← 辛普里丘

亚里士多德《论天》注释

§303.31-305.18

驳以几何作图为喻说明宇宙生成的学说

亚里士多德驳斥了柏拉图主义者为“宇宙既生成又不可毁灭”所作的辩护(即主张其生成只是如几何作图一般的教学性、假说性生成),指出几何构成要素是共存的,而宇宙由无序到有序则伴随着时间先后与互斥对立。辛普利丘赞叹亚里士多德的敏锐,但同时指出根据柏拉图自身对“生成之物”的定义,其实根本不需要此种辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.104#1

" Ἣν δέ τινες βοήθειαν ἐπιχειροῦσι φέρειν ἕως τοῦ ἐν δὲ τοῖς διαγράμμασιν οὐδὲν τῷ χρόνῳ κεχώρισται." Δοκεῖ μὲν πρὸς Ξενοκράτην μάλιστα καὶ τοὺς Πλατωνικοὺς ὁ λόγος τείνειν, διότι ἐξ ἀτάκτου καὶ πλημμελοῦς γεγονέναι τὸν κόσμον φασί, τοῦ Πλάτωνος εἰπόντος· παραλαβὼν γὰρ ὁ θεὸς πᾶν, ὅσον ἦν ὁρατόν, “οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας”. οὗτοι οὖν γενητὸν καὶ ἄφθαρτον λέγοντες τὸν κόσμον τὴν γένεσιν οὐχ ὡς ἀπὸ χρόνου φασὶ δεῖν ἀκούειν, ἀλλ’ ἐξ ὑποθέσεως εἰρημένην διδασκαλίας χάριν τῆς τάξεως τῶν ἐν αὐτῷ προτέρων τε καὶ συνθετωτέρων. ἐπειδὴ γὰρ τῶν ἐν τῷ κόσμῳ τὰ μὲν στοιχεῖά ἐστι, τὰ δὲ ἐκ τῶν στοιχείων, οὐκ ἦν ῥᾴδιον γνῶναι τὴν τούτων διαφοράν, καὶ ὅπως ἐκ τῶν ἁπλουστέρων γίνεται τὰ σύνθετα, τὸν μὴ ἀναλύσαντα τῇ ἐπινοίᾳ τὰ σύνθετα εἰς τὰ ἁπλᾶ καὶ σκοποῦντα,1 πῶς, εἰ τὰ ἁπλᾶ καθ’ αὑτὰ ἦν, ἐξ ἀρχῆς ἀπ’ αὐτῶν ἂν ἐγεγόνει τὰ σύνθετα, ὥσπερ ἐπὶ τῶν διαγραμμάτων οἱ μαθηματικοὶ τὴν φύσιν αὐτῶν ζητοῦντες τὰ σύνθετα εἰς τὰ ἁπλᾶ ἀναλύουσι, καὶ ὅπως ἐξ ἐκείνων ἐγένετο ἄν, εἴπερ ἐξ ἀρχῆς ἐγίνετο, σκοποῦσιν, οἷον ὅτι τὸ τρίγωνον ἐκ τριῶν εὐθειῶν κατὰ γωνίας συντιθεμένων, ὁ δὲ κύβος ἐκ τετραγώνων ἓξ κατὰ γωνίας καὶ γραμμὰς ἀλλ’ οὐχὶ κατὰ τὰ ἐπίπεδα συντιθεμένων. μήποτε δὲ καὶ τοῖς ἄλλοις φυσικοῖς τοῖς γενητὸν καὶ ἄφθαρτον δοκοῦσι λέγειν τὸν κόσμον, ὅσοι ἐξ ἑνὸς ἢ δυεῖν ἢ τεσσάρων στοιχείων προϋπαρχόντων αὐτὸν λέγουσι γεγονέναι, προσήκει τὴν γένεσιν οὕτως ἐξηγεῖσθαι,2 ὡς εἴρηται. καὶ γὰρ οἱ λέγοντες ὕδωρ ἢ ἀέρα ἢ πῦρ ἢ τὰ τέσσαρα τὴν ἀρχὴν τὰ νῦν φαινόμενα σύνθετα ἀναλύσαντες ὡς ἁπλούστατα ταῦτα προυποτίθενται καὶ ὅπως ἐξ αὐτῶν γίνεται τὰ σύνθετα σκοποῦντες, εἰ καὶ ἐξ ἀρχῆς τινος χρονικῆς ὁ κόσμος ἐγίνετο, οὕτως ἂν γίνεσθαί φασιν. ὁ δὲ Ἀριστοτέλης οὔ φησι καλῶς αὐτοὺς ἐξηγεῖσθαι τὸ γενητόν· οὐδὲ γὰρ τὸ ἀπὸ τῶν μαθημάτων παράδειγμα προσήκειν αὐτοῖς. ὁ μὲν γὰρ μαθηματικὸς εἰς τὰ ἐνυπάρχοντα καὶ ἀεὶ συνόντα τοῖς διαγράμμασιν ἀναλύει, τὸ τρίγωνον εἰς τρεῖς εὐθείας καὶ τὸν κύβον εἰς ἓξ τετράγωνα, ἅπερ ἀεὶ συνυπάρχει αὐτοῖς οὐ δεόμενα μεταβολῆς τινος πρὸς τὸ ἐξ αὐτῶν γενέσθαι τὸ σύνθετον, ἀλλ’ οὐδὲ ὡς προϋπάρχοντα ταῦτα λαμβάνειν ἀνάγκη· ἔνθα δέ, φησί, τὰ λαμβανόμενα εἰς γένεσίν τινος ἀδύνατον ἅμα ὄντα ἐκείνῳ σώζειν τὴν ἀπόδοσιν τῆς γενέσεως,3 ἀλλὰ τὰ μὲν πρότερα, τὰ δὲ ὕστερά ἐστι καὶ ὑπεναντίως ἔχοντα πρὸς ἄλληλα, οὐκέτι σώζει τὴν ἐξ ὑποθέσεως γένεσιν, ὡς ἐπὶ τῶν διαγραμμάτων. οὗτοι δὲ ἐξ ἀτάκτων τεταγμένα λέγουσι γενέσθαι, ἅμα δὲ τὸ αὐτὸ ἄτακτον εἶναι καὶ τεταγμένον ἀδύνατον· ὥστε ἀνάγκη γένεσιν τῷ ὄντι εἶναι καὶ χρόνον, ὥστε τὰ μὲν προϋπάρχειν τῷ χρόνῳ, τὰ δὲ μετ’ ἐκεῖνα ἐπισυνίστασθαι. ἐν δὲ τοῖς διαγράμμασιν οὐ προϋπάρχουσι τῷ χρόνῳ αἱ τρεῖς εὐθεῖαι τοῦ τριγώνου. ὥσπερ οὖν οὐκ ἄν τις εἴποι καθ’ ὑπόθεσιν προϋπάρχειν τὴν μῖξιν τῆς κυήσεως καὶ τὴν κύησιν τῆς ἀποτέξεως οὐδὲ τοὺς λίθους καὶ τὰ ξύλα τῆς οἰκίας, ἀλλὰ τῷ ὄντι προϋπάρχει, καὶ διὰ τοῦτο οὐκ ἄν τις ἐξ ὑποθέσεως λέγοι τὴν τοιαύτην γένεσιν, ἀλλὰ γένεσιν ὄντως καὶ χρόνον διορίζοντα τὰ προϋπάρχοντα καὶ τὰ ὕστερον ἐπιγινόμενα, οὕτως ἡ τοῦ κόσμου γένεσις οὐκ ἂν ἐξ ὑποθέσεως εἴη, εἰ προϋπάρχοι τοῦ κόσμου τὸ ἄτακτον καὶ μὴ δύναται συνυπάρχειν αὐτῷ, ἀλλ’ ἀνάγκη τῆς ἀταξίας ἀναιρεθείσης ἐπιγενέσθαι τὴν τάξιν. ἐπὶ δὲ τῶν μαθημάτων, κἂν ἀδύνατον τὸ γένεσιν εἶναι σχημάτων, ἀλλὰ διὰ τὸ συνυπάρχειν ἀεὶ τὰ ἁπλᾶ τοῖς συνθέτοις πρὸς ὑπόθεσιν οὐκ ἔστιν ἀδύνατον ἡ γένεσις. καί μοι θαυμάζειν ἔπεισι τὴν τοῦ Ἀριστοτέλους ἀγχίνοιαν μηδὲ τὰς τοιαύτας τῶν πραγμάτων διαφορὰς ἀνεπιστάτους καταλιμπάνουσαν· πλὴν ὁ Πλάτων ὁρισάμενος, τί λέγει τὸ γινόμενον, ὅτι τὸ ἐν τῷ γίνεσθαι καὶ ἀπόλλυσθαι τὸ εἶναι ἔχον, ὄντως δὲ οὐδέποτε ὄν, καὶ τοῦτο τῷ κόσμῳ λέγων ὑπάρχειν διὰ τὴν σωματικὴν φύσιν, οὐ δεῖται τῆς εἰρημένης βοηθείας4 πρὸς τὸ γενητὸν αὐτὸν καὶ ἄφθαρτον λέγειν.

“某些人试图带来的援助……直到:而在几何图形中没有任何东西在时间上是分隔开的。” 这段论证看来主要是针对色诺克拉底和柏拉图主义者的,因为他们主张宇宙是由无序且不调和的状态生成的,正如柏拉图所说:神接管了凡属可见之物,“它并未保持静止,而是不调和且无秩序地运动着,神把它从无秩序引向了秩序”。因此,这些人在主张宇宙既是生成的又是不可毁灭的同时,声称不应当把这种生成理解为从时间中[生成的],而是为了对宇宙中更在先的事物与更具复合性的事物的秩序进行教学,依据假说而说的。因为宇宙中的事物,一部分是元素,另一部分是由元素构成的,对于没有在思想中把复合事物分析为单纯事物、并考察如果单纯事物独立自存,复合事物从一开始将如何由它们生成的人来说,认识这些事物之间的差异、以及复合事物如何从更单纯的事物中生成,并不是容易的事;正如在几何图形上,数学家们探究其本性时,把复合者分析为单纯者,并考察如果它们确实是从开端生成的,它们将如何由那些单纯者生成——例如,三角形是由在角相接的三条直线组成的,而正方体是由在角和线上、而非在平面上相接的六个正方形组成的。 或许,对于其他那些看来主张宇宙既是生成的又是不可毁灭的自然哲学家们——凡是主张宇宙是由预先存在的一种、两种或四种元素生成的人——来说,也应当如上所述那样来解释生成。因为那些说水或气或火或四元素为本原的人,也是把现在显现的复合事物分析之后,预先假定这些为最单纯的事物,并考察复合事物如何由它们生成,说即使宇宙是从某个时间的开端生成的,也会是以这种方式生成的。 然而亚里士多德说他们并没有妥当地解释“生成的”这一概念;因为取自数学的例证也并不适用于他们。因为数学家是分析为那些内在的且始终与图形并存的事物——把三角形分析为三条直线,把正方体分析为六个正方形——这些事物始终与它们共存,并不需要任何转变以便由它们生成复合者,也没有必然性把它们当作预先存在之物来接受;然而,他说,如果在某一事物的生成中所选取的东西,不可能在与该事物同时存在的同时保留生成的说明,而是某些在前、某些在后,且处于相互对立的状态,那就再也不能像在几何图形上那样保留假说的生成了。可是这些人却说秩序井然之物是从无序之物生成的,而同一事物不可能同时既是无序的又是处于秩序中的;因此必然存在着实在的生成和时间,以致某些事物在时间上预先存在,而其他事物则在它们之后相继成立。但是在几何图形中,三条直线在时间上并不预先存在于三角形。 因此,正如没有人会说交合是在假说上预先存在于受孕,受孕预先存在于分娩,石头和木材预先存在于房屋,而是它们真正预先存在——正因如此,没有人会把这种生成称为假说的生成,而是称为真正的生成,以及区分预先存在之物与随后生成之物的时间——同样地,宇宙的生成也不可能是出于假说的,如果无序在宇宙之前预先存在且不能与宇宙共存,而是必然在无序被消除之后秩序才相继生成。然而在数学中,纵然各种形状不可能有生成,但由于单纯者始终与复合者共存,依照假说的生成并不是不可能的。 我不禁赞叹亚里士多德的敏锐才智,他甚至没有让事物之间的这类差别逃过审视。不过,柏拉图在界定了何谓“生成之物”——即在生成与毁灭中具有存在、而绝非真正存在之物——并说明由于肉体自然本性宇宙具有这一性质之后,并不需要上述的援助来主张宇宙是生成的且不可毁灭的。

语法注4 条
  1. 1.104τὸν μὴ ἀναλύσαντα τῇ ἐπινοίᾳ τὰ σύνθετα εἰς τὰ ἁπλᾶ καὶ σκοποῦντα

    该宾格分词短语用作非人称表达 οὐκ ἦν ῥᾴδιον 之后的不定词 γνῶναι 的逻辑主语:“对于没有在思想中把复合事物分析为单纯事物、并考察……的人来说”。分词 τὸν ἀναλύσαντα 与 σκοποῦντα 由 καί 连接,修饰同一主体。

  2. 1.104μήποτε δὲ καὶ τοῖς ἄλλοις φυσικοῖς ... προσήκει τὴν γένεσιν οὕτως ἐξηγεῖσθαι

    μήποτε 在此处用作表达谨慎推测或委婉断言的副词(“或许”),修饰非人称动词 προσήκει。与格 τοῖς ἄλλοις φυσικοῖς 是 προσήκει 的间接宾语,不定词短语 τὴν γένεσιν οὕτως ἐξηγεῖσθαι 作其真正主语。

  3. 1.104ἔνθα δέ, φησί, τὰ λαμβανόμενα εἰς γένεσίν τινος ἀδύνατον ἅμα ὄντα ἐκείνῳ σώζειν τὴν ἀπόδοσιν τῆς γενέσεως

    在由关系副词 ἔνθα(“在……的情况下”)引导的从句中,非人称谓语 ἀδύνατον [ἐστι] 统辖一个带宾格的不定词结构:宾格主语为 τὰ λαμβανόμενα,不定词为 σώζειν,宾语为 τὴν ἀπόδοσιν。分词 ἅμα ὄντα ἐκείνῳ 修饰主语 τὰ λαμβανόμενα,作伴随或条件分词(“与它同时存在”)。

  4. 1.104πλὴν ὁ Πλάτων ὁρισάμενος ... οὐ δεῖται τῆς εἰρημένης βοηθείας

    全句的主语是 ὁ Πλάτων,主要动词是 οὐ δεῖται。在与主语一致的两个分词(ὁρισάμενος 和 λέγων)之间,插入了间接疑问句 τί λέγει τὸ γινόμενον 及其解释性的 ὅτι 从句(ὅτι τὸ ἐν τῷ γίνεσθαι καὶ ἀπόλλυσθαι τὸ εἶναι ἔχον, ὄντως δὲ οὐδέποτε ὄν)。主要动词 οὐ δεῖται 支配属格宾语 τῆς εἰρημένης βοηθείας,随后的 πρός 搭配定冠词不定词(πρὸς τὸ ... λέγειν)表示目的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:303.31-305.18