- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:302.26-303.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了亚里士多德关于宇宙不可能既在时间中生成又不可毁灭的总体论证,引述了亚历山大对此句的阐释及其另一种三段论式推论。随后,他指出柏拉图所谓的宇宙生成前的不调和状态只是一种假说性抽象而非时间上的先在,并将其与无法说明生成原因的当代主张无中生有创世的论者相对立。
ὥστε τὴν ὅλην ἀγωγὴν τοῦ λόγου τοιαύτην εἶναι· εἰ γενητός ἐστιν ἀπὸ χρόνου ὁ κόσμος, τὰ ἐξ ὧν συνίσταται μεταβλητὴν ἔχει φύσιν· οὐ γὰρ ἂν μετέβαλεν εἰς αὐτόν· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἄφθαρτος· ἀνακάμπτει γὰρ εἰς ἐκεῖνα πάλιν. εἰ δὲ ἄφθαρτος ὁ κόσμος, οὐκ ἐξ ἄλλως ἐχόντων πρότερον συνίσταται· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη γενητός· ὥστε ἀδύνατον ἅμα γενητὸν ἀπὸ χρόνου καὶ ἄφθαρτον εἶναι. Δύναται, φησὶν Ἀλέξανδρος, τὸ οὔτε εἰ ἄλλως ἔσχε ποτὲ οὔτε εἰ δυνατὸν ἄλλως ἔχειν εἰρηκέναι1 τὸ μὲν ὡς ἴσον τῷ οὔτε εἰ γενόμενον πρότερον ἐφθάρη, τὸ δὲ τῷ οὔτε εἰ μὴ ἐφθάρη μὲν ἤδη πρότερον, δύναμιν δὲ ἔχει τοῦ φθαρῆναι τῷ τὰ ἐξ ὧν γέγονεν εἶναι τῆς φύσεως ταύτης. “Ἔστι δέ, φησὶν Ἀλέξανδρος, καὶ οὕτως εἰς τὸ προκείμενον ἐπιχειρῆσαι. εἰ τὸ ἀΐδιον ἀδύνατον ἄλλως ἔχειν, τὸ δυνατὸν ἄλλως ἔχειν οὐκ ἀΐδιον· τὰ δὲ ἐν τῷ κόσμῳ δυνατὸν ἄλλως ἔχειν, εἴπερ ἐκ προηγησαμένης δυνάμεως γέγονε τῶν δυναμένων καὶ ἄλλως ἔχειν. ἔτι τὰ ἐξ ὧν γέγονεν ὁ κόσμος, εἰ γέγονεν ὅλως, ἢ ἀΐδια ἦν ἢ οὐκ ἀΐδια· ἀλλ’ εἰ μὲν ἀΐδια καὶ ἀεὶ ὡσαύτως ἔχοντα, οὐκ ἐδύνατο μεταβάλλειν, ὥστε οὐκ ἂν ὁ κόσμος ἐξ αὐτῶν ἐγένετο μὴ πρότερον ὢν ἐξ αὐτῶν· εἰ δὲ μὴ ἀΐδια, καὶ αὐτὰ ἐκ μεταβολῆς τινων γέγονεν· εἰ δὲ τοῦτο, οἷά τέ ἐστι μεταβάλλειν πάλιν εἰς ἐκεῖνα, ἐξ ὧν γέγονεν· ἐξ ἐναντίων γὰρ καὶ εἰς ἐναντία αἱ μεταβολαί· εἰ οὖν φθαρτὰ τὰ ἐξ ὧν ὁ κόσμος, φθαρτὸς ἂν εἴη καὶ αὐτός.” Ταῦτα, ὡς εἶπον, συνήχθη πρὸς τοὺς λέγοντας ἐκ προυπαρχόντων τινῶν ἀπ’ ἀρχῆς τινος χρόνου γεγονέναι τὸν κόσμον, ὡς ἐδόκει λέγειν ὁ Πλάτων ἐκ τῶν πλημμελῶς διακειμένων πρότερον στοιχείων οὔτε κατὰ χρόνον προυπάρχειν τὸ πλημμελὲς λέγων, εἴπερ τὸν χρόνον μετ’ οὐρανοῦ γεγονέναι φησίν, οὔτε καθ’ αὑτὸ νομίζων αὐτό ποτε ὑποστῆναι, ἀλλ’, ὥσπερ ἐν τῷ Πολιτικῷ ἤδη ὄντος τοῦ κόσμου ἀποστήσας αὐτοῦ τῷ λόγῳ τὸν δημιουργὸν εἰς ἀταξίαν αὐτὸν ὑποφερόμενον ἐθεάσατο, οὕτως καὶ πρὸ τοῦ τὴν δημιουργικὴν ἐλλάμψαι τάξιν ὁποία τις ἦν ἡ σωματικὴ φύσις, καθ’ ὑπόθεσίν τις βουλόμενος μαθεῖν ἄτακτον ἂν αὐτὴν καὶ πλημμελῆ ἐθεάσατο.2 εἰ δέ τις, ὡς οἱ καθ’ ἡμᾶς βούλονται σοφοί, μὴ προϋπάρχειν λέγων τὰ ἐξ ὧν ὁ κόσμος συνέστηκε γενητὸν ὅμως αὐτὸν ὑπόθοιτο κατὰ χρόνον, οὐκ ἔχει λέγειν αἰτίαν, δι’ ἣν τότε γέγονεν, ἀλλὰ μὴ πρότερον ἢ ὕστερον· τὰ μὲν γὰρ ἐκ μεταβολῆς γινόμενα καὶ αὐτὰ πάλιν εἰς ἄλλα μεταβάλλοντα αἴτιον ἔχει τὸν εἱρμὸν τῶν τε προηγησαμένων καὶ ἑπομένων τοῦ τότε γενέσθαι, τὰ δὲ ἐκ τοῦ μὴ ὄντος ἀδύνατον ἔχειν τὴν τῆς αἰτίας ἀπόδοσιν.
因此,论证的整个理路是这样的:如果宇宙是从时间中生成的,那么构成它的那些事物就具有可变的自然本性;因为否则它们就不会转变为宇宙;而如果是这样,宇宙就不可能是不可毁灭的;因为它又会复归于那些事物。然而,如果宇宙是不可毁灭的,它就不是由先前处于他样状态的事物构成的;而如果是这样,它就不可能是生成的;以至于不可能同时既是从时间中生成的又是不可毁灭的。 亚历山大说,关于“既非如果它曾经处于他样状态,亦非如果它能够处于他样状态”这句话,[亚里士多德]可能是把前者当作等同于“既非如果它在先前生成之后遭到毁灭”,而把后者当作等同于“亦非如果它虽然先前尚未遭到毁灭,却由于构成它的那些事物具有这种自然本性而具有遭毁灭的潜能”来说的。 “而且,”亚历山大说,“也可以对当下的论题作如下的推论论证:如果永恒之物不可能处于他样状态,那么能够处于他样状态之物就不是永恒的;然而宇宙之中的事物能够处于他样状态,倘若它们是由能够处于他样状态之事物的先行潜能生成的话。此外,构成宇宙的那些事物,如果宇宙全然是生成的,它们要么曾是永恒的,要么曾不是永恒的。然而,一方面,如果它们曾是永恒且始终处于同样状态的,它们就不能转变,以至于先前并非由它们而存在的宇宙就不会由它们生成;另一方面,如果它们不是永恒的,它们自身也是由某些事物的转变而生成的;而如果是这样,它们就能够再次转变为生成它们自身的那些事物;因为转变是从相反者出发并向相反者进行的;因此,如果构成宇宙的事物是可毁灭的,宇宙本身也将是可毁灭的。” 正如我所说,这些结论是针对那些主张宇宙从某个时间的开端由某些预先存在的事物生成的人而得出的,正如柏拉图似乎主张宇宙是由先前处于不调和状态的元素生成的那样——他既没有说这种不调和在时间上预先存在,因为他说时间是与天一同生成的;也没有认为它曾独立自存,而是正如在《政治家》中,当宇宙已经存在时,他在论理中抽离造物主而观察到宇宙沦于无序一样,在造物主的秩序光照之前,如果有人意图依据假说了解肉体自然本性究竟是何种状态,他也会观察到它是无序和不调和的。 然而,如果有人像我们这个时代的智者们所希望的那样,一边主张构成宇宙的事物并非预先存在,一边却假设宇宙在时间上是生成的,那么他就无法说出它究竟因何原因是在那时生成、而不是更早或更晚生成的;因为由转变而生成、且自身又向他物转变的事物,拥有前后相承之因果链条作为其在那时生成的原因,但从非存在[生成]的事物,却不可能给出原因的说明。
- 1.103τὸ οὔτε εἰ ἄλλως ἔσχε ποτὲ οὔτε εἰ δυνατὸν ἄλλως ἔχειν εἰρηκέναι
非人称动词 Δύναται 所支配的宾格带不定式结构。不定式 εἰρηκέναι 的逻辑主语(亚里士多德)由语境补出。带有定冠词的引用短语 τὸ οὔτε εἰ ἄλλως ἔσχε ποτὲ οὔτε εἰ δυνατὸν ἄλλως ἔχειν 作 εἰρηκέναι 的宾语,随后的 τὸ μέν... τὸ δέ... 分别指代其中的前后两分句,引出亚历山大的等值释义(ὡς ἴσον τῷ...)。
- 1.103καθ’ ὑπόθεσίν τις βουλόμενος μαθεῖν ἄτακτον ἂν αὐτὴν καὶ πλημμελῆ ἐθεάσατο
由 ἄν 搭配不定过去时直说语气(ἐθεάσατο ἄν)构成的反事实条件句结构。其条件并非由明确的 εἰ 从句引出,而是由分词 βουλόμενος 承担条件功能(“若有人意图探知”)。该句处在 ὥσπερ... οὕτως...(与《政治家》篇的比喻相对照)的相关架构中,旨在说明这是一种概念上和假说性的抽象,而非时间上的先在。
