- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:325.29-327.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修注解了亚里士多德在《论天》281b20中关于永恒之物就无条件而言不可毁灭的证明,详细剖析了假设在无限时间内拥有毁灭潜能必然导致同时存在与不存在的绝对不可能性的逻辑结构,并批驳了亚历山大主张补充文本说明的见解。
" Ὥστε, εἴ τι ἄπειρον χρόνον ὂν φθαρτόν ἐστιν ἕως τοῦ ἅπαν ἄρα τὸ ἀεὶ ὂν ἁπλῶς ἄφθαρτον." Τοῖς προληφθεῖσι χρώμενος δείκνυσιν ἐφεξῆς, ὅτι τὸ ἀίδιον ἄφθαρτόν ἐστιν, εἶτα ὅτι καὶ ἀγένητον· εἶτα λοιπόν, ὅτι καὶ ἀντιστρέφει ταῦτα πρὸς τὸ ἀίδιον, τουτέστιν ὅτι καὶ τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον ἀίδιά ἐστι, προθέμενος δεῖξαι, εἰ μὴ ἀκολουθοῦσι, φησίν, ἀλλήλοις τὸ ἄφθαρτον καὶ τὸ ἀγένητον, οὐδὲ τὸ ἀίδιον ἑκατέρῳ αὐτῶν ἀκολουθήσει.1 ἵνα δὲ δείξῃ, ὅτι τὸ ἄφθαρτον καὶ τὸ ἀγένητον ἀλλήλοις ἀκολουθοῦσι, δείκνυσι πρότερον, ὅτι τὸ γενητὸν καὶ τὸ φθαρτὸν ἀντακολουθοῦσι· καὶ οὕτως ἔσται καθόλου δεδειγμένα, ἅπερ ὑπέσχετο, ὅτι ἀδύνατον τὸ ἀγένητον ὂν φθαρῆναι ἢ γενόμενόν τι ἄφθαρτον διατελεῖν, εἴπερ καὶ τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον ἀίδιά ἐστι, καὶ τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον καὶ τὸ γενητὸν καὶ τὸ φθαρτὸν ἀντακολουθοῦσιν ἀλλήλοις· ἑκάστη γὰρ τῶν τριῶν τούτων ἐφόδων, αἷς ἐχρήσατο, δείκνυσι τὰ ἐπαγγελθέντα. εἴτε γὰρ ἀίδιά ἐστι τὰ ἀγένητα καὶ ἄφθαρτα, ἀδύνατον ἢ τὸ ἀγένητον φθαρτὸν εἶναι ἢ τὸ γενητὸν ἄφθαρτον· οὔτε γὰρ τὸ γενητὸν οὔτε τὸ φθαρτὸν ἀίδια εἶναι δυνατόν· εἴτε ἀντακολουθοῦσιν ἀλλήλοις τό τε γενητὸν καὶ τὸ φθαρτὸν καὶ τὸ ἄφθαρτον καὶ ἀγένητον, καὶ οὕτως ἀδύνατον ἀγένητόν τι ὂν φθαρῆναι ἢ γενητὸν ὑπάρχον ἄφθαρτον διατελέσαι. Πρῶτον οὖν δείκνυσιν ἐκ τῶν προειρημένων, ὅτι τὸ ἀίδιον ἄφθαρτόν ἐστι καὶ οὐκ ἂν εἴη φθαρτόν. προείληπται δέ, ὅτι τὸ εἰς ἄπειρον χρόνον πλειόνων δύναμιν ἔχον, οἷον τοῦ εἶναι καὶ μὴ εἶναι, οὕτως αὐτὰς ἔχει ὡς καὶ τὰς ἐνεργείας αὐτῶν ἅμα δέξασθαι δυνάμενον· εἰ γὰρ ἔστιν ὅτε μὴ δύναται ἐνεργεῖν κατ’ ἄμφω, μάτην λέγεται εἰς ἄπειρον αὐτῶν τὴν δύναμιν ἔχειν· πᾶσα γὰρ δύναμις ἐνεργείας τινός ἐστι δύναμις, ὥστε τὸ εἰς ἄπειρον δύναμιν ἔχον τοῦ μὴ εἶναι2 (τοιοῦτον γὰρ ἂν εἴη τὸ ὑποτιθέμενον ἀίδιον φθαρτόν), ἐπειδὴ πᾶσα δύναμις ἐνεργείας ἐστὶ δύναμις, γένοιτο ἄν ποτε ἐν τῷ μὴ εἶναι, καὶ οὐκ ἀδύνατον ὑποθέσθαι τοῦτο αὐτῷ παρεῖναι κατ’ ἐνέργειαν, ὃ ἐδύνατο· ὥστε ὑποκείσθω φθειρόμενον, κἂν μήπω φθείρεται, ἔσται δὲ ἡ ὑπόθεσις αὕτη ψευδὴς μέν, εἰ μήπω ἔφθαρται, οὐκ ἀδύνατος δέ, εἴπερ δύναμιν ἔχει τοῦ φθαρῆναι· ἀλλ’, εἰ ἀίδιον ὂν φθείρεταί ποτε, ἀνάγκη αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι, ὅπερ οὐ μόνον ψεῦδός ἐστιν, ἀλλὰ καὶ ἀδύνατον. οὐκ ἦν δὲ ἡ ὑπόθεσις ἀδύνατος, ἀλλὰ ψευδὴς μόνον, τὸ νῦν, εἰ τύχοι, φθαρῆναι τὸ δύναμιν ἔχον τοῦ τοῦτο παθεῖν· οὐ παρὰ τὴν ὑπόθεσιν ἄρα ἡ τοῦ ἀδυνάτου ἀκολουθία (οὐ γὰρ ἀκολουθεῖ ψεύδει τὸ ἀδύνατον), ἀλλὰ παρὰ τὸ ἐξ ἀρχῆς ὅλως ἀδύνατον ὂν τὸ εἰς ἄπειρον χρόνον δύναμιν ἔχειν τοῦ μὴ εἶναι.3 τοῦτο γὰρ λέγει ὁ ἀίδιόν τι φθαρτὸν ὑποθέμενος· τὸ γὰρ ἀεὶ ὂν δύναμιν ἔχειν φησὶ τοῦ ποτὲ μὴ εἶναι, ὥστε, ἂν ὑποτεθῇ μὴ ὄν, ἅμα ὄν τε καὶ οὐκ ὂν ἔσται, οὗ τί ἂν εἴη ἀδυνατώτερον; ὂν μέν, ὅτι τὸ ἐπ’ ἄπειρον δύναμιν ἡντιναοῦν ἔχον εἶναι ἀνάγκη ἐπ’ ἄπειρον (τὸ γὰρ μὴ ὑφεστὼς οὐδ’ ἂν δύναμιν ἔχειν λέγοιτο), μὴ ὂν δέ, ὅτι ὑπόκειται τοῦτο παθόν, ὅπερ ἐδύνατο. καὶ τοῦτο σαφηνίζων ὁ Ἀριστοτέλης προστέθεικε τὸ εἰ δὴ ἄπειρον χρόνον· τὸ γὰρ ἄπειρον χρόνον δύναμιν ἔχον καὶ εἶναι ἄπειρον χρόνον ἀνάγκη, εἴτε τοῦ εἶναι καὶ μὴ εἶναι ἔχει τὴν δύναμιν, ὅπερ προὔλαβεν Ἀριστοτέλης πλειόνων εἰπὼν ἔχειν δύναμιν ἄπειρον χρόνον, εἴτε καὶ μόνου τοῦ μὴ εἶναι ἔχει τὴν δύναμιν. μάτην οὖν οἶμαι τὸν Ἀλέξανδρον ἀξιοῦν προσυπακούειν τῷ μὲν εἰ δὴ ἄπειρον χρόνον τὸ ἀμφοτέρων τι τὴν δύναμιν ἔχει, καὶ πάλιν τῷ ἔστω ὑπάρχον ὃ δύναται τό τε εἶναι καὶ μὴ εἶναι· ἀρκεῖ γὰρ πρὸς τὸ ἀεὶ αὐτὸ εἶναι τὸ ὑποθέσθαι ἄπειρον χρόνον ὂν καὶ μέντοι καὶ τὸ ἐπ’ ἄπειρον δύναμιν τοῦ μὴ εἶναι· τὸ γὰρ φθαρτὸν εἶναι εἰς ἄπειρον οὐδὲν ἄλλο δηλοῖ ἢ ὅτι εἰς ἄπειρον· τοιοῦτον γὰρ τὸ δύναμιν ἔχον ὡς ἄπειρον οὑτινοσοῦν, μάλιστα δὲ τοῦ εἶναι καὶ μὴ εἶναι. Συμπεραινόμενος δὲ τοῦτον τὸν λόγον ὁ Ἀριστοτέλης ἅπαν ἄρα, φησί, τὸ ἀεὶ ὂν ἁπλῶς ἄφθαρτον, τουτέστιν οὐκ ἔχον δύναμιν τοῦ φθαρῆναι οὐδὲ τοιοῦτον ὄν, ὥστε φθαρτὸν λέγεσθαι· τοῦτο γὰρ ἡ τοῦ ἁπλῶς προσθήκη δηλοῖ. εἰ γὰρ τὸ ἀεὶ ὂν μὴ ἁπλῶς ἄφθαρτον εἴη, ἀλλὰ μετὰ δυνάμεως τοῦ φθαρῆναι ἤτοι τοῦ μὴ εἶναι, ἐδείχθη ἀδύνατόν τι ἑπόμενον τὸ ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι κατ’ ἐνέργειαν, ὅπερ οὐ τῷ ψευδῶς ὑποτεθέντι ἠκολούθησεν, ἀλλ’ ἀδυνάτῳ τῷ τὸ ἀίδιον φθαρτὸν ὑποθεμένῳ. εἰκότως οὖν συμπερανάμενος εἶπεν, ὅτι ἅπαν τὸ ἀεὶ ὂν ἁπλῶς ἄφθαρτόν ἐστιν.
“因此,如果有任何在无限时间内存在的事物是可毁灭的”至“因此,一切永远存在的事物就无条件而言乃是不可毁灭的”。 [亚里士多德]利用预先确立的前提,接着证明永恒之物是不可毁灭的,继而证明它亦是未生成的;然后作为余下的要点,他预设要证明这些属性与永恒之物互换,也就是说,未生成之物与不可毁灭之物亦皆为永恒之物,并说道:如果不可毁灭之物与未生成之物不相互伴随,那么永恒之物亦不会伴随它们中的任何一者。而为了证明不可毁灭之物与未生成之物相互伴随,他预先证明了生成之物与可毁灭之物相互伴随;这样,他所承诺证明的论题就将得到全称的证明,即:未生成之物不可能毁灭,或者生成之物不可能持续不可毁灭——只要未生成之物与不可毁灭之物皆为永恒,并且未生成之物与不可毁灭之物,以及生成之物与可毁灭之物皆彼此相互伴随;因为他所采用的这三条探讨路径中的每一条,都证明了所承诺的论题。因为,无论未生成之物与不可毁灭之物是永恒的,因而未生成之物不可能可毁灭,或者生成之物不可能不可毁灭(因为生成之物与可毁灭之物都不可能是永恒的);还是生成之物与可毁灭之物、以及不可毁灭之物与未生成之物彼此相互伴随,同样地,某物作为未生成之物而毁灭,或者作为生成之物而持续不可毁灭,都是不可能的。因此,他首先依据前述诸要点证明:永恒之物乃是不可毁灭的,不可能为可毁灭的。而预先确立的是:在无限时间内拥有多数事物之潜能者(例如存在与不存在的潜能),乃是以亦能同时接受它们的现实活动的方式拥有这些潜能的;因为如果有某个时刻它不能按照两者进行现实活动,那么说它在无限时间内拥有它们的潜能便是徒劳的;因为一切潜能皆是某种现实活动的潜能,以致在无限时间内拥有不存在之潜能者(假定中永恒而可毁灭之物就将是这样的),由于一切潜能皆为现实活动的潜能,就将有朝一日处于不存在之中,并且假设它所能够之事在现实活动中呈现于它,并非不可能;因此,即便它尚未毁灭,亦设它正处于毁灭之中;而这一假设如果它尚未毁灭固然是虚假的,但如果它确实拥有毁灭的潜能则并非不可能;然而,如果它作为永恒之物却在某个时刻毁灭,那么它必然在同一时刻既存在又不存在,而这不仅是虚假的,而且是不可能的。然而,假定拥有遭受此点之潜能者在眼下(比方说)毁灭,这一假设并非不可能,而仅仅是虚假的;因此,不可能结果的随之发生并非由于该假设(因为不可能之结论并不随虚假而来),而是由于起初完全不可能的要点,即在无限时间内拥有不存在的潜能。因为假设某件永恒之事为可毁灭者,所主张的正是这一点;因为他说永远存在之物拥有在某个时刻不存在的潜能,以致若假设其不存在,它就将同时既存在又不存在,对此还有什么比这更不可能的呢?一方面它是存在的,因为凡在无限时间内拥有无论何种潜能者,必然在无限时间内存在(因为非存立之物甚至不能被说成拥有潜能);另一方面它是不存在的,因为已假定它遭受了它所能遭受的。为了阐明这一点,亚里士多德补充了“如果确实在无限时间内”;因为在无限时间内拥有潜能者,亦必然在无限时间内存在,无论它是拥有存在与不存在的潜能(这正是亚里士多德此前通过说在无限时间内拥有多数事物的潜能所预设的),还是仅拥有不存在的潜能。因此我认为,亚历山大要求在“如果确实在无限时间内”之后补充理解“某物拥有两者的潜能”,又在“设其所能够者属于它”之后补充理解“既存在又不存在”,乃是徒劳的;因为为了让它永远存在,假设它在无限时间内存在、乃至假设它在无限时间内拥有不存在的潜能,就已经足够了;因为在无限时间内可毁灭,无非表明它在无限时间内[存在];因为将某种潜能作为无限潜能而拥有者(尤其是存在与不存在的潜能),正是这样的。在结束这一论证时,亚里士多德说:“因此,一切永远存在的事物就无条件而言乃是不可毁灭的”,也就是说,不拥有毁灭的潜能,亦非能被称为可毁灭的那样的事物;因为“就无条件而言”的添加正表明了这一点。因为如果永远存在之物不是就无条件而言不可毁灭,而是伴随着毁灭的潜能、亦即不存在的潜能,那么就已经证明了随之而来的乃是不可能之事,即同一事物在现实活动中同时既存在又不存在,而这并非伴随虚假假设的前提而来,乃是伴随假设永恒之物为可毁灭这一不可能的前提而来。因此,他理所当然地总结并说道:一切永远存在的事物就无条件而言乃是不可毁灭的。
- 1.118προθέμενος δεῖξαι, εἰ μὴ ἀκολουθοῦσι, φησίν, ἀλλήλοις τὸ ἄφθαρτον καὶ τὸ ἀγένητον, οὐδὲ τὸ ἀίδιον ἑκατέρῳ αὐτῶν ἀκολουθήσει.
分词短语 προθέμενος δεῖξαι(“预设要证明”)支配紧接其前的 ὅτι 从句(ὅτι καὶ ἀντιστρέφει... ἀίδιά ἐστι),而置于引语之中的 φησίν(“他说”)作为主句动词,引出条件句“如果不可毁灭之物与未生成之物不相互伴随,永恒之物亦不会伴随它们中的任何一者”。
- 1.118μάτην οὖν οἶμαι τὸν Ἀλέξανδρον ἀξιοῦν προσυπακούειν τῷ μὲν εἰ δὴ ἄπειρον χρόνον τὸ ἀμφοτέρων τι τὴν δύναμιν ἔχει, καὶ πάλιν τῷ ἔστω ὑπάρχον ὃ δύναται τό τε εἶναι καὶ μὴ εἶναι
该句核心结构为 οἶμαι(主干动词)加上宾格不定式 τὸν Ἀλέξανδρον ἀξιοῦν(“我认为亚历山大要求……”)。动词 προσυπακούειν(“额外补充理解”)支配与格(τῷ μὲν... τῷ [δὲ]...)以指示被注解的原句位置,而需要补充的内容则由中性单数冠词引领的宾格短语(τὸ ἀμφοτέρων τι τὴν δύναμιν ἔχει 和 τό τε εἶναι καὶ μὴ εἶναι)表示。
- 1.118οὐ παρὰ τὴν ὑπόθεσιν ἄρα ἡ τοῦ ἀδυνάτου ἀκολουθία (οὐ γὰρ ἀκολουθεῖ ψεύδει τὸ ἀδύνατον), ἀλλὰ παρὰ τὸ ἐξ ἀρχῆς ὅλως ἀδύνατον ὂν τὸ εἰς ἄπειρον χρόνον δύναμιν ἔχειν τοῦ μὴ εἶναι.
前置词 παρά 接宾格在此表示原因或归咎(“由于”、“归因于”)。通过 οὐ... ἀλλά 的呼应,指明引出不可能结论的责任不在于假设本身(假设仅仅是虚假的),而在于最初全然不可能的前提,即“在无限时间内拥有不存在的潜能”。
