← 辛普里丘

亚里士多德《论天》注释

§322.19-324.8

虚假与不可能的区分及假设性真伪的探讨

辛普里修阐释了亚里士多德在《论天》第1卷第12章(281b2)中引入虚假与不可能的区分以及无条件与基于假设的划分的逻辑背景,并考察了亚历山大关于几何命题(三角形内角和与对角线不可通约性)的解释以及基于假设的真伪性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.117#1

" Ἀρχὴ δὲ ἔστω ἐντεῦθεν ἕως τοῦ ἀλλὰ τοῦ ἅμα πάντα πρᾶξαι." Ἀρχὴν ποιεῖται τῆς δείξεως τοῦ ἀδύνατον εἶναί τι ἄπειρον χρόνον ἅμα τοῦ εἶναί τε καὶ μὴ εἶναι δύναμιν ἔχον τὸ δεῖξαι,1 ὅτι μὴ ταὐτόν ἐστι τὸ ψεῦδος καὶ τὸ ἀδύνατον, μηδὲ ὁ ὑποτιθέμενος ψεῦδος ἤδη καὶ ἀδύνατον ὑποτίθεται, καὶ ὅτι ἀκολουθεῖ ἀδυνάτῳ μὲν ἀδύνατον, ψεῦδος δὲ ψεύδει, ὡς ἐν τῷ πρώτῳ τῶν Προτέρων Ἀναλυτικῶν ἔδειξε. καὶ πρῶτον, ὅτι μὴ ταὐτόν ἐστι τὸ ψεῦδος καὶ τὸ ἀδύνατον, δείκνυσι διαιρῶν ἑκάτερον αὐτῶν εἴς τε τὸ ἁπλῶς καὶ εἰς τὸ ἐξ ὑποθέσεως, ἵνα τὰ πολλαχῶς λεγόμενα διορίσας ἐκλέξηται ἐκεῖνα, περὶ ὧν τὸν λόγον ποιήσεται· τῶν γὰρ ἁπλῶς καὶ κυρίως λεγομένων δεήσεται πρὸς τὰ προκείμενα καὶ τὰς τούτων πρὸς ἄλληλα ἀκολουθίας. διὰ παραδειγμάτων δὲ ἐλλιπῶς ἑρμηνευθέντων τὸ καθ’ αὑτὸ μὲν ἀναγκαῖον ὄν, ἐξ ὑποθέσεως δὲ ἀδύνατον γινόμενον παρίστησι. τὸ γὰρ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας τὸ τρίγωνον ἐξ ἀνάγκης ὑπάρχον αὐτῷ ἐξ ὑποθέσεως ἀδύνατον ἔσται, εἴ τις ὑπόθηται τὴν ἐκτὸς τοῦ τριγώνου γωνίαν δύο ταῖς ἐντὸς καὶ ἀπεναντίον μὴ ἴσην εἶναι, ἀλλ’ ἢ μείζονα αὐτῶν ἢ ἐλάττονα, καὶ τὸ τὴν διάμετρον τοῦ τετραγώνου ἀσύμμετρον εἶναι ταῖς πλευραῖς ἀναγκαῖον ὑπάρχον ἀδύνατον δειχθήσεται, ἐὰν ὑπόθηταί τις ἐν τοῖς ὀρθογωνίοις ἰσοσκελέσι τριγώνοις τὴν ὑποτείνουσαν τὴν ὀρθὴν γωνίαν ἴσην ἢ διπλασίαν εἶναι ἑκατέρας τῶν περιεχουσῶν· ἀναπληρωθέντος γὰρ τοῦ τετραγώνου ἡ ὑποτείνουσα διάμετρος γινομένη σύμμετρος ἔσται ταῖς πλευραῖς ἢ ἴση οὖσα ἢ διπλασίων, ἀδύνατον δὲ τὸ σύμμετρον εἶναι, καὶ συνῆκται τὸ ἀδύνατον ἐξ ὑποθέσεως. ὁ δὲ Ἀλέξανδρος τοῦτο παράδειγμά φησιν εἶναι τοῦ καθ’ αὑτὸ μὲν ἀδυνάτου, ἐξ ὑποθέσεως δὲ δυνατοῦ, τὸ σύμμετρον εἶναι τὴν διάμετρον τῇ πλευρᾷ· καὶ δυνατὸν καὶ οὕτως ἐκδέγεσθαι, καὶ μάλιστα ὅτι καὶ ὁ Ἀριστοτέλης περὶ ἀμφοῖν προὐβάλλετο εἰπεῖν τοῦ τε ἀδυνάτου καὶ τοῦ δυνατοῦ τῶν ἐξ ὑποθέσεως, ἐν οἷς εἶπεν· ἔστι δὲ τὸ ἀδύνατον καὶ δυνατὸν καὶ τὸ ψεῦδος καὶ τὸ ἀληθὲς τὸ μὲν ἐξ ὑποθέσεως, τὸ δὲ ἁπλῶς. Τῶν μέντοι ἐξ ὑποθέσεως ἀληθῶν καὶ ψευδῶν οὐκέτι τέθεικεν ἴδια παραδείγματα ἢ ὡς ἐκ τῶν εἰρημένων περὶ τοῦ ἐξ ὑποθέσεως ἀδυνάτου καὶ δυνατοῦ γινωσκόντων ἡμῶν, πῶς ἐξ ὑποθέσεως ψεῦδος γίνεται καὶ ἀληθές· ἡμέρας γὰρ νῦν οὔσης ἐξ ὑποθέσεως ἔσται ψεῦδος τὸ ἡμέραν εἶναι, εἴ τις ὑπόθηται τὸν ἥλιον ὑπὸ γῆν ὄντα, καὶ ψεῦδος ὂν καθ’ αὐτὸ τὸ νύκτα νῦν εἶναι ἀληθὲς ἐξ ὑποθέσεως εὑρεθήσεται, εἴ τις ὑπόθηται νῦν τὸν ἥλιον ὑπὸ γῆν ὄντα. ἢ οὖν ὡς ἐκ τῶν εἰρημένων περὶ τοῦ δυνατοῦ καὶ ἀδυνάτου σαφοῦς ὄντος καὶ τοῦ περὶ τούτων λόγου παρῆκεν αὐτῶν τὰ παραδείγματα ἢ ὡς μὴ διαφερόντων ἐπὶ τῶν ἐξ ὑποθέσεως τῶν τε ἀληθῶν καὶ τῶν δυνατῶν καὶ τῶν ψευδῶν καὶ τῶν ἀδυνάτων ἠρκέσθη τοῖς ἐπ’ ἐκείνων παραδείγμασιν, ὥς φησιν Ἀλέξανδρος. καὶ γὰρ τὸ τὴν διάμετρον σύμμετρον εἶναι, τοῦ ἐξ ὑποθέσεως δυνατοῦ παράδειγμα ληφθέν, καὶ τοῦ ἐξ ὑποθέσεως ἀληθοῦς ἂν εἴη παράδειγμα· καθ’ αὑτὸ γὰρ ψευδὲς ὂν τὸ σύμμετρον εἶναι ἐξ ὑποθέσεως ἀληθὲς γίνεται, ὡς καθ’ αὑτὸ ἀληθὲς ὂν καὶ δυνατὸν τὸ δύο ὀρθαῖς ἴσας ἔχειν τὸ τρίγωνον ἐξ ὑποθέσεως γίνεται ψεῦδος καὶ ἀδύνατον, εἴ τις ὑπόθηται τὴν ἐκτὸς τοῦ τριγώνου γωνίαν μείζονα ἢ ἐλάττονα δυεῖν τῶν ἐντὸς καὶ ἀπεναντίων. μήποτε δὲ οὐδὲ ἐπὶ τούτων ταὐτόν ἐστι τὸ ψεῦδος καὶ τὸ ἀδύνατον,2 ἀλλὰ τὸ μὲν ἀδύνατον πάντως καὶ ψεῦδος, τὸ δὲ ψεῦδος οὐ πάντως ἀδύνατον. καθ’ αὑτὸ γὰρ ἀληθὲς ὂν τὸ ἐμὲ καθῆσθαι ἐξ ὑποθέσεως ἔσται ψεῦδος, εἴ τίς με νηχόμενον ὑπόθοιτο· οὐ μέντοι καὶ ἀδύνατον τὸ καθῆσθαι, εἴπερ δύναμαι καθῆσθαι.

“‘出发点当从这里开始’,直至‘而是同时做所有事情’。” [亚里士多德]把下述论证——即任何事物都不可能在无限时间内同时拥有存在与不存在的潜能——的出发点,确立为去表明:虚假与不可能并非同一回事,设定虚假者并不随之设定不可能,并且正如他在《前分析篇》第一卷中所展示的那样,随不可能而来的乃是不可能,而随虚假而来的乃是虚假。首先,他通过将虚假与不可能各自划分为无条件的与基于假设的,来表明二者并非同一回事,以便在限定了多重意义的说法之后,挑选出他将要据以展开论证的那些概念;因为对于当前的论题以及这些概念之间的相互推论关系而言,他所需要的是那些就无条件且在本义上所说的概念。通过一些解释得有所省略的例子,他呈现了自身必然但在假设下变为不可能的事物。因为,三角形具有三内角等于两直角,这一必然属于它的属性,在假设下将成为不可能的——假若有人假设三角形的外角不等于其两内对角,而是大于或小于它们;而正方形的对角线与各边不可通约这一必然成立的事实,假若有人假设在等腰直角三角形中对向直角的弦边等于或两倍于夹直角的每一条边,也将被证明是不可能的;因为在补全正方形之后,成为对角线的弦边由于等于或两倍[于各边],将与各边可通约,但可通约乃是不可能的,于是就在假设下推导出了不可能的结论。然而亚历山大说,对角线与边可通约,是自身不可能但在假设下可能之物的一个例子;这样理解也是可能的,尤其是因为亚里士多德在说出“在不可能与可能、虚假与真实之中,有的是基于假设的,有的是无条件的”时,本就提议要讨论基于假设的不可能与可能这两者。然而,对于基于假设的真实与虚假,他并未再给出专门的例子;或者是因为从关于基于假设的不可能与可能的论述中,我们已经知晓虚假与真实如何在假设下产生——因为当现在是白天时,如果有人假设太阳在地底下,那么是白天在假设下就将是虚假的;而现在是夜晚这一自身为假的事实,如果有人假设太阳现在在地底下,在假设下就会被发现是真的——因此,或者是由于关于可能与不可能的论述使得关于这些的说明亦显自明,他便略去了它们的例子,或者是如亚历山大所说,由于在基于假设的事物中,真实与可能、虚假与不可能并无差别,他便满足于关于前者的那些例子。因为事实上,对角线可通约被取作基于假设而可能之物的例子,亦可作为基于假设而真实之物的例子;因为自身为假的“可通约”,在假设下变成了真实,正如自身真实且可能的“三角形具有等于两直角的〔角〕”,如果有人假设三角形的外角大于或小于两内对角,在假设下就变成了虚假和不可能。然而或许,即使在这些情形中,虚假与不可能也非同一回事,而是不可能之物固然在一切情形下皆为虚假,虚假之物却并非在一切情形下皆为不可能。因为我坐着这一自身为真实的事实,如果有人假设我正在游泳,在假设下将是虚假的;然而,坐着决非因此也就是不可能的,只要我确实有坐着的能力。

语法注2 条
  1. 1.117Ἀρχὴν ποιεῖται τῆς δείξεως τοῦ ἀδύνατον εἶναί τι ἄπειρον χρόνον ἅμα τοῦ εἶναί τε καὶ μὴ εἶναι δύναμιν ἔχον τὸ δεῖξαι

    句子的主要动词是 ποιεῖται,其直接宾语是带有冠词的不定式短语 τὸ δεῖξαι 等,而 Ἀρχήν 则作谓词性宾格(补足语)。属格 τῆς δείξεως 依附于 Ἀρχήν,而说明其内容的属格从句则是 τοῦ ἀδύνατον εἶναι...。由于语序倒装(hyperbaton),谓词性宾格及其辖下的诸属格修饰语被置于句首,而真正的语法宾语 τὸ δεῖξαι 则被后置。

  2. 1.117μήποτε δὲ οὐδὲ ἐπὶ τούτων ταὐτόν ἐστι τὸ ψεῦδος καὶ τὸ ἀδύνατον

    此处的 μήποτε 连同直陈式并非简单的疑问或否定副词,而是用于引出审慎推测或温和论断的惯用句式(“或许在这些情形中也并非……”)。辛普里修借此委婉地提出自己的保留意见,质疑亚历山大关于“在假设的情形中真伪与可能/不可能并无差异”的论点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:322.19-324.8