- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:300.14-301.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了对亚历山大诠释的驳斥,再次确认柏拉图是在本体依待而非时间开端的意义上使用“生成的”,随后将论述转回亚里斯多德在279b17中针对宇宙依时间生成却不可毁灭之说所运用的归纳论证。
ἀλλ’ εἰ γενητὸν καὶ ἄφθαρτον ὑπέθετο τὸν κόσμον ὁ Πλάτων, δῆλον, ὅτι γενητὸν ἔλαβε τὸ τῷ κατὰ χρόνον ἀφθάρτῳ συνυπάρχειν δυνάμενον, τὸ δὲ κατὰ χρόνον γενητὸν καὶ πρὸ τοῦ Ἀριστοτέλους ὁ Πλάτων φθαρτὸν εἶναι κατὰ χρόνον ἐν τῷ ηʹ τῆς Πολιτείας φησίν, ἐν οἷς λέγει· “χαλεπὸν μὲν κινηθῆναι πόλιν οὕτω συστᾶσαν, ἀλλ’ ἐπεὶ γινομένῳ παντὶ φθορά ἐστιν, οὐδὲ ἡ τοιαύτη ξύστασις τὸν ἅπαντα μενεῖ χρόνον, ἀλλὰ λυθήσεται”. ὅλως δέ, εἰ ἀντίκειται τῷ ἀφθάρτῳ κατὰ χρόνον τὸ γενητὸν κατὰ χρόνον, οὐ καθ’ ὃ γενητὸν δηλονότι, ἀλλὰ καθ’ ὃ τὸ οὕτως γενητὸν καὶ φθαρτόν ἐστιν, ἀντίκειται δὲ τὸ φθαρτὸν τῷ ἀφθάρτῳ, ἄφθαρτον λέγων κατὰ χρόνον τὸν κόσμον ὁ Πλάτων οὐκ ἂν αὐτὸν γενητὸν εἶπε κατὰ χρόνον· ᾔδει γὰρ ταὐτὸν λέγων τῷ φθαρτὸν αὐτὸν ἅμα καὶ ἄφθαρτον λέγοντι.1 ἔτι δέ, φησί, τὸ κατὰ χρόνον ἄφθαρτον ἑπόμενον τῷ γενητῷ λαμβάνει, τοῦτο δέ, φησίν, οὐ τῷ ἐν γενέσει τὸ εἶναι ἔχοντι ἕπεται, ἀλλὰ τῷ ἀπ’ ἀρχῆς χρόνου γεγονότι. θαυμάζω, πῶς τοῦτο λέγει ὁ Ἀλέξανδρος· τὸ γὰρ ἄφθαρτον τῷ μὲν ὡς ἐν γενέσει τὸ εἶναι ἔχοντι γενητῷ δυνατὸν ἀκολουθεῖν, τῷ δὲ ἀπ’ ἀρχῆς χρόνου ἀδύνατον, εἴπερ τὸ μὲν οὕτως γενητὸν καὶ φθαρτὸν πάντως, τῷ δὲ φθαρτῷ τὸ ἄφθαρτον ἀδύνατον ἀκολουθεῖν. καὶ τὸ ἐφεξῆς δὲ ῥηθὲν οὐδὲν ἔλαττον θαυμάζω, ὅτι τὸν θεὸν ὁ Πλάτων αἰτιᾶται τῆς ἀφθαρσίας συνειδώς, ὅτι γενητὸς ὢν καὶ φθαρτός ἐστι τῇ αὑτοῦ φύσει· “εἰ γὰρ ἦν, φησίν, ἀγένητος, ἐν ἑαυτῷ τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἶχε τῆς ἀφθαρσίας”. πῶς γὰρ οὐκ ἐννοεῖ, ὅτι καὶ ἀγένητον λέγων τὸν οὐρανὸν Ἀριστοτέλης ὅμως πεπερασμένην αὐτὸν δύναμιν ἔχειν φησὶ τῇ ἑαυτοῦ φύσει, καὶ τῆς ἀιδίου κινήσεως, ταὐτὸν δὲ εἰπεῖν καὶ τῆς ἀιδιότητος, εἰς τὸν θεὸν καὶ οὗτος τὴν αἰτίαν ἀνέπεμψεν; ἀλλὰ καὶ τὸ κατηγορεῖν, φησί, τοῦ κόσμου τὸ ‘ἔστι’ σημεῖον τοῦ μὴ οὕτως αὐτὸν λέγειν γεγονέναι ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν. ὅτι δέ, εἴ που τὸ ἔστι κατηγορεῖ τοῦ κόσμου, διὰ τὴν συνήθειαν τοῦτο ποιεῖ, ὥσπερ καὶ τὴν ἡμέραν καὶ τὸν αἰῶνα εἶναι λέγομεν, δῆλον, ἐξ ὧν αὐτὸς ἀκριβολογούμενος γέγραφε· “καὶ τό τε ἦν καὶ ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν,2 οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν, ἔστι τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δὲ ἦν τό τε ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι”. ἀίδιον δὲ οὐσίαν ὅτι τὴν νοητὴν καὶ ὄντως οὖσαν καλεῖ, πρόδηλον καὶ ἐξ ὧν περὶ τοῦ παραδείγματος εἶπε “καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀίδιον ὄν”. Ταῦτα πρὸς τὸν Ἀλέξανδρον εἶχον λέγειν αἰδούμενος μὲν τὸν ἄνδρα καὶ χάριτας ὀφείλων αὐτῷ, νομίζων δὲ καὶ αὐτῷ φίλον εἶναι τὸ τὴν ἀλήθειαν προτιμᾶν. ὁ δὲ Ἀριστοτέλης, ὡς εἶπον, καὶ τὸ φαινόμενον ἐν τοῖς λόγοις, εἰ διαφωνεῖ πρὸς τὴν ἀλήθειαν, ἐλέγχειν προθέμενος πρὸς τοὺς γενητὸν ὡς ἀπὸ χρόνου καὶ ἄφθαρτον λέγοντας τὸν κόσμον ὑπαντᾷ πρῶτον ἐκ τῆς ἐπαγωγῆς·3 “πάντα γάρ, φησί, τὰ γινόμενα καὶ φθειρόμενα φαίνεται”. καίτοι, εἰ χρή ποτε χωρὶς αἰτίας καὶ ἀποδείξεως τιθέναι τι, μόνα ἐκεῖνα θετέον, ὅσα ἐπὶ πολλῶν ἢ πάντων ὁρῶμεν ὑπάρχοντα, περὶ δὲ τὸ νῦν ζητούμενον τὸ ἐναντίον τούτου συμβαίνει, εἴπερ πάντα τὰ ἀπ’ ἀρχῆς χρόνου γινόμενα καὶ φθειρόμενα φαίνεται.
然而,如果柏拉图假设宇宙是生成的且不可毁灭的,那么显然他所取的“生成的”,是能够与依时间而言不可毁灭之物并存的东西;因为依时间而言生成之物在时间上也是可毁灭的,柏拉图本人在亚里斯多德之前就已经在《理想国》第八卷中这样说过,他在那里说:“这样建立起来的城邦虽难动摇,但既然凡是生成之物必有毁灭,甚至这样的体制也不会保持至全部的时间,而是将被瓦解。” 总的来说,如果依时间而言生成之物与依时间而言不可毁灭之物相对立,显然并不是就其为生成的而言,而是就以此种方式生成之物也是可毁灭的而言,并且可毁灭之物与不可毁灭之物相对立,那么柏拉图称宇宙依时间而言是不可毁灭的,就决不会说它依时间而言是生成的;因为他深知自己若这样说,便等同于在说它既是可毁灭的又是不可毁灭的。 “此外,”他(亚历山大)说,“他把依时间而言不可毁灭作为跟随生成之物的东西而采纳;但这,”他说,“并不跟随在生成之中具有存在之物,而是跟随从时间的开端已经生成之物。” 我很奇怪亚历山大怎能说出这样的话;因为不可毁灭固然可能随附于在生成之中具有存在这种意义上的生成之物,却不可能随附于从时间开端而来的东西,倘若以此种方式生成之物无论如何也是可毁灭的,而不可毁灭是不可能随附于可毁灭之物的。 而对于接下来所说的话我也同样感到诧异,即他说柏拉图将不可毁灭的原因归于神,是因为意识到宇宙依其自身本性而言既是生成的也是可毁灭的;“因为如果它是未生成的,”他(亚历山大)说,“它就会在自身中拥有其不可毁灭性的原因与开端。” 因为他怎能没有想到,亚里斯多德虽然也称天是未生成的,却仍然说它依自身本性只具有有限的潜能,并且他也同样把永恒运动的原因——换言之即永恒性的原因——归于神? “然而,”他(亚历山大)说,“对宇宙述谓‘是’,也是一个标志,表明他并不是说它是在生成之中具有存在这种意义上已经生成的。” 然而,即使他在某处对宇宙述谓“是”,这也是出于习俗惯用,正如我们也说日子或世代“是”一样,这从他自己在精确论述时所写的话中是显而易见的:“而‘曾是’与‘将是’都是时间的生成出来的形式,我们未加察觉地将它们加于永恒实体之上,这是不正确的;因为我们确实说它‘曾是’、‘正是’且‘将是’,但依照真实的言论,唯独‘正是’属于它,而‘曾是’与‘将是’则适宜用来谈论在时间中行进的生成。” 而他所称的永恒实体乃是指理智的且真正存在的实体,这从他关于范型所说的话中也是极为显然的:“正如它自身碰巧是一个永恒的生命体那样。” 对亚历山大,我所能说的就是这些;我尊敬此人并感念其恩德,但也深信把真理置于首位对他也是乐见的。 另一方面,如我所说,亚里斯多德既然连言辞中表面所显现的东西也打算反驳——如果它与真理相冲突的话——便首先通过归纳来迎击那些主张宇宙从时间意义上是生成的且是不可毁灭的人:“因为,”他说,“凡是正在生成之物,显现出来的也都是正在毁灭的。” 然而,如果真有何时应当不经原因与证明而设定某物,那就只应当设定那些我们在多数或全部事物上见到存在的东西;但关于眼下所探究的事情,情况却正相反,倘若从时间开端生成的一切事物显现出来的也都是正在毁灭的。
- 1.102ᾔδει γὰρ ταὐτὸν λέγων τῷ φθαρτὸν αὐτὸν ἅμα καὶ ἄφθαρτον λέγοντι
ᾔδει 接与主句主语(柏拉图)一致的补充分词 λέγων,表示“他深知自己是在说……”。此外 ταὐτόν 与与格短语 τῷ ... λέγοντι 构成相应比较结构,意为“[说]与称其……者相同的话”。
- 1.102ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν
λανθάνω + 分词(φέροντες)的惯用结构,意为“在未察觉中转移(施加)”。关系代词 ἃ 以其前面的 χρόνου γεγονότα εἴδη(时间的生成形态,即“曾是”与“将是”)为先行词,作 φέροντες 的宾语。
- 1.102ὁ δὲ Ἀριστοτέλης, ὡς εἶπον, καὶ τὸ φαινόμενον ἐν τοῖς λόγοις, εἰ διαφωνεῖ πρὸς τὴν ἀλήθειαν, ἐλέγχειν προθέμενος πρὸς τοὺς γενητὸν ὡς ἀπὸ χρόνου καὶ ἄφθαρτον λέγοντας τὸν κόσμον ὑπαντᾷ πρῶτον ἐκ τῆς ἐπαγωγῆς
句子的核心骨架是 ὁ δὲ Ἀριστοτέλης ... ὑπαντᾷ πρῶτον ἐκ τῆς ἐπαγωγῆς(“亚里斯多德……首先通过归纳迎击”)。在主语与主动词之间插入了分词短语 προθέμενος(“打算”),支配不定式 ἐλέγχειν(“反驳”),而 ἐλέγχειν 的宾语 καὶ τὸ φαινόμενον ἐν τοῖς λόγοις(“言辞中表面所显现的东西”)被前置于其前。
