← 辛普里丘

亚里士多德《论天》注释

§312.29-314.14

生成与不灭的多义性及第一种不生之意

辛普里丘注解了亚里士多德《论天》第一卷第十一章开头(280b1–280b6)关于必须区分“生成”、“无生成”、“可灭”、“不灭”诸概念之多义性的论述,并探讨了第一种“无生成”的含义——即如接触或运动那般无需持续时间而从非存在进入存在的事物——以及运动不存在运动的论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.107

" Πρῶτον δὲ διαιρετέον ἕως τοῦ ἄδηλον γὰρ κατὰ ποίαν φύσιν αὐτῶν συμβαίνει τὸ λεχθέν." Προθέμενος ζητῆσαι, εἰ δυνατὸν ἕπεσθαι τῷ γενητῷ τὸ ἄφθαρτον ἢ τῷ ἀγενήτῳ τὸ φθαρτόν, ἐπειδὴ πολλαχῶς ἕκαστον τούτων λέγεται, δεῖν φησι πρῶτον αὐτῶν τὰ σημαινόμενα διορίσασθαι καὶ τούτου τὴν χρείαν διδάσκει καλῶς. ἐπὶ γὰρ τῶν πολλαχῶς λεγομένων, ἐὰν μὴ διέλῃ τις τὰ σημαινόμενα καὶ ἀφορίσῃ, περὶ ποῖον αὐτῶν ἡ ζήτησίς ἐστιν, ἀνάγκη τὴν τοῦ ἀκούοντος διάνοιαν ἀορισταίνειν. προσέθηκε δὲ ἐκ περιουσίας τὸ κἂν μηδὲν διαφέρῃ πρὸς τὸν λόγον, ὅτι καὶ τότε χρὴ τὸ πολλαχῶς λεγόμενον διαιρεῖν.1 πότε δὲ οὐδὲν διαφέρει πρὸς τὸν λόγον ἡ τοῦ πολλαχῶς λεγομένου διαίρεσις; ἢ ὅταν γνώριμον ᾖ, καθ’ ὃ σημαινόμενον οἱ λόγοι γενήσονται; ἀλλὰ καὶ τότε, φησίν, ἀορισταίνει πως ἡ τοῦ ἀκούοντος διάνοια περιφανταζομένη τὰ πολλὰ σημαινόμενα. ἢ πρὸς τὸν λόγον τὸν τοῦ λέγοντός φησι μηδὲν διαφέρειν τὴν τοῦ πολλαχῶς λεγομένου διαίρεσιν, ὅταν ὁ λέγων ὡς ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ ποιῆται τὸν λόγον μήτε γυμνασίας χάριν μήτε σοφιστικῶς ἐπ’ ἄλλο καὶ ἄλλο μεταφέρων αὐτὸν σημαινόμενον· τότε γὰρ ὡς μὲν πρὸς τὸν λέγοντα οὐδὲν συντελεῖ ἡ τοῦ πολλαχῶς λεγομένου διαίρεσις, ὁ δὲ ἀκούων ἀορισταίνει καὶ τότε ἀδήλου ὄντος καὶ τότε τοῦ δειχθέντος, κατὰ ποίου σημαινομένου δέδεικται.

“但首先应当区分”至“因为并不清楚所言之事实是按照它们的何种本性发生的”。 既然打算探究不灭者是否可能伴随生成者,或者可灭者是否可能伴随无生成者,而且既然这些概念的每一个都是多义地言说的,他便说必须首先界定它们的诸含义,并且极好地阐明了这一做法的必要性。因为在多义言说的事物上,如果不把诸含义区分开来并限定探究是关于其中哪一种含义进行的,听者的心思就必然陷入游移不定。他又额外补充了“即使这对于论证没有任何影响”,因为即便在那种情况下,也应当对多义言说之物加以区分。然而,多义言说之物的区分在何时对论证没有任何影响呢?难道是在用来进行论证的含义已经为人所知晓的时候吗?但他指出,即便在那时,由于听者的心思萦回于多种含义之间,也会在某种程度上游移不定。抑或是他说多义言说之物的区分对于说话者的论证没有任何影响,是在说话者既非为了思想练习亦非诡辩式地把论证转移到不同含义上、而是就单一且同一的含义进行论证的时候吗?因为在那时,就说话者而言,多义言说之物的区分固然不起任何作用,但听者即便在那时也会游移不定,所证明的事情究竟是按照哪种含义得到证明的,即便在那时也是不清楚的。

§1.108

"Λέγεται δὲ ἀγένητον ἕως τοῦ οὐδὲ γὰρ εἶναι γίνεσθαι φασιν ἁπτόμενον οὐδὲ κινούμενον.2" Προθέμενος διελέσθαι τὰ τοῦ ἀγενήτου σημαινόμενα πρῶτον μὲν ἐκεῖνό φησιν, ὅπερ καίτοι πρότερον μὴ ὄν, ὕστερον δὲ ὄν, ἀγένητον ὅμως λέγεται ὡς χωρὶς γενέσεως, τουτέστι κινήσεώς τινος καὶ παρατάσεως, ἐλθὸν εἰς τὸ εἶναι. τὰ γὰρ γενέσεως μὴ δεηθέντα πρὸς ὑπόστασιν εἰκότως ἀγένητα λέγεται, καθάπερ ἔνιοι τὸ ἅπτεσθαι καὶ τὸ κινεῖσθαι λέγουσι καὶ τὴν ἁφὴν ἀθρόως καὶ ἀπαρατάτως γίνεσθαι νομίζουσι καὶ κινήσεως λέγουσι μὴ εἶναι γένεσιν μηδὲ μεταβολὴν μηδὲ διὰ γενέσεως ἢ κινήσεως τὸ μὴ κινούμενον ἐπὶ τὸ κινεῖσθαι προϊέναι· εἰ γὰρ καὶ ἡ κίνησις μεταβολή τίς ἐστιν, εἴη ἂν μεταβολὴ μεταβολῆς καὶ κινήσεως κίνησις, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὅπερ νῦν μὲν εἰς ἄλλους ἀπέπεμψεν εἰπὼν καθάπερ ἔνιοι, ἐν δὲ τῷ Ε τῆς Φυσικῆς ἀκροάσεως αὐτὸς ἀπέδειξε. μήποτε δὲ ἡ μὲν ἁφὴ καὶ ἡ ἀστραπὴ καὶ ὅλως τὰ ἐξαίφνης καὶ ἀχρόνως δοκοῦντα ὑφίστασθαι καὶ ἀρχὴν ἔχει καὶ μέσον καὶ τέλος τῆς ἀπὸ τοῦ μὴ ὄντος ἐπὶ τὸ εἶναι διόδου καὶ διὰ γενέσεως πρόεισιν εἰς τὸ εἶναι, καὶ χρόνος αὐτῶν μετρεῖ τὴν γένεσιν, κἂν ἐλάχιστος ὢν διαλανθάνῃ τὴν ἑαυτοῦ παράτασιν, ἡ μέντοι κίνησις καὶ ἡ γένεσις καὶ αἱ μεταβολαὶ ἄλλων οὖσαι τῶν κινουμένων καὶ γινομένων καὶ μεταβαλλόντων καθ’ ἑαυτὰς οὐ πάσχουσιν·3 οὐδὲ γὰρ αἱ ὁδοὶ ἐν ὁδοῖς εἰσιν οὐδὲ αἱ παρατάσεις ἐν παρατάσεσιν οὐδὲ τὰ μέτρα ὡς μέτρα μετρεῖται· ὅταν δὲ τὴν κίνησιν καὶ τὴν γένεσιν καὶ τὴν μεταβολὴν ὡς εἴδη τινὰ θεασώμεθα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προελθόντα, τότε καὶ τούτων ἐννοοῦμεν γένεσιν· ὥσπερ καὶ τὸ μέτρον, οἷον τὸν πῆχυν, ὅταν ὡς σῶμα διεστὼς ἐννοήσωμεν, μετρεῖσθαι καὶ αὐτόν φαμεν· καίτοι καὶ ἐπὶ τούτου δυνατὸν λέγειν, ὅτι, εἰ ἔστι τοῦ μέτρου μέτρον, ἀνάγκη ἐπ’ ἄπειρον χωρεῖν· ἀλλ’ οὔτε ὡς μέτρου μέτρον ἐστὶν ἀλλ’ ὡς σωματικῆς παρατάσεως, οὔτε ὡς κίνησις κινεῖται οὔτε ὡς γένεσις γίνεται οὔτε ὡς μεταβολὴ μεταβάλλει, ἀλλ’ ὡς καὶ αὐτὰ πρότερον μὲν μὴ ὄντα, ὕστερον δὲ ὄντα, τῷ χρόνῳ συμμεταβάλλεται. καί μοι δοκεῖ καὶ Ἀριστοτέλης διὰ τὸ τὴν τοιαύτην αὐτῶν μεταβολὴν ἐννοεῖν εἰς ἄλλους ἀποπέμψαι τὸν λόγον καθάπερ ἔνιοι λέγων· οὐ γὰρ εἶναι γίνεσθαί φησι.

“但无生成被称为”至“因为他们说,接触或运动也是没有生成的”。 既然打算区分无生成的诸含义,他首先指出了这样一种情况:尽管它先前不存在而后来存在,但由于它是在没有生成——即没有任何运动和持续时间——的情况下进入存在的,因而仍被称为无生成。因为那些在成立上不需要生成的事物理所当然被称为无生成的,正如有些人对接触和运动所说的那样,他们认为接触是一下子且无时间间隔地发生的,并且主张运动既没有生成也没有变化,不运动之物也不是通过生成或运动而走向运动状态的;因为如果运动本身也是某种变化,就会存在变化的变化和运动的运动,而这将导致无穷倒退——对于这一点,他现在虽然通过说“正如有些人所说”而推托给他人,但在《自然学》第五卷中他自己对此作出了证明。然而或许,接触、闪电以及通体看来是突然且无时间差地成立的事物,从非存在通向存在的过程中确实也有开端、中段和终点,并且是通过生成走向存在的,而且时间也度量着它们的生成,哪怕时间极其微小以致其自身的持续被忽略过去;然而,运动、生成以及诸变化既然属于正在运动、正在生成和正在变化的其他事物,它们自身却并不承受这些。因为道路并不在道路之中,持续时间并不在持续时间之中,度量标准也不会作为度量标准而被度量;但每当我们把运动、生成和变化作为从非存在走向存在的某种形式来观照时,那时我们也会构想出它们的生成。正如对于度量标准(例如一肘之长),每当我们把它构想为展开的物体时,我们也说它本身是被度量的;尽管对于这种情况也可以说,如果存在度量标准的度量标准,就必然走向无穷;但既不存在作为对度量标准的度量标准,而是存在作为对物体性延伸的度量标准,〔运动〕既不是作为运动而运动,〔生成〕也不是作为生成而生成,〔变化〕亦不是作为变化而变化,而是作为它们自身先前不存在而后来存在之物,随着时间一同变化。在我看来,亚里士多德也正是因为想到了它们的这种变化,才通过说“正如有些人所说”而把这一论证推托给他人;因为他说没有生成。

语法注3 条
  1. 1.107προσέθηκε δὲ ἐκ περιουσίας τὸ κἂν μηδὲν διαφέρῃ πρὸς τὸν λόγον, ὅτι καὶ τότε χρὴ τὸ πολλαχῶς λεγόμενον διαιρεῖν.

    名词化引用语 τὸ κἂν μηδὲν διαφέρῃ πρὸς τὸν λόγον 作动词 προσέθηκε 的直接宾语,随后的 ὅτι 从句在句法上起同位或解释性说明的作用,阐明亚里士多德补充该语句的意图与理由。

  2. 1.108οὐδὲ γὰρ εἶναι γίνεσθαι φασιν ἁπτόμενον οὐδὲ κινούμενον

    在引文(lemma)中,εἶναι 是由 φασιν 支配的表存在的动词不定式,γίνεσθαι 作其实质主语(名词性用法,意为“生成”)。中性分词 ἁπτόμενον 与 κινούμενον 则指明所论及的过程状态,全句意为“因为他们说,接触或运动也是没有生成的”。

  3. 1.108ἡ μέντοι κίνησις καὶ ἡ γένεσις καὶ αἱ μεταβολαὶ ἄλλων οὖσαι τῶν κινουμένων καὶ γινομένων καὶ μεταβαλλόντων καθ’ ἑαυτὰς οὐ πάσχουσιν

    主语为 ἡ μέντοι κίνησις καὶ ἡ γένεσις καὶ αἱ μεταβολαὶ;ἄλλων οὖσαι 是表原因的分词短语,后接表领属的属格补足语 τῶν κινουμένων...(“属于其他运动着、生成着和变化着的事物”);主句动词为 οὐ πάσχουσιν,介词短语 καθ’ ἑαυτὰς(“就其自身而言”)修饰该动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:312.29-314.14