- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:314.15-316.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘根据亚里士多德文本(280b9–14)梳理了“无生成”的第二种(可能生成但尚未生成之物)、第三种(全然不可能生成之物,即永恒者与不可能者)以及第四种(不易、不快或不好生成之物)含义。随后他讨论了“生成的”的诸含义,介绍了亚历山大将其与“无生成”各含义的一一对应,并对两者本真含义之间的对立提出了自己的思考。
" Ἕνα δὲ εἴ τι ἐνδεχόμενον γίνεσθαι ἕως τοῦ ἢ τῷ μὴ ῥᾳδίως μηδὲ ταχὺ ἢ καλῶς." Δεύτερον σημαινόμενον τοῦ ἀγενήτου παραδίδωσιν, ὃ ἐνδέχεται μὲν γίνεσθαι ἢ ἄνευ τοῦ γίνεσθαι εἰς τὸ εἶναι προελθεῖν, ὅπερ εἶπεν αὐτὸς γενέσθαι, μήπω δὲ προῆλθεν εἰς τὸ εἶναι· οὕτως ἀγένητος τέως οἰκία λέγεται, ἣν ἐνδέχεται γενέσθαι, καὶ ἡ γινομένη, μηδέπω δὲ οὖσα. Τρίτον τοῦ ἀγενήτου σημαινόμενον ἀπαριθμεῖται τὸ ὅλως ἀδύνατον γενέσθαι. ἐπειδὴ δὲ καὶ τὸ χωρὶς γενέσεως εἰς τὸ εἶναι παριόν, οἷον τὸ πρῶτον ἦν σημαινόμενον, καὶ τοῦτο ἀδύνατον γενέσθαι, ἀλλ’ ὅμως ποτὲ μὲν ἔστι, ποτὲ δὲ οὐκ ἔστι, τούτου χωρίζων τὸ τρίτον σημαινόμενον ἀδύνατον γενέσθαι φησίν, ὥστε ὁτὲ μὲν εἶναι, ὁτὲ δὲ μή·1 διὰ μέντοι τοῦ ἀδύνατον γενέσθαι τοῦ δευτέρου χωρίζει αὐτό· ἐκεῖνο γὰρ ἐνδεχόμενον γίνεσθαι ἢ γενέσθαι ἄνευ τοῦ γίνεσθαι ἐλέγετο. τοῦτο οὖν ἐστι τὸ κυρίως ἀγένητον, ὃ οὐχ οὕτως δυνατὸν γενέσθαι, ὥστε ποτὲ μὲν εἶναι, ποτὲ δὲ μή· οὕτως δὲ τῶν μὲν ὄντων ἀγένητα τὰ ἀΐδια, τῶν δὲ μὴ ὄντων τὰ μηδέποτε εἶναι δυνάμενα. Δοκεῖ δέ μοι τὸ ὅλως προσθεῖναι ἐνδεικνύμενος, ὅτι τὰ πρῶτα σημαινόμενα πῃ τὸ ἀγένητον εἶχεν, ἀλλ’ οὐχ ὁλοτελῶς. εἰπὼν δὲ ὅλως ἀδύνατον γενέσθαι διαιρεῖ τὸ ἀδύνατον διχῶς, ἕνα μὲν τρόπον τὸν μετὰ τοῦ ὅλως νοούμενον, καθ’ ὃν οὐκ ἔστιν ἀληθὲς εἰπεῖν, ὅτι γένοιτο ἂν ὅλως καθ’ ὁποιονοῦν τοῦ γενητοῦ σημαινόμενον· πάντα γὰρ ἀναιρεῖ τὸ ὅλως· ἕτερον δέ, καθ’ ὃν παχυμερῶς λέγεται καὶ ὁλοσχερῶς τὸ ἀδύνατον ἐπὶ τῶν μὴ ῥᾳδίως ἢ μὴ ταχὺ ἢ μὴ καλῶς γινομένων· καὶ γὰρ τοῦτο πάνυ παχέως καὶ ἀκυρότερον ἀδύνατον γίνεσθαι καὶ ἀγένητον λέγεται· ὥστε μετὰ τούτου τέσσαρα ἂν εἴη τὰ τοῦ ἀγενήτου σημαινόμενα.
“在一种意义上,若某物可能生成”至“或因并非容易、并非迅速或并非良好[地生成]”。 他给出了无生成的第二种含义:即有可能生成、或在没有生成过程的情况下进入存在——他自己称此为已经生成——但尚未进入存在之物;因此,可能生成的房屋在此期间被称为无生成的,正在生成但尚未存在的房屋也是如此。作为无生成的第三种含义,他列举了全然不可能生成之物。然而,既然在没有生成的情况下进入存在之物(如第一种含义所指的是那样)也是不可能[通过生成过程]生成的,但仍然有时存在、有时不存在,为了使第三种含义与此相区别,他说这是不可能以“有时存在而有时不存在”的方式生成的;不过,通过“不可能生成”,他将其与第二种含义区别开来,因为后者被说成是可能生成、或者在没有生成过程的情况下生成的。因此,这才是严格意义上的无生成,即不可能以有时存在而有时不存在的方式生成之物;照此,在存在者中永恒之物是无生成的,而在非存在者中绝不可能存在之物是无生成的。在我看来,他加上“全然”是为了表明,先前的诸含义在某种程度上具有无生成性,但并非完全具有。在说了“全然不可能生成”之后,他将不可能区分为了两种:一种是连同“全然”一起被理解的,按照这种方式,在生成的任何一种含义下说它全然会生成都不是真的,因为“全然”否定了一切;另一种则是“不可能”粗略且大体上被用于并非容易、并非迅速或并非良好地生成之物;因为即便这种事物,在极其粗略且不太严格的意义上也被称为不可能生成和无生成的;因此加上这一个,无生成的含义将会有四种。
"Τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ γενητὸν ἕως τοῦ εἴτε καὶ μήπω ὄντος, ἀλλ’ ἐνδεχομένου." Ἀποδοὺς τὰ τοῦ ἀγενήτου σημαινόμενα μεταβέβηκεν ἐπὶ τὰ τοῦ γενητοῦ καὶ τὸν αὐτὸν ἐκείνοις αὐτὰ τρόπον ἀποδίδοσθαί φησι, διότι ἕκαστον πρὸς ἕκαστον οἰκείως ἀντιτιθέμενον ἀποδίδοται. καὶ πρῶτον ἐκτίθεται τοῦ γενητοῦ σημαινόμενον, ὃ μὴ ὂν πρότερον ἔστιν, εἴτε διὰ γενέσεως εἴτε ἄνευ τοῦ γίνεσθαι, ὁτὲ μὲν μὴ ὄν, πάλιν δὲ ὄν, ὥσπερ αἱ ἁφαί· γενητὰ γὰρ πάντα τὰ τοιαῦτα, διότι πρότερον μὴ ὄντα ὕστερον ἔστιν, κἂν ὁ τρόπος τῆς εἰς τὸ εἶναι παρόδου διάφορος. ἀντίκειται δὲ τοῦτο τοῦ γενητοῦ τὸ σημαινόμενον τῷ δευτέρῳ ῥηθέντι τοῦ ἀγενήτου σημαινομένῳ, ὃ μήπω ὂν οἷόν τε γενέσθαι· τῷ γὰρ μήπω ὄντι καὶ διὰ τοῦτο ἀγενήτῳ ἀντίκειται τὸ ἤδη ὂν ἐκ μὴ ὄντος καὶ διὰ τοῦτο γενητὸν λεγόμενον. δεύτερον δὲ τοῦ γενητοῦ σημαινόμενον τὸ δυνατὸν γενέσθαι εἴτε τῷ ἀληθεῖ διοριζομένου τοῦ δυνατοῦ εἴτε τῷ ῥᾳδίως ἢ ταχὺ ἢ καλῶς·2 ἀντέθηκε δὲ τοῦτο τῷ κατὰ τὸ ἀδύνατον τοῦ ἀγενήτου σημαινομένῳ, τῷ μὲν πρώτῳ τοῦ ἀδυνάτου τὸ διὰ τοῦτο λεγόμενον δυνατόν, ὅτι ἀληθές ἐστιν ἐπ’ αὐτοῦ τὸ γένοιτο ἄν, τῷ δὲ δευτέρῳ τὸ ῥᾳδίως γινόμενον ἢ ταχὺ ἢ καλῶς· λέγεται γὰρ δυνατὸν γενέσθαι καὶ τοῦτο, ὥσπερ ἀδύνατον τὸ μὴ ῥᾳδίως γινόμενον. τρίτον δὲ ἢ τέταρτον τοῦ γενητοῦ τρόπον ἐκτίθεται, οὗ ἡ μεταβολὴ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν διὰ γενέσεως γίνεται, εἴτε ἤδη εἴη τοῦτο οὕτως τὸ εἶναι ἔχον εἴτε καὶ μηδέπω εἴη. ἀντίκειται δὲ ὁ τρόπος οὗτος τῷ πρώτῳ ῥηθέντι τοῦ ἀγενήτου· τὸ μὲν γὰρ ἀγένητον ἐκεῖνο ἦν, οὗ ἡ εἰς τὸ εἶναι μεταβολὴ οὐκ ἦν διὰ γενέσεως, τὸ δὲ γενητὸν τοῦτο, οὗ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι μεταβολὴ οὐκ ἄλλως ἐστὶν ἢ διὰ γενέσεως. Οὕτως μὲν ὁ Ἀλέξανδρος φιλοπόνως ἐξηγήσατο καὶ ἀντιτέθεικε τὰ τοῦ γενητοῦ σημαινόμενα τοῖς τοῦ ἀγενήτου. μήποτε δὲ τὸ πρῶτον τοῦ γενητοῦ σημαινόμενον, ὅπερ καὶ κυριώτατόν ἐστι, καὶ πρὸς τὸ τρίτον ἀντίκειται τοῦ ἀγενήτου, ὅπερ καὶ αὐτὸ τὸ κυριώτατον τοῦ ἀγενήτου σημαινόμενον δηλοῖ τὸ ὅλως ἀδύνατον γενέσθαι, ὥστε ὁτὲ μὲν εἶναι, ὁτὲ δὲ μή, εἴπερ τοῦτο γενητόν ἐστιν, ὃ μὴ ὂν πρότερον ὕστερον ἔστιν, ὁτὲ μὲν μὴ ὄν, πάλιν δὲ ὄν, ὁποῖος ἂν τρόπος αὐτῷ εἴη τῆς εἰς τὸ εἶναι παρόδου.
“以同样的方式,生成的也是如此”至“或者即便尚未存在,但是可能的”。 在阐述了无生成的诸含义之后,他转向了生成的诸含义,并指出它们也是以相同的方式给出的,因为每一个含义都是与对方恰当对立地给出的。他阐明了生成的第一个含义:先前不存在而现在存在之物,无论它是通过生成还是在没有生成过程的情况下,有时不存在而再次存在,正如接触一样;因为所有这类事物都是生成的,因为它们先前不存在而后来存在,尽管它们进入存在的方式有所不同。而生成的这一含义与前面所说的无生成的第二种含义相对立,即尚未存在但可能生成之物;因为与尚未存在且因此是无生成的事物相对立的,是从非存在出发已经存在且因此被称为生成的事物。生成的第二个含义是可能生成之物,无论这可能性是由真理来界定,还是由容易、迅速或良好来界定;他将此与依照不可能而成立的无生成含义相对立:与不可能的第一种方式相对立的,是因为“它会生成”对其为真而被说成是可能的事物;与第二种方式相对立的,则是容易、迅速或良好地生成的事物;因为这也同样被称为可能生成,正如不易生成之物被称为不可能一样。作为生成的第三种或第四种方式,他阐明的是其从非存在向存在的变化是通过生成而发生的事物,无论它是已经以这种方式拥有存在,还是尚未拥有。而这种方式与前面所说的无生成的第一个含义相对立;因为那个无生成是指其进入存在的变化不是通过生成的,而这个生成则是指其从非存在向存在的变化不是以其他方式而唯独是通过生成的。亚历山大便是这样费尽心力地进行了解释,并将生成的诸含义与无生成的诸含义一一对立起来。然而或许,生成的第一个含义——它也是最本真的含义——同时也与无生成的第三个含义相对立,后者自身也表明了无生成的最本真含义,即全然不可能以有时存在而有时不存在的方式生成——如果生成的确实是指先前不存在而后来存在、有时不存在而再次存在之物,无论它进入存在的方式究竟如何的话。
- 1.109ἀδύνατον γενέσθαι φησίν, ὥστε ὁτὲ μὲν εἶναι, ὁτὲ δὲ μή
带有不定式 εἶναι 的 ὥστε 结果从句修饰并限定了紧前面的 ἀδύνατον γενέσθαι,意为“不可能以‘有时存在而有时不存在’[这样的结果]的方式生成”。它作为限定条件,用以将这第三种含义与前文的第一种含义(无时间性、非连续发生之事,后者同样不可能通过生成过程产生,但存在与不存在会交替发生)区分开来。
- 1.110τῷ μὲν πρώτῳ τοῦ ἀδυνάτου τὸ διὰ τοῦτο λεγόμενον δυνατόν, ὅτι ἀληθές ἐστιν ἐπ’ αὐτοῦ τὸ γένοιτο ἄν, τῷ δὲ δευτέρῳ τὸ ῥᾳδίως γινόμενον ἢ ταχὺ ἢ καλῶς
由前文动词 ἀντέθηκε(对立)所支配的双重“与格-宾格”对比结构。与 τῷ μὲν πρώτῳ [τρόπῳ] τοῦ ἀδυνάτου(对于不可能的第一种方式)相对立的是宾格短语 τὸ ... λεγόμενον δυνατόν(因……而被说成是可能者),与 τῷ δὲ δευτέρῳ [τρόπῳ](对于第二种方式)相对立的是宾格短语 τὸ ῥᾳδίως γινόμενον...(容易生成者)。
