那段有限时间内存在;因为一切有限者皆包含于无限者之中。因此,他就是这样利用“永远存在之物”的概念证明了永远存在之物亦是未生成的——只要一者永远存在,而生成之物必然在某个时刻不存在。随后他推论道:“因此同一且单一之物不可能能够既永远存在又永远不存在”,这使我们想起了就可毁灭之物所作的证明。因为如果假定永远存在之物是生成的,那么它在现实活动中永远存在的同时,就永远拥有不存在的潜能(因为作为永远存在之物,它是生成的);因此,如果我们假定它所能够之事属于它,就将产生同一事物在现实活动中既存在又不存在的结果,而这是不可能的。亚里士多德在强化这一不可能性时说道:“因此同一且单一之物不可能能够既永远存在又永远不存在”;因为正如我们将会学到的,永远不存在与永远存在是相反的。此前,一方面他从“永远存在”的概念出发证明了它绝不可能在某个时刻不存在;而现在,另一方面从被称为生成的永远存在之物永远拥有不存在的潜能出发,如果它所能够之事被引入现实活动,结果就是它既永远存在又永远[不存在];因为它的不存在之潜能并非面向某个确定的时间,否则在彼时间之前和之后它就将不是生成的了,而是假定它如同拥有存在的潜能一样,亦向着无限[时间]拥有不存在的潜能。
- 1.119καὶ ἑτέρᾳ τῆς πρόσθεν καὶ τῇ αὐτῇ
属格 τῆς πρόσθεν 作为比较属格依附于 ἑτέρᾳ。它与随后的 καὶ τῇ αὐτῇ 并列,构成了“既不同于此前(的证明),同时又与之相同(的方法)”这一看似矛盾的表述,分别指基于概念内涵的归谬和基于潜能现实化自相矛盾的论证。
- 1.119νῦν δὲ ἀπὸ τοῦ τὸ ἀεὶ ὂν γενητὸν λεγόμενον ἀεὶ δύναμιν ἔχειν τοῦ μὴ εἶναι, εἰ ἄγοιτο εἰς ἐνέργειαν, ὃ δύναται, συμβαίνει ἀεί τε εἶναι καὶ ἀεὶ μὴ εἶναι
该句的主干为 νῦν δὲ ἀπὸ τοῦ ... ἔχειν ... συμβαίνει。介词短语 ἀπὸ τοῦ [不定式短语] 引导论证的出发点/依据,其后插入了条件从句 εἰ ἄγοιτο ...,主句动词 συμβαίνει 后紧接不定式短语 ἀεί τε εἶναι καὶ ἀεὶ μὴ εἶναι 以指出不可能的结论。
- 1.119ὃν γὰρ ἄν τις ὑπόθοιτο πεπερασμένον χρόνον μὴ εἶναι αὐτό, ἀδύνατον ὑποτίθεται
这是一个先行词同化并前置的关系从句(hyperbaton),关系代词 ὃν 将被修饰的名词 πεπερασμένον χρόνον 吸收进由 ἄν + 希求法(ὑπόθοιτο)构成的从句中。主句的谓语是 ἀδύνατον ὑποτίθεται(“他假定了不可能之事”)。
