← 辛普里丘

亚里士多德《论天》注释

§316.11-317.17

可毁灭与不可毁灭诸含义的区分

辛普里丘注解了亚里士多德《论天》第一卷第十一章(280b20–280b25),依次阐明了“可毁灭”的三种含义和“不可毁灭”的第一种含义,并批评了亚历山大的诠释,梳理了它们与“生成/无生成”诸含义之间的严格对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.111

" Καὶ φθαρτὸν δὲ καὶ ἄφθαρτον ὡσαύτως ἕως τοῦ ὃ εἴποι ἄν τις εὔφθαρτον." Ἐφεξῆς καὶ τοῦ φθαρτοῦ καὶ ἀφθάρτου τὴν τῶν σημαινομένων διαίρεσιν παραδίδωσιν ἀπὸ τοῦ φθαρτοῦ τὴν ἀρχὴν ποιησάμενος. καὶ πρῶτόν φησι τοῦ φθαρτοῦ σημαινόμενον τὸ πρότερον μὲν ὄν, ὕστερον δὲ μὴ ὂν ἢ ἐνδεχόμενον ὕστερον μὴ εἶναι, εἴτε διὰ τοῦ φθείρεσθαι εἰς τὸ μὴ εἶναι μεταβάλλοι εἴτε καὶ ἄνευ τούτου, ὡς αἱ ἁφαί· τὸ γὰρ οὕτως φθαρτὸν οὐ διὰ τὸν τρόπον τῆς μεταβολῆς λέγεται φθαρτόν, ἀλλὰ διὰ τὸ ποτὲ μὲν εἶναι, ποτὲ δὲ μή. ὑποστικτέον δὲ εἰς τὸ “ἢ ἐνδέχεται”, ἵνα τὸ ἐλλεῖπον τὸ ὕστερον μὴ εἶναι διὰ τῆς ὑποστιγμῆς προσεννοῶμεν.1 καί ἐστιν οὗτος ὁ τρόπος τῷ πρώτῳ τοῦ γενητοῦ ἀντικείμενος· καὶ γὰρ ἀντίκειται τὸ γενητὸν τῷ μὲν φθαρτῷ ὡς ἐναντίῳ, τῷ δὲ ἀγενήτῳ ὡς ἀποφάσει· ἐκεῖνο δὲ γενητὸν ἦν, ὅτι πρότερον μὴ ὂν ὕστερον ἔστιν, εἴτε γινόμενον εἴτε ἄνευ τοῦ γίνεσθαι ὁτὲ μὲν μὴ ὄν, πάλιν δὲ ὄν, ὅπερ ἐνταῦθα ἐσήμανε διὰ τοῦ εἴτε φθειρόμενόν ποτε καὶ μεταβάλλον εἴτε μή. διὸ οὐ δοκεῖ μοι καλῶς Ἀλέξανδρος λέγειν, ὅτι δύναταί τις ἐκ τῆς λέξεως ταύτης τῆς λεγούσης εἴτε φθειρόμενόν ποτε καὶ μεταβάλλον εἴτε μή ἀκούειν ὡς λέγοντος αὐτοῦ φθαρτὸν τὸ ἐπιτηδειότητα ἔχον τοῦ φθαρῆναι,2 κἂν μὴ φθείρηταί ποτε τῷ κεκωλῦσθαι, ὡς τὸ ἐν τῇ ἀτόμῳ ἄχυρον. ἀλλ’ ὅπερ ἐσήμαινεν ἐπὶ τοῦ γενητοῦ τὸ “εἴτε γινόμενον εἴτε ἄνευ τοῦ γίνεσθαι ὁτὲ μὲν μὴ ὄν, πάλιν δὲ ὄν”, τοῦτο σημαίνει μετὰ ἀντιθέσεως τὸ εἴτε φθειρόμενόν ποτε καὶ μεταβάλλον εἴτε μή. δεύτερον δὲ τοῦ φθαρτοῦ σημαινόμενον παραδίδωσι μέρος ὂν τοῦ πρὸ αὐτοῦ τὸ διὰ τοῦ φθείρεσθαι μεταβάλλον ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, καθ’ ὃ οὐκέτι αἱ ἁφαὶ φθαρταὶ λέγονται, ὅπερ ἀντίκειται τῷ τρίτῳ τοῦ γενητοῦ τρόπῳ. τρίτον δὲ τοῦ φθαρτοῦ σημαινόμενόν φησι τὸ ῥᾳδίως φθειρόμενον, ὅπερ εὔφθαρτον εἰώθαμεν καλεῖν κυριώτερον· ἀντίκειται δὲ τοῦτο τῷ δευτέρῳ τοῦ γενητοῦ σημαινομένῳ μερικώτερον. ἔστι δὲ καὶ τοῦτο εἰπεῖν δυνατὸν φθαρῆναι, εἴτε τῷ ἀληθεῖ διορισθέντος τοῦ δυνατοῦ εἴτε τῷ ῥᾳδίως.

“可毁灭的与不可毁灭的同样如此”至“人们可以称之为易毁灭之物”。 紧接着,他给出了可毁灭与不可毁灭之含义的划分,并从可毁灭开始。他指出,可毁灭的第一个含义是先前存在而后来不存在、或有可能后来不存在之物,无论它是通过消灭而变成非存在,还是在没有消灭的情况下变成非存在,正如接触一样;因为以这种方式成为可毁灭之物,并不是因变化的方式被称为可毁灭的,而是因其有时存在而有时不存在。应当在“或者可能”处作一顿挫,以便我们通过标点补足所省略的“后来不存在”。而这种方式是与生成的第一个含义相对立的;因为生成的确实是对立于可毁灭之物(作为相反者),又对立于无生成之物(作为矛盾否定者);而那个生成的之所以被称为生成的,是因为先前不存在而后来存在,无论它是正在生成还是在没有生成过程的情况下,有时不存在而再次存在,这在此处正是他通过“无论有时消灭且变化,还是不如此”所表明的。因此,亚历山大在我看来讲得并不正确,他说从这句“无论有时消灭且变化,还是不如此”的文句中,可以理解为他是把具有被毁灭的适应性、即便因受到阻碍而在某个时候并未被毁灭之物称为可毁灭的,正如在不可分物之中的糠秕一样。然而,正如在生成的方面所表明的“无论正在生成还是在没有生成过程的情况下,有时不存在而再次存在”一样,“无论有时消灭且变化,还是不如此”正是通过对立表明了同样的内容。作为可毁灭的第二个含义(它是前一含义的一部分),他给出的是通过消灭而从存在变成非存在之物,按照这种含义,接触就不再被称为可毁灭的了;这与生成的第三种方式相对立。作为可毁灭的第三个含义,他提到的是容易消灭之物,我们在更本真的意义上习惯称之为“易毁灭之物”;这与生成的第二个含义在局部的程度上相对立。并且这一项也可以被称为可能被消灭的,无论这可能性是由真理来界定,还是由容易来界定。

§1.112

"Καὶ περὶ τοῦ ἀφθάρτου ὁ αὐτὸς λόγος ἕως τοῦ πρότερον οὖσαι ὕστερον οὐκ εἰσί." Πρῶτον τοῦ ἀφθάρτου σημαινόμενον ἐκτίθεται τὸ ἄνευ φθορᾶς ὁτὲ μὲν ὄν, ὁτὲ δὲ μὴ ὄν, τοιαῦται δὲ αἱ ἁφαί, ὅτι ἄνευ τοῦ φθείρεσθαι πρότερον οὖσαι ὕστερον οὐκ εἰσίν. ἰσοδυναμεῖ δὲ τοῦτο μερικῶς τῷ πρώτῳ τῶν φθαρτῶν σημαινομένῳ.3 καὶ γὰρ ἐκεῖνο φθαρτὸν ἐλέγετο, ὅτι ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν μετέβαλλε, κἂν μὴ διὰ τοῦ φθείρεσθαι· τοῦτο δὲ ἄφθαρτον, ὅτι, κἂν μεταβάλλοι ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, ἀλλ’ οὐ διὰ φθορᾶς. καὶ δῆλον, ὅτι τοῦτο μὲν ἄφθαρτον διὰ τὸν τρόπον τῆς μεταβολῆς, ἐκεῖνο δὲ φθαρτὸν διὰ τὸ πρότερον ὂν ὕστερον μὴ εἶναι.

“关于不可毁灭的,同样的说明也适用”至“先前存在而后来不存在”。 他阐明了不可毁灭的第一个含义是无须消灭而有时存在、有时不存在之物,接触就是这类事物,因为它们没有经过消灭,先前存在而后来不存在。这在局部上等效于可毁灭的第一个含义。因为那一项被称为可毁灭的,是因为它从存在变成了非存在,即使不是通过消灭;而这一项被称为不可毁灭的,是因为即使它从存在变成了非存在,却并非通过消灭。显然,这一项是因变化的方式而成为不可毁灭的,而那一项则是因先前存在而后来不存在而成为可毁灭的。

语法注3 条
  1. 1.111ὑποστικτέον δὲ εἰς τὸ “ἢ ἐνδέχεται”, ἵνα τὸ ἐλλεῖπον τὸ ὕστερον μὴ εἶναι διὰ τῆς ὑποστιγμῆς προσεννοῶμεν

    动形容词 ὑποστικτέον 构成非人称结构(“应当在此作一顿挫/逗号”)。这是针对亚里士多德原文短语 ἢ ἐνδέχεται 的标点与读法说明,提示读者通过断句来在心智中补足前文省略的不定词短语 τὸ ὕστερον μὴ εἶναι(“后来不存在”)。

  2. 1.111διὸ οὐ δοκεῖ μοι καλῶς Ἀλέξανδρος λέγειν, ὅτι δύναταί τις ἐκ τῆς λέξεως ταύτης τῆς λεγούσης εἴτε φθειρόμενόν ποτε καὶ μεταβάλλον εἴτε μή ἀκούειν ὡς λέγοντος αὐτοῦ φθαρτὸν τὸ ἐπιτηδειότητα ἔχον τοῦ φθαρῆναι

    在从属于 οὐ δοκεῖ μοι καλῶς Ἀλέξανδρος λέγειν 的 ὅτι 引导的间接引语从句中,ἀκούειν 取“理解/解释”之义,与 ὡς λέγοντος αὐτοῦ 连用,构成“把他说的话理解为……”。在此结构中,τὸ ἐπιτηδειότητα ἔχον 是分词 λέγοντος 的宾语(即亚里士多德所说的“可毁灭之物”的具体所指)。

  3. 1.112ἰσοδυναμεῖ δὲ τοῦτο μερικῶς τῷ πρώτῳ τῶν φθαρτῶν σημαινομένῳ

    动词 ἰσοδυναμεῖ 接与格补足语 τῷ πρώτῳ... σημαινομένῳ,意为“与第一种含义具有相同的效力/等效”。副词 μερικῶς(“在局部上/部分地”)限定了这种等效性,表明二者并非在所有层面上完全重合,而是在特定事例(如瞬间发生的接触)中相通。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:316.11-317.17