← 辛普里丘

亚里士多德《论天》注释

§324.9-325.28

对立潜能的同时具有与无限时间下的推论

辛普利丘论述了无条件的虚假与不可能之间的区别,区分了假设虚假与假设不可能,分析了对立潜能的同时具有与现实活动的相继进行,并阐明在无限时间内拥有相反者的潜能必然导致两者同时实现的荒谬结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.117#2

Μετὰ δὲ τὰ ἐξ ὑποθέσεως δυνατὰ καὶ ἀδύνατα καὶ ψευδῆ καὶ ἀληθῆ διδάσκει, τίνα τὰ ἁπλῶς καὶ κυρίως τοιαῦτα, περὶ ὧν τὸν λόγον ποιήσεται. καὶ ἐπὶ τούτων μάλιστα τὴν διαφορὰν δείκνυσι τοῦ τε ψεύδους καὶ ἀδυνάτου, ἀφ’ ὧν καὶ τοῦ ἀληθοῦς καὶ δυνατοῦ τὴν διαφορὰν ῥᾴδιον ἐννοεῖν. τὸν γὰρ μὴ ἑστῶτα, δυνάμενον δὲ ἑστάναι1 εἰπεῖν ἑστάναι ψεῦδος μέν, οὐκ ἀδύνατον δέ, καὶ δυνατὸν μέν, οὐκ ἀληθὲς δέ, εἴ γε κεῖται δύνασθαι αὐτὸν ἑστάναι ποτέ. τὸ δὲ ἅμα φάναι ἑστάναι τε καὶ καθῆσθαι τὸν αὐτὸν ἐν τῷ αὐτῷ χρόνῳ πρὸς τῷ ψεῦδος εἶναι καὶ ἀδύνατον ἁπλῶς ἐστιν. ὁμοίως δὲ καὶ τὸ τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρᾷ οὐ μόνον ψεῦδός ἐστιν, ἀλλὰ καὶ ἀδύνατον. διὰ δὲ τοῦ εἰπεῖν οὐ μόνον ψεῦδος, ἀλλὰ καὶ ἀδύνατον ἐνεδείξατο, ὅτι τὸ μὲν ἀδύνατον πρὸς τῷ ἀδύνατον εἶναι πάντως καὶ ψεῦδός ἐστι, τὸ δὲ ψεῦδος οὐκ ἤδη πάντως καὶ ἀδύνατόν ἐστιν· εἰ γὰρ ἀντηκολούθουν ἀλλήλοις, οὐ χρεία ἦν τοῦ εἰπεῖν οὐ μόνον ψεῦδος, ἀλλὰ καὶ ἀδύνατον. Δείξας δέ, ὅτι ἄλλο τὸ ψεῦδός ἐστι καὶ ἄλλο τὸ ἀδύνατον, ἀκολούθως ἐπιφέρει οὐ δὴ ταὐτόν ἐστιν ὑποθέσθαι ψεῦδος καὶ ἀδύνατον, οὐδὲ τὸ ὑποθέσθαι ψεῦδος ταὐτόν ἐστι τῷ ἀδύνατον ὑποθέσθαι. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι οὐ ταὐτόν ἐστι τὸ ὑποθέσθαι τι ἀδύνατον ἢ ψεῦδος καὶ τὸ ἐξ ὑποθέσεως ῥηθὲν ἀδύνατον ἢ ψεῦδος. ὁ μὲν γὰρ λέγων ‘ἔστω ἡ διάμετρος σύμμετρος τῇ πλευρᾷ’ ἀδύνατόν τι ὑποτίθεται· ὁ δὲ λέγων ‘εἰ ἡ ὑποτείνουσα τὰς τὴν ὀρθὴν γωνίαν περιεχούσας ἴσας ἀλλήλαις πλευρὰς ἴση ἐστὶν αὐταῖς, σύμμετρος ἔσται ἡ διάμετρος τῇ πλευρᾷ’ οὗτος ἐξ ὑποθέσεως ἀδυνάτου ἀδύνατόν τι συνήγαγεν. καὶ ὁ ἡμέρας οὔσης λέγων ‘εἰ ὁ ἥλιος ὑπὸ γῆν ἐστι, νύξ ἐστιν’ ἐξ ὑποθέσεως ψεύδους ψεῦδός τι λέγει τῆς ἀκολουθίας ἐν τούτοις ἐρρωμένης. Ἐφεξῆς δὲ καὶ τὸ λοιπὸν ἐπήγαγεν, ὅτι συμβαίνει ἀδύνατον ἐξ ἀδυνάτου, ἀλλ’ οὐχὶ ἐκ ψεύδους ἁπλῶς, εἰ μὴ τύχοι τὸ ψευδὲς καὶ ἀδύνατον ὄν. τοῦτο δὲ ἀναποδείκτως νῦν τέθεικεν, ὅτι τυγχάνει δεδειχὼς ἐν τῷ πρώτῳ τῶν Προτέρων Ἀναλυτικῶν τὰς ἀκολουθίας οἰκείως ἐχούσας, ὥστε τῷ μὲν ψεύδει ψεῦδος ἀκολουθεῖν, τῷ δὲ ἀδυνάτῳ ἀδύνατον. Εἶτα ἐφεξῆς καὶ ἄλλο τι προσλαμβάνει χρήσιμον αὐτῷ πρὸς τὴν τοῦ προτεθέντος ἀπόδειξιν, ὅτι τῶν ἀντικειμένων, οἷον τοῦ ἑστάναι καὶ τοῦ καθῆσθαι, ἅμα ἔχει τι τὴν δύναμιν, οὐ μέντοι οὕτως ὥστε καὶ ἅμα τὰς ἐνεργείας τῶν δυνάμεων τούτων ἔχειν (τοῦτο γὰρ ἀδύνατον τὸ ἐνεργεῖν ἅμα κατὰ τὰς ἐναντίας), ἀλλ’ ὥστε ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ κατ’ αὐτὰς ἐνεργεῖν παρὰ μέρος· οὐχ οὕτως δὲ ἐν ἄλλῳ, ὡς ἐν ἀφωρισμένοις, οἷον τοῦ μὲν ἡβᾶν ἐν τῷδε, τοῦ δὲ πολιοῦσθαι ἐν τῷδε· εἰ γὰρ οὕτως, οὐκέτι τὰς δυνάμεις ἅμα ἔχει τὰς τῶν ἀντικειμένων (ὁ γὰρ γηράσας οὐκέτι δύναται ἡβᾶν)· ἀλλ’ ὅταν μηδὲν μᾶλλον ἐν τῷδε τῷ χρόνῳ τῆσδε τῆς δυνάμεως τὴν ἐνέργειαν πέφυκεν ἐνεργεῖν ἤπερ τῆς ἀντικειμένης αὐτῇ, τότε ἅμα μὲν ἀμφοτέρων τὰς δυνάμεις λέγοιτο ἂν ἔχειν, ὡς τοῦ ἑστάναι καὶ καθῆσθαι, οὐ μέντοι ἅμα ἄμφω τὰς ἐνεργείας ἐνεργεῖν. ὁ δὲ λέγων ἐπ’ ἄπειρόν τι πλειόνων καὶ ἀντικειμένων δύναμιν ἔχειν οὐχ ὡς ἐν ἄλλῳ χρόνῳ καὶ ἄλλῳ τὰς ἐνεργείας ἕξοντος αὐτοῦ λέγει·2 οὐκέτι γὰρ ἐπ’ ἄπειρον ἕξει τὴν δύναμιν αὐτῶν, εἰ ἔστι ποτέ, ὅτε μὴ δύναται τὴν ἐνέργειάν τινος αὐτῶν ἔχειν· ἀλλ’ ὁ τοῦτο λέγων λέγει ἅμα δύνασθαι τὰς τῶν πλειόνων καὶ ἀντικειμένων ἐνεργείας ἔχειν, ὅπερ ἀδύνατον. εἰ τοίνυν λέγοι τις τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι ἐπ’ ἄπειρόν τι δύναμιν ἔχειν, ὡς ἅμα κατ’ ἀμφότερα δυναμένου ἐνεργεῖν λέγει, ὅπερ ἀδύνατον· ἀδύνατον γὰρ ἅμα τὰ πλείονα καὶ ἀντικείμενα πρᾶξαι ἢ παθεῖν.

在基于假设的可能与不可能、虚假与真实之后,[亚里士多德]讲授了无条件的且在本义上如此的事物是哪些,而他将要就这些事物展开论证。并且尤其在这些事物上,他展示了虚假与不可能之间的区别,由此亦容易领会真实与可能之间的区别。因为对于一个没有站着、却能够站着的人,说他正站着,乃是虚假的,但并非不可能,而且是可能的,但并非真实的——假定他确实能够有朝一日站着。然而声称同一个人在同一时间同时既站着又坐着,除了是虚假的之外,就无条件而言也是不可能的。同样,对角线与边可通约,不仅是虚假的,而且是不可能的。通过说“不仅是虚假的,而且是不可能的”,他表明了:不可能之物除了是不可能的之外,在一切情形下亦为虚假,而虚假之物却并非随即在一切情形下亦为不可能;因为假若它们彼此相互蕴涵,便无须说“不仅是虚假的,而且是不可能的”了。在展示了虚假是一回事而不可能则是另一回事之后,他顺理成章地推论道:“因此,假设虚假与[假设]不可能并非同一回事,假设虚假亦不同于假设不可能。”然而值得注意的是,假设某件不可能或虚假的事,与基于假设而被称为不可能或虚假的事,并非同一回事。因为说“设对角线与边可通约”的人,是在假设某件不可能的事;而说“如果对向包含直角且彼此相等的各边的弦边与它们相等,对角线就将与边可通约”的人,则是从一个不可能的假设中推导出了某件不可能的事。而在白天时说“如果太阳在地底下,便是夜晚”的人,则是从一个虚假的假设中说出了某件虚假的事,因为在这些情形下推论关系是有效的。随后,他又引申出了其余的要点,即不可能之结论由不可能的前提而来,而非由无条件的虚假而来,除非该虚假恰好本身亦为不可能。而他现在不加证明地确立了这一点,是因为他在《前分析篇》第一卷中恰好已经证明了推论关系具有固有规定,以致随虚假而来的乃是虚假,随不可能而来的乃是不可能。接着在此之后,他又采纳了另一件对他证明所提议题有用的要点:对于对立的事物(例如站着与坐着),某物固然可以同时拥有这两种潜能,然而却并非以同时拥有这些潜能的现实活动的方式(因为这是不可能的,即同时按照相反者进行现实活动),而是以在不同时间轮流按照它们进行现实活动的方式;但并非以在限定时期的那种不同时间的方式,例如在此时期处于青年,在彼时期头发变白;因为假若是这样,它就不再同时拥有对立事物的诸潜能了(因为变老的人不再能够处于青年);相反,只要它在此时期进行此潜能的现实活动比起进行与其对立的潜能的现实活动而言在自然上并无偏向,那时它就可以被说成同时拥有两者的潜能(如站着与坐着),然而却并非同时实现两者的现实活动。而说某物在无限时间内拥有多数且对立之物的潜能的人,其说法并非基于该物将在不同时间拥有现实活动这一假定;因为如果曾经有某个时刻它不能拥有其中某一者的现实活动,它就将不再在无限时间内拥有它们的潜能;相反,作此说者乃是在主张该物能够同时拥有多数且对立之物的现实活动,而这乃是不可能的。因此,如果有人说某物在无限时间内拥有存在与不存在的潜能,他的说法就如同认为该物能够同时按照两者进行现实活动一样,而这乃是不可能的;因为同时做出或遭受多数且对立的事物是不可能的。

语法注2 条
  1. 1.117τὸν γὰρ μὴ ἑστῶτα, δυνάμενον δὲ ἑστάναι εἰπεῖν ἑστάναι

    不定式 εἰπεῖν 作为主语不定式(“说……”),支配一个带不定式的宾格结构 τὸν μὴ ἑστῶτα... ἑστάναι(“未站立者正在站立”)。整句的谓语是后随的名词与形容词 ψεῦδος μέν, οὐκ ἀδύνατον δέ。

  2. 1.117οὐχ ὡς ἐν ἄλλῳ χρόνῳ καὶ ἄλλῳ τὰς ἐνεργείας ἕξοντος αὐτοῦ λέγει

    由 ὡς 引导的属格绝对结构 ἕξοντος αὐτοῦ 表示说话者的假定或前提(“基于它将在……拥有现实活动的假定”),修饰主要动词 λέγει。后接的 οὐκέτι γὰρ ἐπ’ ἄπειρον ἕξει... 解释了为何该假定不能成立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:324.9-325.28