← 辛普里丘

亚里士多德《论天》注释

§310.4-310.36

无限相继宇宙论与原子论生成消灭说探讨

辛普里丘审视了亚历山大关于原子论的解释——即无限相继的宇宙使得生成与不可逆消灭得以并存,通过与恩培多克勒的观点进行对比,探讨了亚里士多德称此为“更有可能”的真实意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.106#2

καὶ τὴν αἰτίαν ὁ Ἀλέξανδρος προστίθησιν· “οὐ γὰρ εἰς ὕλην τοῦ κόσμου, φησίν, ἡ διάλυσις αὐτοῦ καὶ φθορά, ἥτις δύναμιν εἶχεν τοῦ γενέσθαι κόσμος, ἀλλ’ εἰς ἄλλον κόσμον, ὧν ἀπείρων ὄντων καὶ ἀλλήλους διαδεχομένων οὐκ ἀνάγκη πάλιν ἐπὶ τὸν αὐτὸν τὴν ἐπάνοδον γίνεσθαι”. οὕτως δὲ ἐδόκει τοῖς περὶ Λεύκιππον καὶ Δημόκριτον· πρόχειρον δέ, οἶμαι, ζητεῖν, τί διενήνοχεν αὕτη ἡ ὑπόθεσις τῆς ἐναλλὰξ συνιστώσης καὶ διαλυούσης, ἣν ἔλεγεν Ἀριστοτέλης οὐδὲν ἀλλοιότερον ποιεῖν ἢ ἀΐδιον μὲν κατασκευάζειν τὸν κόσμον, μεταβάλλοντα δὲ τὴν μορφήν, ὡς Ἐμπεδοκλῆς ἐδόκει λέγειν. μήποτε δὲ καὶ μᾶλλον τοῦτο τοῖς περὶ Δημόκριτον προσήκει,1 εἴπερ Ἐμπεδοκλῆς μὲν διάφορα τῶν παρ’ αὐτῷ κόσμων ἔλεγεν τὰ εἴδη, ὡς καὶ ὀνόμασι χρῆσθαι διαφόροις τὸν μὲν ‘σφαῖρον’, τὸν δὲ ‘κόσμον’ ἰδίως καλῶν, οἱ δὲ Δημοκρίτου κόσμοι εἰς ἑτέρους κόσμους μεταβάλλοντες ἐκ τῶν αὐτῶν ἀτόμων ὄντας οἱ αὐτοὶ τῷ εἴδει γίνονται, εἰ καὶ μὴ τῷ ἀριθμῷ· εἰ μὴ ἄρα διὰ τὸ μὴ ὑποτίθεσθαι τούτους ποιητικὰ αἴτια ὡρισμένα,2 ἀλλὰ τῇ κινήσει τῶν ἀτόμων, ὡς ἔτυχε, γινομένῃ συνιστᾶν τὰ ἀποτελούμενα συμβαίνει μὴ τὰ αὐτὰ γίνεσθαι τῶν κόσμων εἴδη, ἀλλ’ ἄλλοτε ἄλλα, καὶ διὰ τοῦτο μὴ εἶναι ἀλλοίωσιν ὡς ἐπ’ ἐκείνων τὴν μεταβολήν, ἀλλὰ γένεσιν καὶ φθοράν· καὶ τάχα εἰς τοῦτο βλέπων Ἀριστοτέλης ἔλεγεν ἐπ’ ἐκείνων τὴν αὐτὴν τάξιν καὶ σύστασιν γίνεσθαι, οἳ τῆς διαθέσεως ἑκατέρας αἰτιῶνται τὸ ἐναντίον. ἀλλ’ εἰ, ὡς φησιν Ἀλέξανδρος, ἡ διάλυσις τοῖς περὶ Δημόκριτον οὐκ εἰς ὕλην γίνεται, ἀλλ’ εἰς ἄλλον κόσμον, πῶς τοῖς ἀπείρους λέγουσι κόσμους τοῦτο προχωρεῖ λέγειν, ἀλλ’ οὐχὶ καὶ τοῖς ἕνα ἢ πλείονας; μήποτε οὖν Ἀριστοτέλης τὴν ὑπόθεσιν γυμνάζων τῶν λεγόντων3 γενητὸν μέν, φθαρτὸν δὲ οὕτως ὡς μὴ ἀνακάμπτειν, οὐκ ἔλαβεν εἰς κόσμον γινομένην τὴν διάλυσιν (ταύτην γὰρ ἀλλοίωσιν ἔλεγεν), ἀλλ’ εἰς τὸ μὴ ὄν, καὶ τοῦτο τοῖς μὲν ἕνα τὸν κόσμον ὑποτιθεμένοις ἔλεγε μὴ προχωρεῖν, ἀπείρων δὲ ὄντων ἐνδέχεσθαι μᾶλλον· φθειρόμενοι γὰρ οὐκ ἐπιλείψουσι διὰ τὴν ἀπειρίαν. καὶ οὐχ ὅτι δυνατὸν οὕτω λέγειν, εἶπε τὸ ἐνδέχεται μᾶλλον, ἀλλ’ ὡς πρὸς σύγκρισιν τῶν ἕνα λεγόντων καὶ φθειρόντων οὕτως ὡς μὴ ἀνακάμπτειν· ἐκεῖ γὰρ καὶ ἐπέλιπεν ἂν ὁ κόσμος, ὅπερ ἐπὶ τῶν ἀπείρων οὐ γίνεται. ὅτι γὰρ οὐδὲ ταύτην τὴν θέσιν ἐνδεχομένην νομίζει, ἐδήλωσε λέγων οὐ μὴν ἀλλὰ καὶ τοῦτο πότερον ἀδύνατον ἢ δυνατόν, ἔσται δῆλον ἐκ τῶν ὕστερον.

亚历山大进而补充了原因:“因为宇宙的解体与消灭,”他说,“并不是走向曾经拥有成为宇宙之潜能的宇宙质料,而是走向另一个宇宙;由于这些宇宙是无限的并且相互接续,因而并不必然再次回归到同一个宇宙。”留基伯和德谟克利特一派正是这样认为的。但我认为,很自然要探究的是,这一假说与那种交替结合和解体的假说有何不同,亚里士多德曾说后者无非是将宇宙设定为永恒的、仅是改变其形态而已,正如恩培多克勒似乎主张的那样。然而,或许这一定性甚至更适合德谟克利特一派,只要恩培多克勒将他那里的宇宙的诸形式说成是不同的,以至于还使用了不同的名称,把其中一个称为‘球体’,把另一个专门称为‘宇宙’,而德谟克利特的宇宙转变为由相同原子构成的其他宇宙,在形式上成为相同的,即便在数目上并非同一——除非是因为他们没有设定确定的动力因,而是凭借原子偶然发生的运动来构建所产生的结果,从而导致宇宙的形式不会成为相同的,而是时而不同,并因此其转变不像在他们[恩培多克勒等人]那里是质变,而是生成与消灭;或许亚里士多德正是看到了这一点,才说在那些把相反者归为每种状态之原因的人那里,产生了相同的秩序与组织。但是,如果正如亚历山大所言,德谟克利特一派的解体不是走向质料而是走向另一个宇宙,那么为什么主张无限宇宙的人可以这样说,而主张一个或多个宇宙的人却不能这样说呢?因此,或许亚里士多德在审视那些主张宇宙是生成的、但消灭之后不再循环者的假说时,并未假定解体是走向另一个宇宙(因为他把这称为质变),而是走向非存在,并指出这对假定单一宇宙的人行不通,但如果宇宙是无限的,则更有可能;因为在消灭时,它们由于无限性而不会耗尽。他说“更有可能”,并不是因为可以这样主张,而是相对于那些主张单一宇宙且使其消灭而不循环的人而言的;因为在那种情况下宇宙甚至会耗尽,而在无限宇宙的情况下则不会发生。因为他甚至不认为这一立场是可能的,他通过说“然而,这究竟是不可能还是可能,从后文也将变得清楚”表明了这一点。

语法注3 条
  1. 1.106μήποτε δὲ καὶ μᾶλλον τοῦτο τοῖς περὶ Δημόκριτον προσήκει

    μήποτε 与现在时直陈式 προσήκει 连用,引出委婉的主张或探询(“或许这……更适合”)。主语 τοῦτο 指前句提到的“将宇宙设定为永恒而仅改变其形状”的批评内容。

  2. 1.106εἰ μὴ ἄρα διὰ τὸ μὴ ὑποτίθεσθαι τούτους ποιητικὰ αἴτια ὡρισμένα

    εἰ μὴ ἄρα 引导对前文观点的限制或例外保留(“除非……”)。διὰ τὸ μὴ ὑποτίθεσθαι 是表示原因的带冠词不定式短语,τούτους(指德谟克利特等人)为其宾格逻辑主语。整个短语构成后文主要动词 συμβαίνει 的原因。

  3. 1.106καὶ οὐχ ὅτι δυνατὸν οὕτω λέγειν, εἶπε τὸ ἐνδέχεται μᾶλλον, ἀλλ’ ὡς πρὸς σύγκρισιν τῶν ἕνα λεγόντων

    οὐχ ὅτι ... ἀλλ’ ὡς πρὸς σύγκρισιν 构成对比句式:“不是因为能够这样说(因果性的 ὅτι 从句),而是相对于主张单一宇宙的人而言(介词短语)”。εἶπε 的宾语为被引述的短语 τὸ ἐνδέχεται μᾶλλον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:310.4-310.36