- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:307.12-308.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德在《论天》280a11中对宇宙交替生成与消灭之说(恩培多克勒等人所持)的批判,表明这种观点实质上并不是宇宙真正的毁灭,而仅仅是永恒底层物体诸状态的变化(蚀变)。
" Τὸ δὲ ἐναλλὰξ συνιστάναι καὶ διαλύειν ἕως τοῦ ἀλλ’ αἱ διαθέσεις αὐτοῦ." Μετὰ τὸ ἀντειπεῖν τοῖς γενητὸν μὲν ἄφθαρτον δὲ λέγουσι τὸν κόσμον μεταβέβηκεν ἐπὶ τοὺς γενητὸν μὲν καὶ αὐτούς, φθειρόμενον δὲ καὶ πάλιν γινόμενον ἐναλλὰξ λέγοντας καὶ τοῦτο διηνεκῶς, ὡς Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος ἐδόκουν λέγειν καὶ ὕστερον τῶν Στωικῶν τινες. τοὺς δὴ τοιούτους φησὶν Ἀριστοτέλης καὶ αὐτοὺς μὴ λέγειν φθαρτὸν τὸν κόσμον, ἀλλ’ ἀίδιον μὲν φυλάττειν, ἀλλοίωσιν δὲ αὐτῷ προστιθέναι μόνην τὴν μορφὴν μεταβάλλοντας.1 εἰ γάρ ἐστι κόσμος ἡ πᾶσα ὕλη εἰδοπεποιημένη τε καὶ τεταγμένη, καὶ τότε δέ, ὅτε λέγουσιν αὐτὸν ἐφθάρθαι, εἶδος ἔχει, ἀλλὰ τελειότερον, εἰ τύχοι, ἢ ἀτελέστερον, ὁ φθορὰν ταύτην τοῦ κόσμου λέγων τοιοῦτόν τι λέγει, ὥσπερ εἴ τις ἐκ παιδὸς ἄνδρα γινόμενον καὶ ἐξ ἀνδρὸς παῖδα ὁτὲ μὲν φθείρεσθαι, ὁτὲ δὲ εἶναι οἴοιτο· οὕτως γὰρ ἐν ταῖς μεταβολαῖς καὶ ὁ κόσμος μένει κόσμος ὤν. οὐ γὰρ ἐν τῷ τήνδε τινὰ τὴν μορφὴν ἀφωρισμένως ἔχειν ἐστὶ κόσμος, ἐπεὶ οὕτω γε καὶ αἱ τῶν στοιχείων εἰς ἄλληλα μεταβολαὶ καὶ ὑπαλλαγαὶ καὶ αἱ τῶν ὡρῶν διαδοχαὶ φθοραὶ ἂν εἶεν τοῦ κόσμου· ἀλλ’ ὥσπερ, εἰ ἐκ τῆς Σωκράτους φθορᾶς Πλάτων ἐγίνετο καὶ ἐκ Πλάτωνος πάλιν Σωκράτης, οὐκ ἄν τις ἀνθρώπου ταύτην ἔλεγε γένεσιν καὶ φθορὰν ὡς ἀνθρώπου, ἀλλ’ εἰς μορφὰς ἀλλοιοτέρας μεταβολήν, καὶ μάλιστα τῶν στοιχείων, ἐξ ὧν ἄμφω συνεστήκασι, τῶν αὐτῶν μενόντων, οὕτως καί, εἰ ἐκ τούτου τοῦ κόσμου γίνοιτο κόσμος ἄλλος ὁ καλούμενος σφαῖρος ἤ, ὡς οἱ νῦν λέγουσιν, ὁ καινός, καὶ ἐξ ἐκείνου πάλιν οὗτος, ἀλλοίωσις ἂν εἴη κόσμου καὶ οὐ γένεσις ἢ φθορά. κἂν γὰρ ἡ Φιλία συνάγουσα τὰ στοιχεῖα τούτου τοῦ κόσμου λυομένου τὸν σφαῖρον ποιῇ, κοσμοποιὸς πάλιν ἐστὶ καὶ ἐκείνη τῶν στοιχείων ἡ συγκριτικὴ τάξις καὶ οὐχ ἡ τυχοῦσα, ὥσπερ καὶ ἡ ὑπὸ τοῦ Νείκους γινομένη διακριτικὴ τάξις οὐχ ἡ τυχοῦσά ἐστιν, ἀλλὰ κοσμοποιὸς καὶ ἀεὶ τῷ εἴδει ἡ αὐτή. μόνως δὲ ἂν ἐφθάρθαι ἐλέγετο ὁ κόσμος, εἰ εἰς ἄτακτα καὶ ἄλλοτε ἄλλως ἔχοντα ἡ μεταβολὴ αὐτῶν ἐγίνετο· εἰ δὲ καὶ κόσμος ἑκάτερος καὶ ἀεὶ τὸ αὐτὸ εἶδος ἔχων ἑκάτερος· ποιεῖ γάρ τι καὶ τοῦτο τὰς τοῦ κόσμου διαφορὰς ἀεὶ τὰς αὐτὰς μένειν· πῶς ἂν εἴη τοῦτο κόσμου φθορά; μάλιστα δέ φησιν ἀκολουθεῖν τὸ ἑκάτερον τῶν κόσμων ἀεὶ τὸ αὐτὸ εἶδος ἔχειν Ἐμπεδοκλεῖ τῷ τὰ αὐτὰ αἴτια ὡρισμένα, εἴπερ ἐναντία, τῆς τε γενέσεως καὶ τῆς φθορᾶς λέγοντι2 τὸ Νεῖκος καὶ τὴν Φιλίαν. εἰ γὰρ ἀεὶ τὰ αὐτὰ αἴτια καὶ ἡ ὕλη ἡ αὐτή, τὰ τέσσαρα στοιχεῖα ἄφθαρτα ὄντα, καὶ τὴν ὑφ’ ἑκατέρου γινομένην τάξιν ἀφωρισμένην ἀνάγκη εἶναι καὶ ἀεὶ τὴν αὐτὴν καὶ οὐκ ἄλλοτε ἄλλην· ὥστε, εἰ κόσμος ἐστὶν ἡ τοῦ συνεχοῦς σώματος τοῦ ὑποκειμένου σύστασις καὶ διακόσμησις, οὐχ ἡ τοιάδε, ἀλλ’ ἁπλῶς, δῆλον, ὅτι, τὸ ὅλον συνεχὲς σῶμα κἂν ὁτὲ μὲν οὕτως, ὁτὲ δὲ ἐκείνως διατίθεται καὶ διακεκόσμηται, οὐκ ἂν ὁ κόσμος γίνοιτο καὶ φθείροιτο, ἀλλ’ αἱ διαθέσεις αὐτοῦ.3
“交替地组合与分解……[直至]……而是它的状态。” 在驳斥了那些声称宇宙是生成却不可毁灭的人之后,[亚里士多德]转向了那些自己也认为宇宙是生成的、但交替地消灭并再次生成且这一过程连续不断的人,正如恩培多克勒和赫拉克利特似乎主张的那样,以及后来的某些斯多亚学派学者。关于这样的人,亚里士多德指出,他们自己其实也没有把宇宙说成是可毁灭的,而是保持其永恒,仅仅通过改变形态而赋予它变化。因为如果宇宙是被赋予形式且被赋予秩序的全部质料,而且在他们宣称宇宙已经毁灭的那个时刻,它依然具有形式——假定或许是更完满的形式,或许是更不完满的形式——那么把这称为宇宙之毁灭的人,所说的话就像这样:仿佛有人认为一个人从儿童长成成年人、又从成年人变回儿童,是一会儿毁灭、一会儿存在一样;因为在这些变化之中,宇宙同样保持为宇宙。因为宇宙之存在并不在于被限定地拥有某种特定的形态,否则的话,元素之间的相互转变和更替以及季节的更迭也都会是宇宙的毁灭了。相反,正如如果从苏格拉底的消灭中生成了柏拉图,又从柏拉图再次生成了苏格拉底,没有人会把这称为作为人的人的生成与毁灭,而只会说是转变为不同的形态,尤其是当构成两者的元素保持同一的时候;同样,如果从这个宇宙生成了被称为“球体”的另一个宇宙,或者如现代人所说的“新世界”,又从那个宇宙再次生成了这个宇宙,这也会是宇宙的变化,而非生成或毁灭。因为即使“爱”在当前这个宇宙解体时聚集元素构成了“球体”,那种元素的结合性秩序同样是构成宇宙的秩序而非偶然的秩序,正如由“争斗”所产生的分离性秩序不是偶然的,而是构成宇宙的且在形式上始终同一的一样。唯有当它们的变化走向无序且时而如此时而不同的状态时,宇宙才可能被说成毁灭了;但如果两者都是宇宙,且两者始终具有相同的形式——因为这一点也多少促使宇宙的各种差异始终保持同一——这又怎会是宇宙的毁灭呢?他说,宇宙的每一个始终具有相同的形式,这一点尤其适用于恩培多克勒,因为他把相同的、确定的(即使是相反的)原因——即“争斗”与“爱”——说成是生成与毁灭的原因。因为如果始终是相同的原因和相同的质料(四元素是不可毁灭的),那么由每一原因所产生的秩序也必然是确定的且始终同一,而不会时而如此时而不同。因此,如果宇宙是作为底层的连续物体的组合与秩序化,不是某种特定的秩序化,而是单纯的秩序化,那么显而易见,即使整个连续物体时而以这种方式、时而以那种方式被配置和被秩序化,生成和消灭的也不会是宇宙,而是它的诸种状态。
- 1.105ἀλλ’ ἀίδιον μὲν φυλάττειν, ἀλλοίωσιν δὲ αὐτῷ προστιθέναι μόνην τὴν μορφὴν μεταβάλλοντας.
分词 μεταβάλλοντας 在宾格上与不定式句的逻辑主语(τοὺς δὴ τοιούτους)一致,作方式/手段分词(“通过改变其形态”)。ἀλλ’ ἀίδιον μὲν φυλάττειν 的宾语可承前承接 τὸν κόσμον。
- 1.105μάλιστα δέ φησιν ἀκολουθεῖν τὸ ἑκάτερον τῶν κόσμων ἀεὶ τὸ αὐτὸ εἶδος ἔχειν Ἐμπεδοκλεῖ τῷ τὰ αὐτὰ αἴτια ὡρισμένα, εἴπερ ἐναντία, τῆς τε γενέσεως καὶ τῆς φθορᾶς λέγοντι
句子的核心结构是 φησὶν 支配不定式 ἀκολουθεῖν。ἀκολουθεῖν 的主语是带冠词的不定式短语 τὸ ἑκάτερον τῶν κόσμων ἀεὶ τὸ αὐτὸ εἶδος ἔχειν(“宇宙的每一个始终具有相同的形式”),而与格 Ἐμπεδοκλεῖ(附带其修饰分词短语 τῷ ... λέγοντι)作为 ἀκολουθεῖν 的补足语,表示逻辑归结(“尤其归结于恩培多克勒 / 尤其适用于恩培多克勒”)。
- 1.105ὥστε, εἰ κόσμος ἐστὶν ἡ τοῦ συνεχοῦς σώματος τοῦ ὑποκειμένου σύστασις καὶ διακόσμησις, οὐχ ἡ τοιάδε, ἀλλ’ ἁπλῶς, δῆλον, ὅτι, τὸ ὅλον συνεχὲς σῶμα κἂν ὁτὲ μὲν οὕτως, ὁτὲ δὲ ἐκείνως διατίθεται καὶ διακεκόσμηται, οὐκ ἂν ὁ κόσμος γίνοιτο καὶ φθείροιτο, ἀλλ’ αἱ διαθέσεις αὐτοῦ.
全句结构为:由 ὥστε 引出,先是条件从句 εἰ κόσμος ἐστὶν ...(如果宇宙是……),主句为 δῆλον [ἐστίν], ὅτι ...(显然……)。在 ὅτι 从句内部,主语 τὸ ὅλον συνεχὲς σῶμα 前置的让步从句 κἂν ... διατίθεται καὶ διακεκόσμηται 先行,后接带有 ἄν 的潜在归结分句 οὐκ ἂν ὁ κόσμος γίνοιτο καὶ φθείροιτο, ἀλλ’ αἱ διαθέσεις αὐτοῦ(“生成和消灭的不会是宇宙,而是它的状态”)。
