← 辛普里丘

亚里士多德《论天》注释

§317.18-319.5

关于不灭者定义的文本考订与解释

辛普利丘讨论了《论天》280b28关于“不灭者”定义的文句,首先介绍了亚历山大的文本考订与解释(即将当下存在之物称为不灭),随后依据多数手稿中的异文(“不可能不是之物”),提出亚里士多德是先较为晦涩地提出了不灭者的本义与非本义,随后再予以清晰详述的连贯解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.113

" Ἢ τὸ ὂν μὲν καὶ δυνατὸν μὴ εἶναι ἕως τοῦ οὐδὲ ταῦτα ἅπτεσθαι." “Αὕτη, φησὶν Ἀλέξανδρος, ἡ λέξις πᾶσα σχεδὸν δοκεῖ πᾶσι μὴ οἰκείως κεῖσθαι ἐν τῇ τοῦ ἀφθάρτου διαιρέσει· φθαρτοῦ γὰρ τὸ σημαινόμενον, ἀλλ’ οὐκ ἀφθάρτου δι’ αὐτῆς ἐκτίθεσθαι δοκεῖ. τὸ γὰρ σὺ γὰρ εἶ, καὶ ἡ ἁφὴ νῦν τοιοῦτόν τινα φθαρτοῦ τρόπον σημαίνει, καὶ δοκεῖ ταὐτὸν σημαίνεσθαι τῇ ἐν τῇ τοῦ φθαρτοῦ διαιρέσει τῇ λεγούσῃ “εἴτε γὰρ πρότερον ὄν τι ὕστερον μὴ ἔστιν ἢ ἐνδέχεται μὴ εἶναι, φθαρτὸν εἶναί φαμεν, εἴτε φθειρόμενόν τι καὶ μεταβάλλον εἴτε μή”· διὸ καὶ οἱ μὲν λέγουσιν ἐκεῖ τὴν λέξιν ὀφείλουσαν γεγράφθαι ταύτην ἐν τῇ τοῦ φθαρτοῦ διαιρέσει ὡς δευτέραν γραφὴν μετενεγκεῖν τὸν γραφέα διχῶς ἁμαρτόντα, καὶ ὅτι μὴ ἔξω ἐτήρησεν αὐτὴν ὡς διπλῆν γραφήν, καὶ ὅτι μετήνεγκεν ἐκεῖθεν. ἄλλοι δέ, φησίν, εἶναι μὲν ἐπὶ τοῦ ἀφθάρτου λέγουσι, ταὐτὸν δὲ σημαίνουσαν τῇ μελλούσῃ λέγεσθαι τῇ “ἢ καὶ τὸ μήπω ἐφθαρμένον, ἐνδεχόμενον δὲ ὕστερον μὴ εἶναι” μὴ δεόντως ἐν τῷ ἐδαφίῳ φέρεσθαί φασι· πρὸς γὰρ ἐκείνῃ διπλῆν ποιεῖν γραφήν. οὐ μήν, φησίν, πάντῃ ἀπᾴδοι ἄν τῆς τοῦ ἀφθάρτου διαιρέσεως· ἔοικε γὰρ λέγειν ἄφθαρτον δι’ αὐτῆς τὸ ὄν, ὅτε ἔστιν, εἴτε δυνατὸν εἴη ποτὲ μὴ εἶναι εἴτε καὶ φθαρησόμενόν ποτε καὶ διὰ τοῦτο μὴ ἐσόμενον, νῦν μέντοι ὄν, πρὸς μηδὲν τούτων ἀποβλεπόντων ἡμῶν ἀλλ’ ἢ πρὸς τὸ εἶναι αὐτοῦ μόνον1 καὶ διὰ τοῦτο ἄφθαρτον αὐτὸ λεγόντων.” Ταῦτα μὲν ὁ Ἀλέξανδρος. καὶ ὅτι μὲν καὶ τὸ ὄν, ὅτε ἔστι, δι’ αὐτὸ τοῦτο τὸ νῦν εἶναι ἄφθαρτον καλεῖ, κἂν μέλλῃ φθείρεσθαι, δῆλον καὶ ἐκ τοῦ μετ’ ὀλίγον λεγομένου τοῦ καὶ τὸ μήπω ἐφθαρμένον, ἐνδεχόμενον δὲ ὕστερον μὴ εἶναι· οὐ μέντοι πᾶσαν τὴν λέξιν οἶμαι τοῦτο σημαίνειν· καὶ γὰρ ἡ ἀρχὴ τῆς λέξεως ἐν τοῖς πλείοσι τῶν εἰς ἐμὲ ἐλθόντων βιβλίων οὐχ οὕτως ἔχει, ὡς Ἀλέξανδρος ἔγραψεν, ἢ τὸ ὂν μὲν καὶ δυνατὸν μὴ εἶναι, ἀλλ’ οὕτως· ἢ τὸ ὂν μέν, ἀδύνατον δὲ μὴ εἶναι. καὶ εἴπερ οὕτως ἔχει, τὰ δύο σημαινόμενα τοῦ ἀφθάρτου εἰπὼν νῦν ἀσαφέστερον2 τό τε κυρίως διὰ τοῦ ἢ τὸ ὂν μέν, ἀδύνατον δὲ μὴ εἶναι καὶ τὸ ἀκύρως τὸ κατὰ τὸ νῦν ὂν διὰ τοῦ ἢ καὶ οὐκ ἐσόμενόν ποτε, νῦν δὲ ὄν, καὶ παραδείγματα τοῦ τοιούτου προσθεὶς τὸ σὺ γὰρ εἶ καὶ ἡ ἁφὴ νῦν, ἐπαγαγών, ὅτι, κἂν κατὰ τὸ νῦν εἶναι ἄφθαρτα ταῦτα λέγηται, ἀλλ’ ὅμως φθαρτά ἐστι κατ’ ἀλήθειαν, ὅτι ἔσται ποτέ, ὅτε οὐκ ἀληθὲς εἰπεῖν, ὅτι εἶ, οὐδὲ ταῦτα ἅπτεσθαι, ὧν τὸ μὲν μετὰ φθορᾶς οὐκέτι ἔστι, τὸ δὲ ἄνευ φθορᾶς· ταῦτα οὖν εἰπὼν ἀσαφέστερον ἐφεξῆς τὰ αὐτὰ σαφέστερον παραδίδωσι, τὸ μὲν κυρίως διὰ τοῦ τὸ δὲ μάλιστα κυρίως τὸ ὂν μέν, ἀδύνατον δὲ φθαρῆναι οὕτως, ὥστε νῦν ὂν ὕστερον μὴ εἶναι ἢ ἐνδέχεσθαι μὴ εἶναι, ὅπερ ἀντίκειται τῷ πρώτῳ τοῦ φθαρτοῦ σημαινομένῳ καὶ τῷ πρώτῳ τοῦ γενητοῦ, τὸ δὲ ἀκυρότερον λεγόμενον φθαρτὸν διὰ τοῦ ἢ καὶ τὸ μήπω ἐφθαρμένον, ἐνδεχόμενον δὲ ὕστερον μὴ εἶναι· ἰσοδυναμεῖ δὲ τοῦτο τῷ δευτέρῳ τοῦ δευτέρου τρόπῳ. Τελευταῖον δὲ τοῦ ἀφθάρτου σημαινόμενον προσέθηκε τὸ μὴ ῥᾳδίως φθειρόμενον, ὃ δύσφθαρτον ἂν λέγοιτο ἀντικείμενον τῷ εὐφθάρτῳ.

“或者虽是,但亦可能不是,直至这些接触[亦非真实]。” “这整段文句,”亚历山大说,“在几乎所有人看来,都被不恰当地置于不灭者的划分之中;因为看起来,通过它所阐明的是可灭者的含义,而非不灭者的含义。因为‘因你是在’和‘现在的接触’表示可灭者的这样一种方式,且看起来与可灭者划分中的那句话意蕴相同,即‘因为无论先前存在之物后来不在,抑或可能不在,我们都称之为可灭的,不论它是正在毁灭和变化的某物,抑或不是’;因此有人说,这段本应写在可灭者划分中的文句,是被抄写员作为第二异文转移过去的,抄写员犯了双重错误,既在于未将其作为双重读文保留在[正文]之外,又在于将其从彼处移出。但另一些人,”他说,“虽说这是关于不灭者的,但由于它与后文即将言及的‘抑或尚未毁灭、但后来可能不在之物’意蕴相同,他们便声称它不恰当地载于底本正文之中;因为相较于那句话,它构成了双重异文。然而,”他说,“它绝非完全与不灭者的划分不协调;因为他似乎通过它将存在之物在其存在之时称为不灭的,不论它可能一度能够不存在,抑或一度终将毁灭并因而将不存在,然而此刻却存在着,此时我们并未着眼于这些中的任何一者,而仅仅着眼于其存在本身,并因此称其为不灭的。”亚历山大所论即此。而且,他确实将存在之物在其存在之时,单单凭借其‘此刻存在’而称为不灭的,即便它将要毁灭,这一点从稍后所说的‘以及尚未毁灭、但后来可能不在之物’亦甚为显然;然而,我认为整段文句并非意指于此;因为在我所得到的绝大多数典籍中,文句的开头并不像亚历山大所写的那样是‘或者虽是,但亦可能不是’,而是‘或者虽是,但不可能不是’。若确实如此,那么在如今较为晦涩地陈述了不灭者的两种含义之后——即通过‘或者虽是,但不可能不是’表述本义者,通过‘抑或在某一时刻将不在、但此刻存在之物’表述非本义的、依循当下瞬刻而存在者,并补充了此类事物的例证,即‘因你是在’和‘现在的接触’,进而指出,即便依据当下的存在而言这些被称为不灭的,但依真理而言它们终究是可灭的,因为将来会有一刻,说‘你是在’或‘这些接触’不再为真,其中一者伴随着毁灭而不再存在,另一者则不伴随毁灭——因此,在较为晦涩地陈述了这些之后,他紧接着更为清晰地传授了相同的要旨:即通过‘而最为本义的则是虽是,但不可能以当下存在而后来不在或可能不在的方式被毁灭之物’传授了本义的含义,此者与可灭者的第一种含义及生成者的第一种含义相对立;而通过‘抑或尚未毁灭、但后来可能不在之物’传授了以较不本义的方式被称为可灭者之含义;而这相当于第二者的第二种方式。作为不灭者的最后一种含义,他补充了‘不易毁灭之物’,此者可被称为难灭的,与易灭者相对立。

语法注2 条
  1. 1.113ἀλλ’ ἢ πρὸς τὸ εἶναι αὐτοῦ μόνον

    在否定词(μηδέν)之后,ἀλλ' ἤ 是表示“除……之外”或“仅仅”的习惯用法。与 πρὸς μηδὲν τούτων ἀποβλεπόντων ἡμῶν 相应,表示“我们未着眼于这些中的任何一者,而仅仅着眼于其存在本身”。

  2. 1.113καὶ εἴπερ οὕτως ἔχει, τὰ δύο σημαινόμενα τοῦ ἀφθάρτου εἰπὼν νῦν ἀσαφέστερον

    从 καὶ εἴπερ οὕτως ἔχει 开始的长句骨干属于复取结构(resumptive construction):分词 εἰπὼν 领起两个含义的详细列举与说明等长篇插入成分后,通过 ταῦτα οὖν εἰπὼν ἀσαφέστερον 重新提起,最终连接到主句动词 παραδίδωσι(“传授/讲明”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:317.18-319.5