- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:311.1-312.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了“从后文也将变得清楚”指的是紧接在后的普遍论证,批判并修正了亚历山大关于柏拉图《蒂迈欧篇》与“无生成且可灭”假说的解释,并阐明了关于天的自然学证明与即将展开的普遍证明之间的关系。
οὐ μόνον γὰρ ἤδη δέδεικται, ὅτι μή εἰσιν ἄπειροι οἱ κόσμοι, τῷ μηδὲ ἄπειρον εἶναι σῶμα καὶ τῷ μὴ πλείους ἑνὸς εἶναι, καὶ ὅτι ἀγένητος καὶ ἄφθαρτός ἐστιν ὁ κόσμος, ἀλλὰ καὶ ἐν τῷ δευτέρῳ περὶ τούτου δείξει, ὅτι ἀγένητος καὶ ἄφθαρτος. “ἐπισκεπτέον δέ, φησὶν Ἀλέξανδρος, μήποτε ἐν τοῖς ὑστέροις βιβλίοις ἀναιρῶν τὰς ἀτόμους, ἐξ ὧν καὶ δι’ ἃς ἡ τῶν κόσμων κατὰ τοὺς ὑποτιθεμένους αὐτὰς ἀπειρία, ἅμα καὶ τὴν δόξαν αὐτῶν ἀδύνατον οὖσαν ταύτην συναποδείκνυσι”. μήποτε δὲ οὐκ εἰς μακρὰν ἀναβαλλόμενος ὁ Ἀριστοτέλης εἶπε τὸ ἔσται δῆλον ἐκ τῶν ὕστερον1 οὐδὲ ὡς τοῦτο μέλλων δεικνύναι, ὅτι οὐκ εἰσὶν ἄπειροι κόσμοι· τοῦτο γὰρ ἤδη δέδεικται· ἀλλ’ ὡς ἐφεξῆς περὶ τούτου λέξων. τεκμαίρομαι δὲ ἐκ τοῦ ἐπαγομένου αἰτιολογικοῦ συνδέσμου τοῦ γάρ.2 εἰσὶ γάρ, φησίν, τινες, οἷς ἐνδέχεσθαι δοκεῖ καὶ ἀγένητόν τι ὂν φθαρῆναι καὶ γενόμενον ἄφθαρτον διατελεῖν, ἅπερ αὐτὸς ἀναιρῶν δείξει, ὅτι τὸ ἀγένητον πάντως ἄφθαρτόν ἐστι καὶ τὸ ἄφθαρτον ἀγένητον καὶ αὖ πάλιν τό τε γενητὸν φθαρτὸν καὶ τὸ φθαρτὸν γενητόν. τούτων δὲ δειχθέντων δειχθήσεται, ὅτι, ὥσπερ τὸ γενητὸν οὐχ οἷόν τε ἀιδίως εἶναι, οὕτως καὶ τὸ φθαρτὸν οὐχ οἷόν τε ἀιδίως μὴ εἶναι, ἀλλ’ ἀνακάμπτειν πάλιν εἰς τὸ εἶναι· εἰ δὲ τοῦτο, δῆλον, ὅτι ἀδύνατον καὶ τὰ ἐκ τῶν ἀπείρων κόσμων φθειρόμενα μηκέτι ἀνακάμπτειν. καί ἐστι καὶ αὕτη Ἀλεξάνδρου ὑπόνοια ἐγκεκρύφθαι λέγοντος ἐν τῷ προκειμένῳ λόγῳ τὴν πρὸς τοὺς τὸν φθαρέντα κόσμον μηκέτι ἔσεσθαι λέγοντας ἀντιλογίαν. Παράδειγμα δὲ τῶν λεγόντων γενόμενόν τι ἄφθαρτον διατελεῖν ἐπήγαγε τὸ ἐν τῷ Τιμαίῳ τοῦ Πλάτωνος λεγόμενον· ὅτι γὰρ οὐκ ἄμφω τὰ προτεθέντα τό τε ἀγένητόν τι ὂν φθαρῆναι καὶ γενόμενον ἄφθαρτον διατελεῖν νομίζει λέγεσθαι ἐν Τιμαίῳ, ἐδήλωσεν αὐτὸς ἐπαγαγών· ἐκεῖ γάρ φησι τὸν οὐρανὸν γενέσθαι μέν, οὐ μὴν ἀλλ’ ἔσεσθαί γε τὸν λοιπὸν ἀεὶ χρόνον. “καὶ κατὰ κοινοῦ δὲ δυνατόν, φησὶν Ἀλέξανδρος, ἀκούειν τὸ ἐν Τιμαίῳ γεγραμμένον· τῆς γὰρ αὐτῆς διανοίας τό τε γενόμενόν τι ἄφθαρτον λέγειν καὶ τὸ ἀγένητον φθαρτόν. ἀλλὰ καὶ ἡ ἀταξία, φησίν, ἐξ ἧς ὁ κόσμος γέγονε κατ’ αὐτούς, ἀγένητος οὖσα ἐφθάρη εἰς τὴν τάξιν καὶ τὸν κόσμον μεταβάλλουσα.” ἀλλὰ δῆλον, ὅτι, εἴπερ σωματικόν ἐστιν ἢ ὁρατὸν τὸ ἄτακτον κατὰ Πλάτωνα, ὡς δηλοῖ λέγων “παραλαβὼν ὁ θεὸς πᾶν, ὅσον ἦν ὁρατόν, οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως,” δῆλον, ὅτι γενητὸν καὶ αὐτό φησιν ὁ Πλάτων· τὸ γὰρ ὁρατὸν πᾶν γινόμενον καὶ γενητὸν ἀφωρίσατο. μήποτε οὖν ταύτης τῆς ὑποθέσεως τῆς λεγούσης ἀγένητον μέν τι εἶναι, φθαρτὸν δέ, οὐδὲ ἔστι τις προϊστάμενος3 οὐδὲ κατὰ τὸ φαινόμενον οὕτω ῥηθείσης, ἀλλ’ ὁ Ἀριστοτέλης τοῦ τελείου ἕνεκεν τῆς διαιρέσεως καὶ ἐκεῖνο παρέθετο τὸ τμῆμα καὶ ἅμα, ὅτι ἡ ἀντιστροφὴ τοῦ ἀγενήτου καὶ ἀφθάρτου συντελέσει αὐτῷ εἰς τὸ δεῖξαι, ὅτι καὶ τὸ γενητὸν καὶ φθαρτὸν πρὸς ἄλληλα ἀντιστρέφουσιν. ἐπειδὴ δὲ τῆς ἐν Τιμαίῳ ἀταξίας καὶ ἐνταῦθα ἐμνημόνευσεν ὁ Ἀλέξανδρος ὡς προϋπαρχούσης τοῦ κόσμου κατὰ Πλάτωνα, καὶ ἐγὼ πάλιν ὑπομιμνήσκω, ὅτι ὁ Πλάτων τὸν χρόνον μετ’ οὐρανοῦ γενέσθαι φησί. πῶς οὖν τοῦ οὐρανοῦ κατὰ χρόνον τι προϋπάρχειν δυνατόν; καὶ ὅτι τὸ σωματοειδές, ὅσον ἐφ’ ἑαυτῷ, καὶ λυτὸν καὶ ἄτακτον ὑπάρχον καὶ ἀΐδιον καὶ κεκοσμημένον δείκνυσι διὰ τὴν τοῦ θεοῦ ἀγαθότητα συμφωνοῦντος αὐτῷ καὶ τοῦ Ἀριστοτέλους, ὅταν λέγῃ τὸν κόσμον δι’ ἑαυτὸν μὲν πεπερασμένην ἔχειν δύναμιν, διὰ δὲ τὸ κινοῦν αἴτιον ἀεικίνητόν τε καὶ ἀπειροδύναμον γίνεσθαι. “πρὸς δὲ τοὺς λέγοντας” φησί “γενητὸν καὶ ἄφθαρτον τὸν κόσμον ἢ ἀγένητον καὶ φθαρτὸν φυσικῶς μὲν εἴρηται πρότερον, ὅτε ἐδείκνυ τὸν οὐρανὸν ἀγένητον ὄντα καὶ ἄφθαρτον ἐκ τοῦ τὸ μὲν γινόμενον καὶ φθειρόμενον πᾶν ἐξ ἐναντίου γίνεσθαι καὶ εἰς ἐναντίον φθείρεσθαι, τῷ δὲ οὐρανῷ μηδὲν εἶναι ἐναντίον· εἰ γὰρ ἦν τι ἐναντίον αὐτῷ, εἶχεν ἂν κίνησιν ἐκεῖνο τῇ κύκλῳ κινήσει ἐναντίαν· ἐναντία γὰρ φυσικῶς ἐστιν τὰ ἐναντίας ἔχοντα τὰς κατὰ φύσιν κινήσεις. δείξας οὖν, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις, ἔχει ἑπόμενον τὸ μηδὲ τῷ κυκλοφορητικῷ σώματι εἶναί τι ἐναντίον, τούτῳ δὲ τὸ μήτε γίνεσθαι αὐτὸ μήτε φθείρεσθαι.” καὶ ἔστιν ἡ ἀπόδειξις φυσικωτάτη ἀπὸ τοῦ αἰτίου ληφθεῖσα τῆς τῶν φυσικῶν σωμάτων γενέσεώς τε καὶ φθορᾶς τοῦ ἐξ ἐναντίων καὶ εἰς ἐναντία τὰς γενέσεις εἶναι καὶ τὰς φθοράς·4 ἀλλ’ εἴρηται περὶ τοῦ οὐρανοῦ μόνον· καθόλου δὲ περὶ παντὸς σκεψαμένοις, εἰ δυνατὸν γενητόν τι ἄφθαρτον εἶναι ἢ ἀγένητον φθαρτόν, ἔσται καὶ περὶ τοῦ οὐρανοῦ δῆλον· τοῖς γὰρ καθόλου τὰ ἐν μέρει συναποδείκνυται.
因为不仅已经证明了宇宙不是无限的——凭借物体并不是无限的,以及凭借它们并非多于一个——并且宇宙是无生成且不灭的,而且在第二卷中他也将就此证明它是无生成且不灭的。“然而应当考察,”亚历山大说,“在随后的诸卷中,在取消原子(按照设定原子的人,宇宙的无限性正是来自这些原子且由于这些原子)的同时,他是否也连带证明了他们的这一见解是不可能的。”但是,亚里士多德说“从后文也将变得清楚”,或许并非推延到很久之后,也不是打算证明宇宙并非无限——因为这一点已经证明过了——而是打算紧接着就此进行论述。我这是从随后引入的说明原因的连词“因为”推测出来的。因为他说,有些人认为无生成的某物消灭以及生成之物长久保持不灭都是可能的;他自己取消这些看法,并将证明无生成者全然是不灭的,不灭者是无生成的,反过来,生成者是可灭的,可灭者是生成的。而当这些得以证明之后,就将证明:正如生成者不可能永远存在,同样,可灭者也不可能永远不存在,而是必须再次回归于存在;如果这是真的,那么显而易见,从无限宇宙中消灭的东西不再回归也是不可能的。这也是亚历山大的推想,他说在眼前的论证中隐藏着针对那些主张消灭后的宇宙不再存在者的反驳。作为那些主张生成的某物长久保持不灭者的范例,他引述了柏拉图《蒂迈欧篇》中所说的内容。因为他[亚里士多德]并不认为所提出的两种看法——即无生成的某物消灭以及生成之物长久保持不灭——都在《蒂迈欧篇》中被言说,他自己通过接着说表明了这一点:因为他说,在那里天是生成的,然而在余下的全部时间中却将永远存在。“但是,”亚历山大说,“把《蒂迈欧篇》中所写的共同来理解也是可能的;因为主张生成的某物是不灭的与主张无生成者是可灭的,属于同一种思路。而且,”他说,“按照他们[柏拉图学派],宇宙从中产生的无秩序本身虽然是无生成的,却由于转变为秩序和宇宙而消灭了。”但显然,如果按照柏拉图,无秩序之物是物体性的或可见的,正如他通过说“神接管了所有可见之物,它们并非处于静止,而是不协调且无秩序地运动着”所表明的那样,那么很显然柏拉图说它也是生成的;因为他将一切可见之物规定为正在生成且是生成的。因此,或许并没有人拥护这一主张某物是无生成却是可灭的假说,甚至连表面上这样说的也没有;相反,亚里士多德是为了划分的完备性才并列了那一部分,并且同时也是因为无生成与不灭的换位将有助于他证明生成与可灭也彼此换位。既然亚历山大在此也提及《蒂迈欧篇》中的无秩序,将其视作按照柏拉图是在宇宙之前先在的,那么我也再次提醒:柏拉图说时间是与天一同生成的。那么,在时间上有什么东西可能先于天而存在呢?并且他指明,物体性的东西就其自身而言固然既是可解体的又是无秩序的,但由于神的善,它既是永恒的又是受秩序规整的;亚里士多德也与他一致,每当他说宇宙凭借自身拥有有限的能力,但由于推动的原因而成为永远运动的且具有无限能力的时候。“然而,”他[亚历山大]说,“对于那些主张宇宙是生成的且不灭的,或者无生成且可灭的人,先前已经从自然学角度论述过了,当时他从‘一切生成和消灭之物都从相反者生成并消灭为相反者,而天没有任何相反者’这一前提出发,证明了天是无生成且不灭的;因为如果天有任何相反者,那东西就会具有与圆周运动相反的运动;因为在自然学意义上,具有相反自然运动的东西是相互相反的。因此,既然证明了圆周运动不存在相反的运动,他就得出其推论:作圆周运动的物体也没有任何相反者,并由此推论出它既不生成也不消灭。”这一证明是非常符合自然学本性的,是取自自然物体的生成与消灭的原因——即生成与消灭是从相反者出发并走向相反者;但这只是就天而言的。然而,对于普遍地就一切事物考察了生成的某物是否可能是不灭的,或者无生成者是否可能是可灭的人来说,关于天的情况也将变得清楚;因为伴随着普遍事物,各个部分的事物也一同得到了证明。
- 1.106μήποτε οὐκ εἰς μακρὰν ἀναβαλλόμενος ὁ Ἀριστοτέλης εἶπε τὸ ἔσται δῆλον ἐκ τῶν ὕστερον
μήποτε 在此并非表示畏惧或怀疑,而是引导一种委婉的断定或推测(“或许……”、“莫非是……”),后接陈述语气不定过去时 εἶπε,引出辛普里丘针对亚历山大解读所提出的替代观点。
- 1.106τεκμαίρομαι δὲ ἐκ τοῦ ἐπαγομένου αἰτιολογικοῦ συνδέσμου τοῦ γάρ
τεκμαίρομαι(“我推测”)带介词短语 ἐκ τοῦ ... συνδέσμου(“从……连词”)来表示推论的根据。中性属格冠词 τοῦ 实词化了同位语 γάρ(连词“因为”)。
- 1.106μήποτε οὖν ταύτης τῆς ὑποθέσεως ... οὐδὲ ἔστι τις προϊστάμενος
分词 προϊστάμενος(源自 προΐσταμαι,“倡导、拥护”)支配属格 ταύτης τῆς ὑποθέσεως(“这一假说”)。属格短语倒装置于句首(hyperbaton),而主语 τις προϊστάμενος 则置于动词 ἔστι 之后。
- 1.106τοῦ ἐξ ἐναντίων καὶ εἰς ἐναντία τὰς γενέσεις εἶναι καὶ τὰς φθοράς
冠词附带不定式短语 τοῦ ... εἶναι 为属格,作为前面 τοῦ αἰτίου(“原因”)的同位语(解释性同位语)。宾格短语 τὰς γενέσεις καὶ τὰς φθοράς 充当不定式 εἶναι 的逻辑主语。
