← 辛普里丘

亚里士多德《论天》注释

§319.6-320.6

可能与不可能以及依潜能极限所作的界定

辛普利丘阐明了亚里士多德在完成对不生、生成、可灭与不灭的界定后转向可能与不可能之概念规定的原因,并解释了潜能如何由其所能及之极大者界定,而不能力则由其所不能及之最初超越(极小者)界定的逻辑结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.114

" Εἰ δὴ ταῦθ’ οὕτως ἔχει ἕως τοῦ καὶ χίλια καὶ ἕν." Μετὰ τὸ διορίσαι τὰ σημαινόμενα τοῦ τε ἀγενήτου καὶ γενητοῦ καὶ τοῦ φθαρτοῦ καὶ ἀφθάρτου περὶ τοῦ ἀδυνάτου καὶ δυνατοῦ προτίθεται διδάξαι, πῶς λέγεται, καὶ ὅτι ἐχρήσατο αὐτοῖς ἐν τῇ τῶν σημαινομένων διαστολῇ, καὶ μέντοι ὅτι χρήσιμα ταῦτα αὐτῷ πρὸς τὴν τοῦ προκειμένου δεῖξιν1 (τοῦτο δὲ ἦν τὸ μήτε γενόμενόν τι ἄφθαρτον μήτε ἀγένητον οἷόν τε φθαρτὸν εἶναι), εἴπερ, ὡς αὐτὸς ἐρεῖ, τὸ μὲν ἀγένητον καὶ ἄφθαρτον τῷ ἀδυνάτῳ ὥρισται τὰ κυρίως λεγόμενα, περὶ ὧν ὁ λόγος· ἀγένητον γάρ ἐστι τὸ μὴ δυνάμενον γενέσθαι ὥστε πρότερον μὴ ὂν ὕστερον εἶναι· τὸ γὰρ τὴν διάμετρον τῇ πλευρᾷ σύμμετρον εἶναι διὰ τοῦτο ἀγένητον, ὅτι μὴ ὂν ἀδύνατον ὕστερον εἶναι· καὶ ἄφθαρτον δὲ κυρίως ἐκεῖνο λέγομεν, ὅπερ νῦν ὂν ἀδύνατον ὕστερον μὴ εἶναι. τὸ δὲ γενητὸν καὶ τὸ φθαρτὸν τῷ δυνατῷ ὁρίζεται· γενητὸν γάρ, ὃ πρότερον μὴ ὂν ὕστερον δυνατὸν εἶναι, καὶ φθαρτὸν τὸ ὂν μέν, ἐνδεχόμενον δέ ποτε μὴ εἶναι. ἀναγκαῖος οὖν ὁ τοῦ δυνατοῦ καὶ τοῦ ἀδυνάτου διορισμός. λέγει οὖν, ὅτι πᾶσα δύναμις πρὸς τὴν ὑπεροχὴν καὶ πρὸς τὸ μέγιστον, ὧν δύναται, λέγεται τε καὶ ἔστιν· οὔτε γὰρ τὸ ὑπὲρ τοῦτο δύναται· εἰ γὰρ ἔτι δύναται, οὐκ ἦν τοῦτο, ᾧ ὡρίζετο ἡ δύναμις· οὔτε πρὸς τὸ ἐνδοτέρω καὶ ἔλαττον λέγεται ἡ δύναμις· οὐ γὰρ τοῦτο μόνον δύναται· ἡ οὖν μὴ δυναμένη δύναμις πλέον τῶν ἑκατὸν σταδίων βαδίσαι ἢ ἆραι πλέον ἑκατὸν ταλάντων βάρος τούτων ἂν εἴη δύναμις· τὰ γὰρ ἐντὸς τούτων ἀνάγκη μὲν αὐτὴν δύνασθαι, ἀλλ’ οὐ τούτοις ὁρίζεται, ἀλλ’, ὥσπερ τὸ ἔλαττον βάρος ἐν τῷ μείζονι, οὕτως καὶ ἡ ἐλάττων δύναμις ἐν τῇ μείζονι περιέχεται, καί ἐστι τὸ μὲν μεῖζον τῆς μείζονος δυνάμεως ἴδιον, τὸ δὲ ἔλαττον τῆς ἐλάττονος. ὥσπερ δὲ ἡ δύναμις τῷ ἐσχάτῳ καὶ τῇ ὑπεροχῇ, ὧν δύναται, ὁρίζεται, οὕτως ἡ ἀδυναμία τῷ πρώτῳ, ὧν οὐ δύναται· ὅπερ καθ’ ὑπερβολὴν εἶπεν ὁ Ἀριστοτέλης,2 οὐχ οὕτως ὡς ἐπὶ τῆς δυνάμεως τὴν ὑπεροχὴν ἔλεγεν· ἐκείνη μὲν γὰρ τὸ μέγιστον ἐσήμαινεν, ὧν δύναται, ἡ δὲ ὑπερβολὴ αὕτη τὸ πρῶτον καὶ ἐλάχιστον, ὧν οὐ δύναται, σημαίνει, ὅπερ καθ’ ὑπερβολήν, ὧν δύναται, τὴν ὑπόστασιν ἔχει· ὁ γὰρ τέσσαρα στάδια βαδίσαι δυνάμενος τὰ πέντε τὰ ὑπερβάλλοντα τὰ τέσσαρα οὐκέτι δύναται καὶ πλείω ἔτι μᾶλλον ἀδυνατεῖ· ἀλλὰ πρῶτα τὰ πέντε ἐστὶ τὰ τὴν ἀδυναμίαν ὁρίζοντα.

“如果这些确实如此,直至以及一千零一。” 在界定了不生者与生成者、可灭者与不灭者的含义之后,[亚里士多德]提议讲授关于不可能者与可能者,它们是如何被言说的,以及他在这些含义的区别中使用了它们,而且这些对于他证明摆在面前的论题(此论题即:既不可能有任何生成之物是不灭的,也不可能有任何不生之物是可灭的)是有用的;如果确实如他自己将要言明的那样,不生者与不灭者——即本义上言说的事物,亦即论述的对象——是以不可能者来界定的;因为不生者乃是不能生成以致先前不在而后来存在之物(因为对角线与边可通约由于并非存在且不可能后来存在,因而是不生的);并且我们本义上将此刻存在而后来不可能不在之物称为不灭的。而生成者与可灭者则是以可能者来界定的;因为生成者乃是先前不在而后来可能存在之物,而可灭者乃是虽存在、但某一时刻亦可能不在之物。因此,关于可能者与不可能者的界定是必然的。于是他说,一切潜能(能力)都是相对于其所能及之事的卓越(极限)和最大者而被言说且存在的;因为它既不能超越此界限——因为若它还能更多,这就不是界定该潜能者了——潜能亦非相对于更为在内和更少者而言说的;因为它并非仅能做此更少者。因此,不能步行超过一百斯塔狄翁、或举起超过一百塔兰同重量的潜能,当是针对这些[极大者]的潜能;因为该潜能必然能做这些以内的事,但并非由此等来界定,相反,正如较小的重量包含于较大的重量之中,较小的潜能亦包含于较大的潜能之中,且较大者归属于较大的潜能,较小者归属于较小的潜能。正如潜能是以其所能及之事的极限与卓越来界定的一样,不能力(无能)亦是以其所不能及之事的第一者来界定的;这正是亚里士多德所说的‘依超越’,并非如他在潜能的情形中谈论卓越那样;因为彼处卓越是指其所能及之事的极大者,而此处的超越则是指其所不能及之事的第一且极小者,它正是凭借对所能及之事的超越而具有其实存的;因为能够步行四斯塔狄翁的人,对于超出四的五[斯塔狄翁]便不再能行,对于更多者则更无能为力;但首先界定其不能力的乃是那五[斯塔狄翁]。

语法注2 条
  1. 1.114προτίθεται διδάξαι, πῶς λέγεται, καὶ ὅτι ἐχρήσατο αὐτοῖς ἐν τῇ τῶν σημαινομένων διαστολῇ, καὶ μέντοι ὅτι χρήσιμα ταῦτα αὐτῷ πρὸς τὴν τοῦ προκειμένου δεῖξιν

    不定词 διδάξαι(讲授)以并列方式统辖间接疑问节 πῶς λέγεται(它们是如何被言说的)以及两个 ὅτι 从句(ὅτι ἐχρήσατο... 与 ὅτι χρήσιμα...)。主动词 προτίθεται(提议、以……为任务)统辖不定词 διδάξαι,构成了表明亚里士多德论题转换的骨干句式。

  2. 1.114ὅπερ καθ’ ὑπερβολὴν εἶπεν ὁ Ἀριστοτέλης

    关系代词 ὅπερ 的先行词是前述整件事实,即‘不能力是以其所不能及之事的第一者来界定的’(οὕτως ἡ ἀδυναμία τῷ πρώτῳ, ὧν οὐ δύναται)。它呼应了亚里士多德正文中的用语(281a8-9: ἀδυναμία δὲ καθ' ὑπερβολήν),并与前文所述潜能的卓越(ὑπεροχή,所能及之极大)相对照,说明不能力意义上的‘超越(καθ' ὑπερβολήν)’是指所不能及之事的最初界限(极小)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:319.6-320.6