← 辛普里丘

亚里士多德《论天》注释

§301.29-302.26

基于转变与潜能公理证明宇宙的可毁灭性

辛普里丘注解了亚里斯多德在《天体论》279b21中的论证:亚里斯多德通过有关转变与潜能的公理,驳斥了宇宙是由先前处于另一状态的元素生成而来的假说,证明生成的宇宙必然会再度解体且是可毁灭的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.103#1

" Ἔτι δὲ τὸ μὴ ἔχον ἀρχὴν τοῦ ὡδὶ ἔχειν ἕως τοῦ οὔτε εἰ δυνατὸν ἄλλως ἔχειν." Δείξας ἐκ τῆς ἐπαγωγῆς, ὅτι τὸ ἀπ’ ἀρχῆς χρόνου γεγονὸς ἀδύνατον ἄφθαρτον εἶναι, τὸ αὐτὸ καὶ δι’ ἄλλης ἐφόδου δείκνυσιν. ὑπαντᾷ δὲ πρὸς ὑπόθεσιν τὴν λέγουσαν ἔκ τινων γεγονέναι τὸν κόσμον, ἃ πρότερον ἄλλην ἔχοντα διάθεσιν μετέβαλεν εἰς τόνδε τὸν κόσμον, καὶ προλαμβάνει τῆς ἀποδείξεως ἀξίωμα τὸ λέγον, ὅτι τὸ μὴ ἔχον ἀρχὴν καὶ δύναμιν τοῦ μεταβάλλειν εἴς τι, ὥστε δυνάμει εἶναι τοῦτο, εἰς ὃ μεταβάλλει, ἀλλ’ οὕτως ἔχον ὡς ἀδύνατον ἄλλως ἔχειν τὸν ἅπαντα αἰῶνα, τοῦτο ἀδύνατον μεταβάλλειν· εἰ γὰρ μεταβάλλοι, πάντως ἐνυπάρχει τις αὐτῷ δύναμις, δι’ ἣν δύναται καὶ ἄλλως ἔχειν· ἐν πᾶσι γὰρ τοῖς μεταβάλλουσιν ἡ δύναμις ἤτοι τὸ δυνάμει πρὸ τοῦ ἐνεργείᾳ ἐστί· τοῦτο προλαβὼν χρῆται αὐτῷ ἐπὶ τοῦ κόσμου. εἰ γὰρ ἀπ’ ἀρχῆς τινος χρόνου ἐγένετο καὶ συνέστη ὁ κόσμος ἔκ τινων, οἷον φέρε τῶν στοιχείων, ἄλλως πρότερον ἐχόντων, εἰ μὲν ἀεὶ οὕτως ἐχόντων, ὡς εἶχον πρότερον, καὶ ἀδυνάτων ἄλλως ἔχειν, οὐκ ἂν ἐγένετο ἐξ αὐτῶν ὁ κόσμος μὴ μεταβαλλόντων ἐκείνων ἀπὸ τῆς προτέρας ἑαυτῶν ἕξεως· εἰ δὲ γέγονεν ὁ κόσμος, ὥσπερ ἡ ὑπόθεσις ἔχει, καὶ τὸ ἀντικείμενον τῷ ἡγουμένῳ ἀληθές,1 ὅτι ἀνάγκη καὶ τὰ ἐξ ὧν ἔστι δυνατὰ εἶναι ἄλλως ἔχειν καὶ μὴ ἀεὶ οὕτως ἔχειν, ὡς ἐξ ἀρχῆς εἶχεν, ὥστε διαλελυμένα πρότερον συστήσεται. εἰ δὲ ταῦτά ἐστι τὰ συστάντα, ἅπερ διαλελυμένα κατ’ ἐνέργειαν ἦν, καὶ δύναμιν2 εἶχε τοῦ μὴ ἀεὶ ὁμοίως ἔχειν, δῆλον, ὅτι καὶ μετὰ τὴν σύστασιν οὐκ ἀπώλεσε τὸ πεφυκέναι καὶ διαλελυμένα ὑφεστάναι καὶ τὴν δύναμιν ἔχειν τοῦ μὴ ἀεὶ ὁμοίως διακεῖσθαι, ὥστε καὶ συνεστῶτα διαλυθήσεται, καὶ οὐκ ἔσται ἄφθαρτος ὁ κόσμος, εἴπερ γενητὸς ὑπετέθη, ἀλλὰ διαλυθήσεται εἰς ἐκεῖνα, ἐξ ὧν συνέστη, καὶ οὐχ ἅπαξ τοῦτο μόνον οὐδὲ δίς· διὰ τί γάρ, εἴπερ ἐξ ὧν ἔστιν ἀγένητα ὑπόκειται, πάντως δέ, ὅτι καὶ ἄφθαρτα; ἀλλὰ ἀπειράκις ἢ οὕτως ἔσχεν ἢ δυνατὸν ἦν ἄλλως ἔχειν. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἄφθαρτος· οὐδὲ γὰρ τὸ μεταβάλλον καὶ γενόμενον ἐκ τῶν ἄλλως ἐχόντων ποτὲ οἷόν τε ἄφθαρτον εἶναι τῷ μένειν ἐν ἐκείνοις, ἐξ ὧν ἐγένετό τε καὶ ἔστι, τὴν δύναμιν τοῦ οὕτως ἔχειν, ὡς εἶχε καὶ πρὸ τοῦ γενέσθαι· οὐ γὰρ σὺν τῷ ἀποβάλλειν τὸ κατ’ ἐνέργειαν ἐκείνως ἔχειν ἀποβέβληκε καὶ τὴν δύναμιν τοῦ οὕτως ἔχειν, ὡς πρόσθεν εἶχεν.

“此外,凡是没有以此种方式存在的开端之物”至“亦非如果能够以他样存在”。 在通过归纳证明了从时间的开端已经生成之物不可能不可毁灭之后,他又通过另一种探讨途径证明同一件事。他迎击了那种主张宇宙由某些事物生成的假说——这些事物先前具有另一种状态,后来转变为这一个宇宙——并且为了证明而预先采纳了一条公理,该公理说:凡是不具有转变为某物的开端与潜能、以至于不能以潜能状态存在为其所转变为的那种东西,而是处于在整个永恒中都不可能以他样存在的状态之物,都是不可能转变的;因为如果它会转变,则在其内部完全存在着某种潜能,凭借它也能够以他样存在;因为在一切转变的事物中,潜能亦即处于潜能状态,乃在处于现实状态之前。在预先确立了这一点后,他将其运用于宇宙之上。 因为,如果宇宙是从某个时间的开端由某些先前以他样存在的事物——例如权且说是元素——生成并组合而成的:一方面,如果它们总是像先前那样存在,并且不可能以他样存在,那么既然它们并未脱离自己先前的状况而转变,宇宙便不会由它们生成;另一方面,如果宇宙已经生成,正如该假说所主张的那样,那么与前件相反者也是真实的,即构成它的那些事物本身也必然能够以他样存在,并且并非总是像最初那样存在,以至于先前被解体的事物将被组合起来。而如果这些被组合起来的事物,正是先前在现实上处于解体状态、并且具有并不总是同样存在的潜能的那些事物本身,那么显而易见,即便在组合之后,它们也并未丧失在解体状态下也能存立的自然本性,以及并不总是处于同样状态的潜能,以至于即便在组合之后它们也将被解体,并且宇宙——倘若被假设为生成的——就不会是不可毁灭的,而是将被解体为构成它的那些事物,而且这绝非仅有一次或两次;因为既然假定构成它的事物是未生成的,为什么[仅此而已]呢?它们必然也全是不可毁灭的。反之,无量数次地,它要么曾是如此,要么曾经能够以他样存在。而如果是这样,它就不可能是不可毁灭的;因为那发生转变、由先前处于他样状态的事物生成之物,绝不可能由于在其所由生成且现存的事物中仍保留着像在〔其〕生成前〔它们〕也曾那样存在的潜能而成为不可毁灭的;因为它们并没有在舍弃以现实状态处于那种方式的同时,也舍弃了像先前那样存在的潜能。

语法注2 条
  1. 1.103τὸ ἀντικείμενον τῷ ἡγουμένῳ ἀληθές

    此处涉及逻辑学中的否定后件律(modus tollens),针对“前件”(τὸ ἡγούμενον)而言。在“若元素不可转变,则宇宙不会生成”的假言命题中,由于假说假定了后件的否定(即“宇宙已经生成”),因此前件的对立命题(τὸ ἀντικείμενον τῷ ἡγουμένῳ)——即“元素能够以他样存在(可转变)”——必然为真。

  2. 1.103τῷ μένειν ἐν ἐκείνοις, ἐξ ὧν ἐγένετό τε καὶ ἔστι, τὴν δύναμιν

    带冠词不定式 τῷ μένειν 为表示原因的与格,其逻辑主语为宾格短语 τὴν δύναμιν。由于关系从句 ἐξ ὧν ἐγένετό τε καὶ ἔστι 修饰介词短语 ἐν ἐκείνοις 并插在句中,造成了语序的分隔,其核心句法骨架为“凭借潜能仍保留在构成它的那些事物中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:301.29-302.26