← 辛普里丘

亚里士多德《论天》注释

§320.7-321.33

感觉潜能的极限与以终点界定潜能

辛普里丘基于《论天》281a18,讨论了诸感觉中乃是以最小对象界定潜能卓越这一反驳,阐明了亚里士多德如何通过以“终点(极限)”而非单纯的“最大者”来重新界定潜能以化解该疑难,并对亚历山大基于距离的解释进行了批判性考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.115

" Μηδὲν δὲ ἡμᾶς παρενοχλείτω ἕως τοῦ ἡ δὲ ταχύτης ἡ τοῦ πλείονος." Εἰπὼν τὴν δύναμιν ὡρίσθαι τῷ πλείστῳ, ὧν δύναται, καὶ ὅτι ὁ τὸ πλέον δυνάμενος καὶ τὸ ἔλαττον δύναται, ἐνενόησε τὴν ἀπὸ τῶν αἰσθήσεων ἔνστασιν. ἀντιπεπονθότως γὰρ ἔχειν αἱ αἰσθήσεις πρὸς τὰς δυνάμεις δοκοῦσιν, ὡς καὶ ὁ Πλάτων ἐν τοῖς Νόμοις ἐπέστησεν· ἡ γὰρ μείζων αἴσθησις τῷ ἐλάττονι αἰσθητῷ ὁρίζεται, οὗ ἡ ἐλάττων οὐκέτι δύναται ἀντιλαβέσθαι· τὸ γὰρ ἐλάχιστον ὁρατὸν καὶ τὸ ἀμυδρότατον ἀκουστὸν ἐρρωμένων ἐστὶν αἰσθήσεων ἀντιληπτά (τὰ γὰρ μέγιστα καὶ τῶν τυχουσῶν), καὶ οὐ μόνον ἐπὶ ὁράσεως καὶ ἀκοῆς τοῦτο, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων· τῶν γὰρ ἀμυδροτέρων καθ’ ἑκάστην ποιοτήτων αἱ ἰσχυρότεραι τῶν αἰσθήσεων μᾶλλον ἀντιλαμβάνονται· ὥστε, καθάπερ ἡ δύναμις ὁρίζεται τῷ μεγίστῳ, ὧν δύναται, οὕτως ἡ αἴσθησις τῷ ἐλαχίστῳ, ὧν αἰσθάνεται. ταύτην τὴν ἔνστασιν καὶ πρὸ τοῦ φανερὰν αὐτὴν ποιῆσαι λύων διωρίσθω φησὶ κατὰ τῆς ὑπεροχῆς τὸ τέλος λεγόμενον τὸ κυρίως δυνατόν.1 τὸ δυνατόν, φησί, τὸ τῇ ἀκρότητι πανταχοῦ τῆς δυνάμεως προσῆκον μὴ τῷ μείζονι ἢ ἐλάττονι ὡρίσθω· οὕτως γὰρ διαφωνήσουσι τὰ τῶν αἰσθήσεων δυνατὰ πρὸς τὰ ἄλλα. εἰ μὲν γὰρ τῷ μείζονι ὁρίζεται τὸ δυνατόν, οὐκέτι δυνατωτέρα αἴσθησις ἡ τοῦ ἐλάττονος ἀντιληπτική, εἰ δὲ τῷ ἐλάττονι, οὐκέτι δυνατώτερος ὁ πλέον ἆραι βάρος δυνάμενος καὶ πλείονα στάδια βαδίσαι· ἀλλὰ χρή, φησί, τὴν ὑπεροχὴν πανταχοῦ τῆς δυνάμεως τῷ τέλει ὡρίσθαι ἐκείνου, οὗ δύναται τὸ δυνάμενον, εἴτε τὸ μεῖζόν ἐστι τὸ τέλος εἴτε τὸ ἔλαττον. ἐπὶ μὲν γὰρ τῶν βαρῶν τέλος ἐστίν, ὧν δύναται ἆραι ὁ αἴρων, τὸ μέγιστον· εἰ γὰρ αἴρων τις δέκα τάλαντα δύναιτο καὶ εἴκοσιν ἆραι καὶ τριάκοντα καὶ μέχρι πεντήκοντα, τὸ τέλος ἐστίν, ὧν δύναται, τὰ πεντήκοντα. ἐπὶ δὲ τῶν αἰσθητῶν τὸ ἐλάχιστόν ἐστι τὸ τέλος· ὁ γὰρ ὁρῶν δακτυλιαῖον μέγεθος εἰ καὶ τὸ ἥμισυ τούτου δύναιτο ὁρᾶν καὶ τὸ τέταρτον καὶ μέχρι τοῦ ἑκατοστοῦ, τοῦτό ἐστι τὸ τέλος, ᾧ ὁρίζεται ἡ ὑπεροχὴ τῆς ὁρώσης δυνάμεως· ὥστε τὸ μὲν ἐλάχιστον ἴδιόν ἐστι τῆς ὑπερεχούσης αἰσθήσεως· ἡ γὰρ μείζων τοῦ ἐλάττονός ἐστιν ἀντιληπτική· τὸ δὲ μέγιστον ἴδιον τῆς τῶν ἄλλων δυνάμεων ὑπεροχῆς, τὸ δὲ τέλος, ὧν δύναται, κοινὸν ἀμφοῖν ἐστι τῆς τε αἰσθητικῆς καὶ τῶν ἄλλων. ὁ δὲ Ἀλέξανδρός φησιν, ὅτι καὶ ἐπὶ τῶν αἰσθητῶν δυνατόν φησιν ἀπὸ τοῦ μεγίστου τὴν ὑπεροχὴν τῆς αἰσθητικῆς δυνάμεως χαρακτηρίζειν,2 εἰ ἐν τοῖς διαστήμασι ληφθῇ τὸ μέγεθος, ἀφ’ ὧν ἡ αἴσθησις ἀντιλαμβάνεται· μείζων γὰρ ὁρατικὴ δύναμις ἡ ἀπὸ μείζονος διαστήματος ὁρῶσα καὶ ἀκοὴ ἡ ἀπὸ μείζονος ἀκούουσα καὶ ὄσφρησις ὁμοίως. ἀλλὰ πρῶτον μὲν οὐ τὸ διάστημα ἐστιν ἐπὶ τῶν τοιούτων τὸ αἰσθητόν τε καὶ δυνατόν, ἔπειτα οὐκ ἐπὶ πασῶν τῶν αἰσθήσεων ἔστι τοῦτο λαβεῖν· ἡ γὰρ ἁπτικὴ αἴσθησις, κἂν μείζων κἂν ἐλάττων ᾖ, οὐκ ἀντιλαμβάνεται μὴ ἀμέσως πελάσαντος τοῦ ἁπτοῦ. τὸ μέντοι τέλος, οὗ δύναται, καὶ ἐπὶ τῶν ἁπτῶν ὁρίζει τὴν ὑπεροχὴν τῆς δυνάμεως· ἡ γὰρ τοῦ ἐλαχίστου μεγέθους ἢ σχήματος ἢ τῆς ἀμυδροτάτης σκληρότητος ἢ μαλακότητος ἀντιληπτικὴ αἴσθησις ὑπερέχει κατὰ δύναμιν τῶν μὴ τοιούτων. κἂν λέγῃ οὖν ὁ Ἀριστοτέλης ὁ γὰρ ὁρῶν στάδιον, τὸ τοῦ ὁρατοῦ μέγεθος ὁρίζει, ὅτι σταδιαῖον, οὐχὶ τὸ ἀπόστημα,3 ἀφ’ οὗ τὸ ὁρώμενον ὁρᾶται. Προσθεὶς δὲ τὴν ἀπὸ τῆς αἰσθήσεως ἀπορίαν ὁ Ἀριστοτέλης καὶ ὑποδείξας, πῶς ἐν τοῖς αἰσθητοῖς τὰ ἐλάττονα τὰς ὑπεροχὰς ὁρίζει τῶν δυνάμεων, οὐδέν, φησί, τοῦτο διαφέρει πρὸς τὸν ἀποδοθέντα τῆς δυνάμεως καὶ τῆς ἀδυναμίας λόγον· καὶ γὰρ μείζων μὲν ἡ ὑπερβάλλουσα δύναμις καὶ ἡ ὑπερβάλλουσα ἀδυναμία, ἀλλ’ ἡ ὑπερβολὴ ἡ ἀπὸ τῆς δυνάμεως ὁρίζεται, ὅταν ὃ μὲν ὑπερβάλλῃ, ὃ δὲ ἐλλείπῃ ἐν τῷ αὐτῷ εἴδει, ἢ ἐπὶ τοῦ πράγματος τοῦ δυνατοῦ. ἀλλ’ ὅταν ἡ δύναμις αὐτὴ καθ’ αὑτὴν ὁρᾶται, ἁπλοῦς ὁ τῆς ὑπερβολῆς λόγος· ὅταν δὲ μετὰ τοῦ δυνατοῦ, ἡ μὲν ὄψις καὶ ὅλως ἡ αἴσθησις ἡ τοῦ ἐλάττονος αἰσθητοῦ ὑπερέχει, ἡ δὲ ταχύτης ἡ τοῦ πλείονος διαστήματος ἐν τῷ ἴσῳ χρόνῳ ἀνυτική. ἡ μέντοι τῆς δυνάμεως ὑπεροχή, ὅπως ἂν ἔχῃ τὸ δυνατόν, ὑπεροχή ἐστι, καὶ ἀληθὲς τὸ πρότερον εἰρημένον, ὅτι τῇ ὑπεροχῇ ὁρίζεται ἡ δύναμις πρὸς τὸ τελευταῖον, ὧν δύναται, λεγομένη.

“绝不可让任何事物扰乱我们,直至而速度乃是属于较大者。” 在说明潜能(能力)是以其所能及之事的最多者来界定、并且能做较多者亦能做较少者之后,[亚里士多德]想到了由诸感觉所产生的反驳。因为诸感觉与诸潜能似乎具有反比关系,正如柏拉图在《法律篇》中亦指出的那样;因为较大的感觉乃是以较小的感觉对象来界定的,而较小的感觉则不再能感知此对象;因为最小的可见之物和最微弱的能听之物是强健的感觉所能感知的(因为最大者即便是通常的感觉亦能感知),并且这不仅在视觉和听觉上如此,在其他诸感觉上亦然;因为对于每一类中更为微弱的性质,较强的感觉能更好地感知;所以,正如潜能是以其所能及之事的极大者来界定的一样,感觉亦是以其所感觉之事的极小者来界定的。在将这一反驳明确提出之前予以化解时,他说,本义上的可能者当界定为依卓越的终点(极值)而说者。他说,普遍适合于潜能顶点的可能者,不可依较大者或较小者来界定;因为若如此,诸感觉的可能事物便会与其他潜能的可能事物发生分歧。因为若可能者依较大者界定,则能感知较小者的感觉便不再是更有能力的了;而若依较小者界定,则能举起较多重量、步行较多斯塔狄翁的人便不再是更有能力的了;但他说,潜能的卓越必须始终依那具有能力者所能及之事的终点来界定,无论该终点是较大者还是较小者。因为在重量上,举重者所能举起之事的终点乃是最大者;因为若某人举起十塔兰同,并且还能举起二十、三十直至五十,则他所能及之事的终点便是那五十[塔兰同]。但在感觉对象上,极小者乃是终点;因为看见一指大小之物的人,若亦能看见其一半、四分之一直至百分之一,则这便是界定看之能力的卓越的终点;所以,极小者固然是卓越的感觉所特有的(因为较大的感觉乃是感知较小者的),最大者则是其他诸潜能的卓越所特有的,但所能及之事的终点对于感觉能力和其他潜能二者而言乃是相通的。然而亚历山大说,即使在感觉对象的情形中,他说若从感觉所自感知的间距来选取大小,亦可能从最大者来表征感觉能力的卓越;因为从较大间距看见的视觉能力是较大的,从较大[间距]听见的听觉亦是如此,嗅觉同样如此。但首先,在这些事物中被感觉且可能的事物并非间距;其次,这并非在所有感觉上都能成立;因为触觉无论较大还是较小,若触知之物不直接贴近,便无法感知。然而,其所能及之事的终点在触知之物的情形中亦同样界定着潜能的卓越;因为能够感知极小的大小或形状、或者最微弱的硬度或软度的感觉,在能力上便卓越于不具此等表现的感觉。因此,即使亚里士多德说‘看见一斯塔狄翁的人’,他也是在界定可见之物的大小乃是一斯塔狄翁之量,而非所见之物据以被看见的距离。在补充了源自感觉的疑难并指明在感觉对象中较小者如何界定诸潜能的卓越之后,亚里士多德说,这对于所给出的关于潜能与不能力的说明没有任何妨碍;因为卓越的潜能与卓越的不能力固然是较大的,但源自潜能的超越乃是在同一种中、或者在可能的实际事物上,当一者超越而另一者不足时被界定的。然而,当潜能就其自身来考察时,超越的定义是单纯的;而当与可能的事物结合[考察]时,视觉以及通常的感觉在针对较小的感觉对象时是卓越的,速度则是在相等时间内行进较多间距者为卓越。无论如何,不管可能的事物怎样,潜能的卓越始终是卓越,并且先前所说的是真实的:潜能乃是通过相对于其所能及之事的终极者而言说,而依卓越来界定的。

语法注3 条
  1. 1.115διωρίσθω φησὶ κατὰ τῆς ὑπεροχῆς τὸ τέλος λεγόμενον τὸ κυρίως δυνατόν

    主要动词为完成时被动命令式 διωρίσθω,其主语是 τὸ κυρίως δυνατόν(“本义上的可能者”)。分词 λεγόμενον 与主语一致作补足成分,短语 κατὰ τῆς ὑπεροχῆς τὸ τέλος(“依卓越的终点”,介词 κατά 支配宾格 τὸ τέλος,属格 τῆς ὑπεροχῆς 前置)说明言说的依据,这是辛普里丘对亚里士多德原文(281a19-20: διωρίσθω γὰρ κατὰ τῆς ὑπεροχῆς τὸ τέλος λεγόμενον τὸ κυρίως δυνατόν)以 φησί 替换 γάρ 后的直接引用。

  2. 1.115ὅτι καὶ ἐπὶ τῶν αἰσθητῶν δυνατόν φησιν ἀπὸ τοῦ μεγίστου τὴν ὑπεροχὴν τῆς αἰσθητικῆς δυνάμεως χαρακτηρίζειν

    在 ὅτι 引导的从句中,φησιν 在句首的 ὁ δὲ Ἀλέξανδρός φησιν 之后作为插入语冗余重叠。句子的核心结构是 δυνατόν [ἐστι] 支配不定式 χαρακτηρίζειν(“表征”),其直接宾语为 τὴν ὑπεροχὴν τῆς αἰσθητικῆς δυνάμεως(“感觉能力的卓越”)。

  3. 1.115κἂν λέγῃ οὖν ὁ Ἀριστοτέλης ὁ γὰρ ὁρῶν στάδιον, τὸ τοῦ ὁρατοῦ μέγεθος ὁρίζει, ὅτι σταδιαῖον, οὐχὶ τὸ ἀπόστημα

    κἂν λέγῃ 引导让步从句(“即使亚里士多德说”),其宾语为引用的短语 ὁ γὰρ ὁρῶν στάδιον。主句主语为省略的[亚里士多德],主动词 ὁρίζει 支配宾语 τὸ τοῦ ὁρατοῦ μέγεθος 与 οὐχὶ τὸ ἀπόστημα;ὅτι σταδιαῖον 作为同位语从句说明 μέγεθος 的具体内容(“即[其大小]为一斯塔狄翁”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:320.7-321.33