- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:305.18-307.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘在承认亚里士多德反对时间性生成的反驳具有合理性的同时,论证自然哲学的元素与柏拉图所谓的“无序”并非在时间上预先存在并毁灭,而是作为匮乏始终内在存在于质料本性之中,并引述《政治家》的神话为假说性生成辩护。
οἱ γὰρ ταύτης δεόμενοι ἐξ ὑποθέσεως μέν, ὡς ἀπὸ χρόνου δέ τινος, τὴν γένεσιν ὑποτίθενται, αὐτὸς δὲ ἄλλο γενέσεως εἶδος ἐνεῖδε τῷ κόσμῳ, ᾧ τὸ ἄφθαρτον οὐ κωλύεται συνυπάρχειν. ἐπειδὴ δὲ καὶ Πλάτων καὶ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας καὶ οἱ ἄλλοι φυσικοὶ τὴν τῶν συνθέτων ἀπὸ τῶν ἁπλῶν γένεσιν κατὰ τὸν ἐξ ὑποθέσεως τοῦτον τρόπον φαίνονται παραδιδόντες ἀπὸ τῶν νῦν ὁρωμένων τὴν ἀνάλυσιν ποιούμενοι τὴν ἐπὶ τὰ ἁπλᾶ καὶ τὴν ἐκ τῶν ἁπλῶν σύνθεσιν ἐξιστοροῦντες, ὡσεὶ καὶ προϋπῆρχον τῷ χρόνῳ τὰ ἐξ ὧν γίνεται τὰ γινόμενα, ῥητέον, οἶμαι, πρὸς τὴν Ἀριστοτέλους ἔνστασιν,1 ὅτι ἡ μὲν διαφορὰ καλῶς ἀποδέδοται τῶν τε δυναμένων ἐξ ὑποθέσεως μόνης λαμβάνεσθαι καὶ τῶν μὴ δυναμένων, ὅτι, ἐν οἷς μὲν συνυπάρχει ἀεὶ τὰ ἐξ ὧν ἡ γένεσις λέγεται, ἐν τούτοις κἂν ἀεί ἐστι δυνατὸν ἐξ ὑποθέσεως λαμβάνειν τὴν τῶν ἁπλουστέρων προΰπαρξιν καὶ τὴν χρονικὴν γένεσιν, ἐν οἷς δὲ μὴ δύναται συνυπάρχειν τὰ ἐξ ὧν ἡ γένεσις τοῖς γινομένοις, ἀλλὰ καὶ ἐναντίως ἔχει πρὸς αὐτά, ἐν τούτοις τῷ χρόνῳ προϋπάρχειν ἀνάγκη τὰ ἐξ ὧν ἡ γένεσις, καί ἐστι γένεσις ὄντως αὕτη κατὰ χρόνον, ἀλλ’ οὐκ ἐξ ὑποθέσεως γένεσις. ταῦτα μὲν οὖν καλῶς εἰρῆσθαι νομιστέον. μήποτε δὲ καὶ αἱ τῶν φυσικῶν ἀρχαί, οἷον τὸ ὕδωρ ἢ ὁ ἀὴρ ἢ τὰ τέσσαρα στοιχεῖα, ἐνυπάρχουσιν ἀεὶ τοῖς ἐξ αὐτῶν συντιθεμένοις· ὁ γοῦν Ἐμπεδοκλῆς, οὐδὲν ἄλλο, φησίν, ἡ γένεσίς ἐστι καὶ ἡ φθορά, ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων. καὶ οἱ ἄλλοι δὲ φυσικοὶ οὐχὶ φθαρέντος τοῦ ὕδατος ἢ τοῦ ἀέρος ἢ τοῦ μεταξὺ γενέσθαι τὸν κόσμον2 φασίν, ἀλλ’ ἐνυπαρχόντων τῶν ἁπλῶν ἐξ αὐτῶν γίνεσθαι τὰ σύνθετα καὶ εἰς αὐτὰ ἀναλύεσθαι, ὥσπερ καὶ Ἀριστοτέλης αὐτὸς ἐν τῷ κόσμῳ τὰ τέσσαρα στοιχεῖα θεωρῶν καὶ πρὸ τούτων τὸ ἄποιον σῶμα καὶ τὰς ποιότητας καὶ ἔτι πρότερον τὴν ὕλην καὶ τὸ εἶδος καὶ ἀεὶ τὰ συνθετώτερα ἐκ τῶν προσεχῶς ἁπλουστέρων γίνεσθαι λέγων οὐδὲν ἄν, οἶμαι, διεκωλύθη ἐξ ὑποθέσεως τὴν ἀπὸ χρόνου γένεσιν παραλαβεῖν· οὐ γὰρ ἂν αὐτὸν διεκώλυσεν ἡ τῶν στοιχείων ἀλλοίωσις καὶ μεταβολὴ ἀεὶ πάντων ὄντων ἐν τῷ κόσμῳ λέγειν, ὥσπερ καὶ λέγει, ὅτι τὸ ἄποιον σῶμα δεξάμενον τὰς ποιότητας ἐποίησε τὰ τέσσαρα στοιχεῖα, ταῦτα δὲ συντεθέντα ἐποίησε τὰ ζῷα καὶ τὰ φυτά. ἀλλ’ ὁ Πλάτων, φαίη ἄν, ἐξ ἀταξίας λέγει γεγονέναι τὸν κόσμον, ἀταξίαν δὲ τῇ τάξει συνυπάρχειν ἀδύνατον· ὥστε ἐξ ὑποθέσεως προϋπάρχουσαν αὐτὴν ληφθῆναι. ἀλλ’ οὐχ ὡς προυπαρξάσης κατὰ χρόνον ἐκείνης καὶ φθαρείσης, ἀλλ’ ὡς ἐνυπαρχούσης μὲν ἀεὶ τῇ τῆς ὕλης φύσει κατὰ τὴν ἐν αὐτῇ τῶν εἰδῶν τῶν κρατητικῶν αὐτῆς στέρησιν, κοσμουμένης δὲ ὑπὸ τῆς δημιουργικῆς εἰδοποιίας· καὶ ὥσπερ τὸ ἀνείδεον ἐνυπάρχει τῇ τῆς ὕλης φύσει καὶ κατὰ τὸν Ἀριστοτέλην, κἂν ἀεὶ μετέχῃ τῶν εἰδῶν, οὕτως καὶ ἡ ἀταξία ἡ ὑλικὴ συνυφέστηκεν αὐτῇ, κἂν ἀεὶ τάξεως μεταλαμβάνῃ κατὰ τὴν δημιουργικὴν εἰδοποιίαν. ὅτι δὲ ταύτην εἶχε τὴν ἔννοιαν περὶ τῆς ἀταξίας ἐκείνης ὁ Πλάτων ἀεὶ τῇ ὕλῃ συνούσης, τεκμαίρομαι καὶ ἐκ τῶν ἐν τῷ Πολιτικῷ γεγραμμένων, ἐν οἷς ἀποστήσας τῷ λόγῳ τοῦ κόσμου τὸν δημιουργὸν ἀτάκτως πάλιν αὐτὸν κινούμενον ἐθεάσατο. λέγει δὲ ἐν ἐκείνοις· “ὁ μὲν κυβερνήτης, οἷον πηδαλίων οἴακος ἀφέμενος, εἰς τὴν αὑτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία”. εἶτα προελθών φησιν· “ὁ δὲ μεταστρεφόμενος καὶ ξυμβάλλων ἀρχῆς τε καὶ τελευτῆς ἐναντίαν ὁρμὴν ὁρμῇ, σεισμὸν πολὺν ἐν αὑτῷ ποιῶν, ἄλλην αὖ φθορὰν ζῴων παντοίων ἀπειργάσατο”. καὶ προελθὼν πάλιν· “τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μέτοχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι. παρὰ μὲν γὰρ τοῦ ξυνθέντος πάντα καλὰ κέκτηται, παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως, ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται”. ὥστε ἐνυπαρχούσης τῆς ἀταξίας κατὰ τὸν Πλάτωνα ὥσπερ τῆς στερήσεως οὐδὲν κωλύει καὶ ἐξ ὑποθέσεως τὴν γένεσιν εἰρῆσθαι τοῦ κόσμου. ὁ μέντοι Ἀριστοτέλης τὴν γένεσιν κατὰ χρόνον ὑποθέμενος ὀρθῶς συνεπεράνατο, ὅτι ἀδύνατον εἶναι καὶ γενέσθαι.3
因为那些需要这种[援助]的人虽然依据假说,却把生成假定为仿佛是从某个时间[开始]的;而他自己则在宇宙中看出了另一种生成形式,不可毁灭之存在与这种生成共存并不受妨碍。然而,既然柏拉图、恩培多克勒、阿那克萨哥拉以及其他自然哲学家们看来也是按照这种假说的方式来传授由单纯事物生成复合事物的,他们从现在所见之物进行还原直至单纯事物,并详细记述从单纯事物的结合,仿佛生成之物由之生成的那些东西在时间上也预先存在一样;那么我认为针对亚里士多德的诘难必须指出:只能依据假说被选取的事物与不能如此被选取的事物之间的区别,已经被很好地阐明了,即:在生成被说成由之而出的那些事物始终共存的场合,在这些事物中,即使其始终[存在],也可能依据假说来选取更单纯者的预先存在与时间性的生成;但在生成由之而出的那些事物不可能与生成之物共存、甚至与其处于相反状态的场合,在这些事物中,生成由之而出的那些事物必然在时间上预先存在,而且这乃是真正依照时间的生成,而非依据假说的生成。因此,应当认为这些话是说得很妥当的。 然而,自然哲学家们的本原,如水或气或四元素,难道不也始终内在存在于由它们合成的事物之中吗?恩培多克勒至少就说过,生成与消灭“无非仅仅是混合物的混合与分离”。其他自然哲学家们也并不是说水或气或居间之物毁灭了宇宙才生成,而是说在单纯事物内在存在的同时,复合事物由它们生成并分解为它们;正如亚里士多德自己考察宇宙中的四元素,在此之前考察无定质物体和诸性质,更在此之前考察质料与形式,并主张更具复合性的事物始终由直接更单纯的事物生成一样,我认为他也完全不会受到阻碍来依据假说采纳从时间而来的生成。因为即便一切事物始终存在于宇宙之中,元素的蚀变与转化也不会阻碍他说出——正如他确实所说的——无定质物体接纳诸性质而造就了四元素,而四元素结合造就了动物和植物。 然而有人或许会说:“柏拉图声称宇宙是由无序生成的,而无序不可能与秩序共存;因此无序是依据假说作为预先存在者而被接受的。”但这并不是说它在时间上预先存在而后毁灭,而是说它依照统摄质料的形式在质料中的匮乏而始终内在存在于质料的本性之中,却被创造的形式赋予所赋予秩序;正如在亚里士多德看来,无形式性即便始终分有形式也内在存在于质料的本性之中,同样,质料的无序即使依照创造的形式赋予始终分有秩序,也与质料共同并存。关于柏拉图对那种始终伴随质料的无序抱有这种观念,我也从《政治家》中的记载推断出来,在其中他在论理中把造物主从宇宙中撤离之后,目睹宇宙再次无秩序地运动。他在那些章节中说道:“舵手仿佛放开了舵的把手,退回到自己的瞭望台,而命运和生来的欲望便将宇宙再次逆转。”随后他在下文中说:“宇宙回转并使相反的冲动与冲动相撞——开端的冲动与终结的冲动相撞——在自身中引起巨大的震动,再次造成了各类动物的另一次毁灭。”他又在下文中说:“而对宇宙而言,造成这些的原因是其混合中的具身体性之物,这是与很久以前的本性相伴而生的,因为它在到达现在的宇宙之前分有了大量的无序。因为从组合它的人那里它获得了所有美好的事物;但从先前的状态那里,凡在天穹中所发生的艰难和不正之事,宇宙都从那先前的状态中既自身保有它们,又在动物中产生它们。” 因此,既然按照柏拉图的看法无序如同匮乏一样内在存在,那么宇宙的生成被依据假说而说出就毫无妨碍。然而,亚里士多德在假定了依照时间的生成之后,正确地得出结论:[生成之物既是不灭地]存在又是生成的,这是不可能的。
- 1.104ἐπειδὴ δὲ καὶ Πλάτων καὶ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας καὶ οἱ ἄλλοι φυσικοὶ ... ῥητέον, οἶμαι, πρὸς τὴν Ἀριστοτέλους ἔνστασιν
长句骨架说明。由连词 ἐπειδή 引导的长大从句(ἐπειδὴ δὲ καὶ Πλάτων ... προϋπῆρχον τῷ χρόνῳ τὰ ἐξ ὧν γίνεται τὰ γινόμενα)提示理由与背景,主句则落在非人称动名词 ῥητέον(“必须指出/说”)上。随后引申出的 ὅτι 从句展开了应当陈述的具体内容(即亚里士多德的区别是妥当的)。
- 1.104ἀλλ’ ὁ Πλάτων, φαίη ἄν, ἐξ ἀταξίας λέγει γεγονέναι τὸν κόσμον
借助带 ἄν 的希求法(潜在式)φαίη ἄν 引出假想的反驳(“然而有人或许会说”)。这不是辛普里丘本人的主张,而是设定论敌可能提出的质难,随后以 ἀλλ’ οὐχ ὡς...(“但并不是作为……”)正面回应并进行阐释。
- 1.104ὅτι ἀδύνατον εἶναι καὶ γενέσθαι
非人称形容词 ἀδύνατον 带两个不定词 εἶναι 和 γενέσθαι。承接前文“若设定依照时间的生成”,此处总结了亚里士多德的推论:即[被生成之物同时作为不可毁灭者]存在与生成都是不可能的。
