← 辛普里丘

亚里士多德《论天》注释

§299.4-300.14

宇宙生成中的开端与动力因解释

辛普里丘批判了亚历山大对柏拉图的解读,论证了柏拉图在《蒂迈欧篇》中所说的宇宙生成的“开端”是指动力因而非时间上的开端,并指出宇宙兼具“正在生成”与“已经生成”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.102#3

ὅλως δέ, εἰ τοῦτο μόνον προὐτίθετο ζητῆσαι περὶ τοῦ κόσμου τὸ εἰ γέγονεν, ἀλλὰ μὴ καὶ τὸ εἰ γίνεται, ὡς ὁ Ἀλέξανδρος νομίζει, διὰ τί ἐξ ἀρχῆς τὸ γινόμενον ὡρίζετο μετὰ τὸ ὄν, ἀλλ’ οὐχὶ τὸ γεγονός, ὅταν λέγῃ “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε”; θαυμάζω δέ, πῶς ἔδοξε τῷ Ἀλεξάνδρῳ μὴ διὰ τὸν κόσμον τοὺς ὁρισμοὺς τοῦ τε ὄντος καὶ τοῦ γινομένου προλαμβάνειν, ἵνα εὕρῃ, πότερον τῶν ὄντων ἢ τῶν γινομένων ἐστὶν ὁ κόσμος, οὕτω σαφῶς τοῦ Πλάτωνος αὐτὰ παραδεδωκότος· ἀλλ’ ἐπειδὴ ὡρίσατο μὲν τὸ γινόμενον, τὸν δὲ κόσμον γεγονέναι εἶπε, μάτην, ὡς ἔοικε, προειλῆφθαι τὸν τοῦ ὄντος καὶ τοῦ γινομένου ὁρισμὸν οὗτος οἴεται· καίτοι, ὅπερ εἶπε γεγονός, τοῦτο καὶ γινόμενον εἶναί φησιν. εἰπόντος δὲ τοῦ Πλάτωνος, ὅτι γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος, ὁ Ἀλέξανδρός φησι ταύτην οὐκ ἄλλην τινὰ εἶναι ἀρχὴν ἢ τὴν κατὰ χρόνον. εἰ τοίνυν τὸ ἀπὸ χρόνου τινὸς ἀρχόμενον πάντως ἔχει προϋπάρχοντα χρόνον, διότι τὸ νῦν, καθ’ ὃ ἤρξατο κατὰ τὸν ἐνεστῶτα χρόνον ὑπάρχον, ἔχει προϋπάρχοντα τὸν παρεληλυθότα ὥσπερ ἑπόμενον τὸν μέλλοντα, ὁ δὲ Πλάτων μετ’ οὐρανοῦ γεγονέναι τὸν χρόνον φησί, δῆλον, ὅτι οὔτε προυπάρχει τοῦ οὐρανοῦ χρόνος οὔτε ἀπὸ χρόνου τινὸς τὴν ἀρχὴν οὗτος ἔχει τῆς γενέσεως. ἔπειτα ἐφιστάνειν ἐχρῆν, τίνα τὴν ἀρχὴν εἶπε ταύτην ὁ Πλάτων καὶ ὅτι τὴν ποιητικὴν αἰτίαν·1 μετὰ γοῦν τὸ ὁρίσασθαι τὸ γινόμενον ἐπάγει· “πᾶν δὲ αὖ τὸ γινόμενον ὑπ’ αἰτίου τινὸς ἀνάγκη γίνεσθαι”· καὶ πάλιν εἰπών, ὅτι γέγονεν ὁ κόσμος καὶ γινόμενος καὶ γενητός ἐστιν, ἐπάγει· “τῷ δ’ αὖ γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀνάγκην εἶναι γενέσθαι”. καὶ ἡ ἐρώτησις δὲ τῷ ἐπιβλέποντι σαφής· “πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος”· τὸ μὲν γὰρ ὄντως ὄν ἐστιν, ὅπερ ἐστί, καὶ ποιητικοῦ αἰτίου οὐ δεῖται, τὸ δὲ γινόμενον πρὸς τὸ ποιοῦν λέγεται. εἰ δὲ χρονικὴν τὴν ἀρχὴν καὶ αἰτίαν ἔλεγε ταύτην, πῶς διὰ τὸ σωματικὸν εἶναι ταύτην ὑπάρχειν αὐτῷ φησιν ὡς ἀξίωμα προλαμβάνων αὐτό; καίτοι καὶ αὐτὸς Ἀλέξανδρος καὶ Ἀριστοτέλης πρὸ αὐτοῦ σωματικὸν τὸν οὐρανὸν λέγοντες οὐ νομίζουσι χρονικὴν ἀρχὴν ἔχειν. ἀλλ’ ἐκεῖνο ἦν ὄντως ἀξίωμα τὸ τὰ σώματα ἑτεροκίνητα ὄντα καὶ τὴν ὑπόστασιν ἔξωθεν ἔχειν καὶ διὰ τοῦτο γινόμενα εἶναι, ὅτι ὑπὸ ποιοῦντος ὑφίσταται.2 ἀλλ’ εἰ οὕτως, φησί, γενητὸν ἔλεγεν ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, ἔδει καὶ φθαρτὸν λέγειν· τῷ γὰρ οὕτως γινομένῳ συγκεκλήρωται τὸ ὡς γίνεται καὶ φθείρεσθαι. ἆρα οὖν οὐκ ἤκουσε τὸ γενητὸν ὁριζομένου3 “γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν”; καὶ γὰρ ἡ κίνησις τοῦ οὐρανοῦ καὶ οἱ διάφοροι σχηματισμοὶ γινόμενα καὶ ἀπολλύμενά ἐστιν ἀεί, καὶ ἡ οὐσία κατὰ ταῦτα ἀλλοιουμένη τὸ γινόμενον ἔχει καὶ ἀπολλύμενον. ἀλλ’ εἰ ἄφθαρτον, φησί, κατὰ χρόνον λέγει, δῆλον, ὡς καὶ τῷ γενητῷ ἂν εἴη τῷ κατὰ χρόνον χρώμενος· τῷ γὰρ οὕτως ἀφθάρτῳ τὸ οὕτως γινόμενον ἀντίκειται.

总的来说,如果真如亚历山大所认为的那样,他提出关于宇宙要探究的仅仅是它是否已经生成,而不是它是否正在生成,那么当他说“什么是始终存在而没有生成的,什么又是正在生成却决不存在的”时,为什么他一开始在“存在之物”之后所下的定义是“正在生成之物”,而不是“已经生成之物”呢?而且我感到奇怪的是,既然柏拉图如此清楚地传授了这些定义,亚历山大怎么会认为他预先设定“存在之物”和“正在生成之物”的定义并不是为了宇宙,即为了发现宇宙究竟是属于存在之物还是属于正在生成之物呢?然而,正因为他定义了“正在生成之物”,却说宇宙“已经生成”,此人(亚历山大)似乎便认为预先设定存在之物和正在生成之物的定义是白费力气;尽管柏拉图所说已经生成的那同一个东西,他也正是说它是正在生成的。柏拉图既然说它是“从某个开端开始而已经生成”,亚历山大便主张这个开端不会是别的开端,只能是依时间的开端。既然如此,如果从某个时间开始的事物无论如何都必定具有预先存在的时间——因为作为它开始之点的“现在”存在于现在时之中,正如它具有紧随其后的将来时一样,也必定具有预先存在的过去时——而柏拉图却说时间是与天一同生成的,那么显然时间既不预先存在于天之前,天也不具有从某个时间开始的生成之开端。其次,他本应当留意,柏拉图所说的这个开端是指什么样的开端,并且应当留意它指的是动力因。无论如何,他在定义了正在生成之物之后补充道:“而凡是正在生成之物,又必然是通过某种原因而生成的”;而在再次说明宇宙已经生成、正在生成且是生成的之后,他又补充道:“对于已经生成之物,我们又说它必然是通过某种原因而生成的。”而且这一提问对审视它的人而言也是清楚的:“它是完全没有生成的开端而始终存在,还是从某个开端已经生成。”因为真正存在之物就是它所是的东西,不需要动力因,而正在生成之物则是相对于制造者而言的。如果他说这开端与原因是时间性的,他又怎么会因为天是物体性的而说这开端属于它,并将此作为一个公理预先设定呢?然而亚历山大自己,以及在他之前的亚里斯多德,虽然说天是物体性的,却并不认为它具有时间上的开端。相反,真正的公理乃是:物体受他物推动且其存立来自外部,并正是因此而作为正在生成之物存在,因为它由制造者使其存立。“然而,”他说,“如果他把宇宙称为生成的,是依照在正在生成中具有存在这种方式,那么他也理应称它是可毁灭的;因为对于以这种方式生成之物而言,正如它生成一样毁灭也是注定的。”难道他没有听见他在给生成之物下定义时所说的“正在生成且正在毁灭,却决非真正存在的”吗?因为天的运动和各种形态构造始终是正在生成且正在毁灭的,而依照这些发生改变的实体也具有正在生成且正在毁灭的性质。“然而,”他说,“如果他在时间的意义上称它是不可毁灭的,显然他也必定是在时间的意义上使用‘生成的’;因为与以这种方式不可毁灭的相对立的,是以这种方式生成的。”

语法注3 条
  1. 1.102ἔπειτα ἐφιστάνειν ἐχρῆν, τίνα τὴν ἀρχὴν εἶπε ταύτην ὁ Πλάτων καὶ ὅτι τὴν ποιητικὴν αἰτίαν

    在非人称动词 ἐχρῆν 所支配的不定词 ἐφιστάνειν(“留意、注意”)之后,间接疑问节(τίνα τὴν ἀρχὴν εἶπε ταύτην,“他把这个开端说成是怎样的开端”)与由 ὅτι 引导的名词从句(补出 εἶπε,“并且[留意]它指的是动力因”)由 καὶ 并列连接,构成了不同的从属从句并列充当注意对象的复合结构。

  2. 1.102ἀλλ’ ἐκεῖνο ἦν ὄντως ἀξίωμα τὸ τὰ σώματα ἑτεροκίνητα ὄντα καὶ τὴν ὑπόστασιν ἔξωθεν ἔχειν καὶ διὰ τοῦτο γινόμενα εἶναί, ὅτι ὑπὸ ποιοῦντος ὑφίσταται

    指示代词 ἐκεῖνο 与表语名词 ἀξίωμα 结合置于句首,由定冠词 τὸ 引导的宾格不定词短语(τὰ σώματα... ἔχειν καὶ... εἶναι)整体充当 ἐκεῖνο 的同位语,具体阐述公理的内容。其内部的 ὅτι 从句(ὅτι ὑπὸ ποιοῦντος ὑφίσταται)则是说明 διὰ τοῦτο(“正因此故”)之原因的状语从句。

  3. 1.102ἆρα οὖν οὐκ ἤκουσε τὸ γενητὸν ὁριζομένου

    听觉动词 ἤκουσε 支配表示人的属格(此处省略了代词 αὐτοῦ,即柏拉图),分词 ὁριζομένου 与该属格修饰一致(“[他]在下定义”)。而中性宾格的 τὸ γενητόν 则作为分词 ὁριζομένου 的直接宾语(“定义生成之物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:299.4-300.14